γυμνάζει αὐτὸν εἰς τοὺς πολέμους, καὶ τὰ δύο πρόσωπα ἔσωθεν βρύει, καὶ τὸ φῶς καὶ τὸ σκότος, καὶ ἡ ἀνάπαυσις καὶ ἡ θλῖψις. εὔχονται ἐν ἀναπαύσει καὶ ἄλλῃ ὥρᾳ ἐν θορύβῳ εἰσίν. Οὐκ ἀκούεις τί λέγει ὁ Παῦλος; «ἐὰν ἔχω πάντα τὰ χαρίσματα, ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσωμαι, ἐὰν ταῖς γλώσσαις τῶν ἀγγέλων λαλῶ, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι·» ἐπειδὴ ταῦτα τὰ χαρίσματα προτρεπτικά εἰσι, καὶ οἱ ἐν τούτοις στήκοντες, εἰ καὶ ἐν φωτί, νήπιοί εἰσι. πολλοὶ γὰρ τῶν ἀδελφῶν ἦλθον εἰς τοιαῦτα μέτρα καὶ ἔσχον χαρίσματα ἰαμάτων καὶ ἀποκάλυψιν καὶ προφητείαν, καὶ ἐπειδὴ οὐκ ἔφθασαν εἰς τὴν τελείαν ἀγάπην, ὅπου ὁ σύνδεσμος τῆς τελειότητος, ἐπῆλθεν αὐτοῖς πόλεμος καὶ ἀμελήσαντες ἔπεσον. εἰ δέ τις φθάσει εἰς τὴν τελείαν ἀγάπην, οὗτος λοιπὸν δέδεται καὶ ἔστιν ᾐχμαλωτισμένος εἰς τὴν χάριν. εἰ δέ τις παρὰ μικρὸν ἐγγίσει τῷ μέτρῳ τῆς ἀγάπης, μὴ φθάσει δὲ εἰς αὐτὴν τὴν ἀγάπην δεθῆναι, ἀκμὴν ὁ τοιοῦτος ὑπὸ φόβον ἐστὶ καὶ πόλεμον καὶ πτῶσιν, καὶ εἰ μὴ ἀσφαλίσεται, ῥίπτει αὐτὸν ὁ σατανᾶς. οὕτως γὰρ πολλοὶ ἐπλανήθησαν· χάριτος εἰς αὐτοὺς γενομένης ἐνόμισαν ὅτι κατέλαβον τὴν τελειότητα καὶ ἔλεγον· ἀρκεῖ ἡμῖν, οὐ χρῄζομεν. ἀλλ' ὁ κύριος οὔτε τέλος ἔχει οὔτε κατάληψιν, καὶ οἱ Χριστιανοὶ οὐ τολμῶσιν εἰπεῖν ὅτι κατελάβομεν, ἀλλὰ τεταπεινωμένοι εἰσὶ νυκτὸς καὶ ἡμέρας ζητοῦντες. ἐν τοῖς φαινομένοις τὰ γράμματα ἀτέλεστά εἰσι, καὶ οὐδεὶς οἶδε τοῦτο εἰ μὴ σχολαστικὸς ὁ μετρίως μαθὼν γράμματα. οὕτως καὶ ὧδε οὐδενί ἐστιν καταληπτὸς ὁ θεὸς καὶ μετρητός, εἰ μὴ τοῖς γευσαμένοις ἐξ αὐτοῦ ἐκείνου, οὗ ἐδέξαντο, καὶ γνωρίζουσι τὴν ἑαυτῶν ἀσθένειαν. εἰς χωρίον ἐάν τις ἀπέλθῃ ὀλίγα γράμματα εἰδώς, ὅπου εἰσὶν ἰδιῶται, δοξάζεται ὑπ' αὐτῶν ὡς σχολαστικός, ἐπειδὴ χωρικοί εἰσιν ὁλοτελῶς μὴ εἰδότες δοκιμάσαι. αὐτὸς δὲ οὗτος ὁ τὰ ὀλίγα εἰδὼς γράμματα, ἐὰν ἀπέλθῃ εἰς πόλιν, ὅπου εἰσὶ ῥήτορες καὶ σχολαστικοί, οὐ τολμᾷ παραφανῆναι αὐτοῖς οὔτε λαλῆσαι· ὡς χωρικὸς γὰρ κρίνεται ὑπὸ τῶν σχολαστικῶν. 20Ἐρώτησις:20 εἰ ὢν ἐν πολέμῳ ἄνθρωπος καὶ ἔχων τὰ δύο πρόσωπα ἐν τῇ ψυχῇ αὐτοῦ, τῆς ἁμαρτίας καὶ τῆς χάριτος, μεταστῇ ἐκ τοῦ κόσμου τούτου, ποῦ προχωρεῖ κατεχόμενος εἰς τὰ δύο μέρη; 20Ἀπόκρισις:20 ὅπου ἔχει τὸν σκοπὸν ὁ νοῦς καὶ ὅπου ἀγαπᾷ, ἐκεῖ προχωρεῖ. μόνον εἰ ἐπέρχεταί σοι θλῖψις καὶ πόλεμος, ἀντιλέγειν ὀφείλεις καὶ μισεῖν· τὸ γὰρ ἐλθεῖν τὸν πόλεμον οὐκ ἔστι σόν, τὸ δὲ μισῆσαι σόν ἐστι. καὶ τότε βλέπων ὁ κύριος τὸν νοῦν σου, ὅτι ἀγωνίζῃ καὶ ἀγαπᾷς αὐτὸν ἐξ ὅλης ψυχῆς, διαχωρίζει τὸν θάνατον ἐκ τῆς ψυχῆς σου μιᾷ ὥρᾳ (οὐκ ἔστι γὰρ αὐτῷ δυσχερές) καὶ προσλαμβάνεταί σε εἰς τοὺς κόλπους αὐτοῦ καὶ εἰς τὸ φῶς· ἁρπάζει γάρ σε ἐν ῥοπῇ ὥρας ἐκ τοῦ στόματος τοῦ σκότους, καὶ εὐθέως μετατιθεῖ σε εἰς τὴν βασιλείαν αὐτοῦ· τῷ γὰρ θεῷ ἐν ῥοπῇ ὥρας πάντα εὐχερῆ ἐστι ποιῆσαι, μόνον ἵνα τὴν ἀγάπην ἔχῃς πρὸς αὐτόν. χρῄζει γὰρ ὁ θεὸς τῆς ἐργασίας τοῦ ἀνθρώπου, ἐπειδὴ κοινωνική ἐστιν ἡ ψυχὴ τῆς θεότητος. Καὶ καθὼς πολλάκις εἴπομεν τὴν παραβολὴν τοῦ γεωργοῦ, ὅτι καμὼν καὶ βαλὼν τὸν σπόρον ἐν τῇ γῇ ὀφείλει ἐκδέξασθαι καὶ τὸν ἄνωθεν ὑετόν· ἐὰν γὰρ μὴ ἐπιφανῇ νέφη καὶ ἄνεμοι πνεύσωσιν, οὐδὲν ὠφέλησεν ὁ κάματος τοῦ γεωργοῦ, ὁ γὰρ σπόρος γυμνὸς ὑπόκειται, τοῦτο ἀνάλαβε καὶ εἰς τὸ πνευματικόν. ἐὰν μόνον ἐν τῇ ἰδίᾳ ἐργασίᾳ ἀπομείνῃ ὁ ἄνθρωπος καὶ μὴ ἐπιδέξηταί τι ξένον τῆς φύσεως αὐτοῦ, οὐ δύναται καρποὺς ἀξίους τῷ κυρίῳ ἀποδοῦναι. τί δέ ἐστιν ἡ ἐργασία τοῦ ἀνθρώπου; τὸ ἀποτάξασθαι, τὸ ἐξελθεῖν ἐκ τοῦ κόσμου, τὸ ὑπομένειν ἐν τῇ εὐχῇ, τὸ ἀγρυπνεῖν, ἀγαπᾶν τὸν θεὸν καὶ τοὺς ἀδελφούς· τοῦτο ἴδιον αὐτοῦ ἐστιν. ἀλλ' ἐὰν ἀπομείνῃ ἐν τῇ ἰδίᾳ ἐργασίᾳ καὶ μὴ ἐλπίσῃ ἄλλο τι ἐπιδέξασθαι, καὶ μὴ πνεύσωσιν οἱ ἄνεμοι τοῦ ἁγίου πνεύματος τῇ ψυχῇ, καὶ ἐὰν μὴ ἐπιφανῇ οὐράνια νέφη καὶ κατέλθῃ ἐξ οὐρανοῦ ὑετὸς καὶ ἐπιβρέξῃ τῇ ψυχῇ, οὐ δύναται ὁ ἄνθρωπος καρποὺς ἀξίους ἀποδοῦναι τῷ κυρίῳ.