γέγραπται δέ, ὅτι ὁ γεωργὸς ὅταν ἴδῃ τὸ «κλῆμα φέρον καρπόν», καθαρίζει αὐτό, ἵνα πλείονα ἐξενέγκῃ· τὸ δὲ μὴ φέρον καρπὸν ἐκριζοῖ καὶ εἰς καῦσιν δίδωσι. πλὴν τοῦ ἀνθρώπου τοῦτό ἐστιν ἵνα, εἴτε νηστεύει εἴτε ἀγρυπνεῖ εἴτε εὔχεται εἴτε καλόν τι ποιεῖ, ἐπιγράφει ἅπαντα τῷ κυρίῳ, τοῦτο λέγων ὅτι εἰ μὴ ὁ θεὸς ἐνεδυνάμωσέ με, οὐκ ἠδυνάμην νηστεύειν ἢ εὔχεσθαι ἢ ἐκ τοῦ κόσμου ἐξελθεῖν. καὶ οὕτω βλέπων ὁ θεὸς τὴν ἀγαθήν σου προαίρεσιν, ὅτι τὰ σὰ ἅπερ ἀπὸ φύσεως ποιεῖς τῷ θεῷ ἐπιγράφεις, πάλιν αὐτὸς τὰ ἴδια αὐτοῦ, τὰ πνευματικά, τὰ θεῖα καὶ ἐπουράνια, σοὶ ταῦτα χαρίζεται. τίνα δέ εἰσιν οἱ τοῦ πνεύματος καρποί; ἀγαλλίασις, εὐφροσύνη. 20Ἐρώτησις:20 ἀλλ' ἐπειδή εἰσι φυσικοὶ καρποὶ τούτοις ὅμοιοι, ἀγάπη, πίστις, εὐχή, διάκρινον ἡμῖν, πῶς ἐστι τὰ φυσικὰ καὶ πῶς ἐστι τὰ πνευματικά; 20Ἀπόκρισις:20 τὰ σὰ ἃ ποιεῖς, καλὰ μέν ἐστι καὶ τῷ θεῷ εὐπρόσδεκτα, ἀλλ' οὐκ ἔστι καθαρά. οἷον ἀγαπᾷς τὸν θεόν, ἀλλ' οὐ τελείως· ἔρχεται ὁ κύριος διδούς σοι ἀγάπην ἄτρεπτον τὴν ἐπουράνιον. εὔχῃ σὺ φυσικῶς μετὰ τοῦ ῥέμβεσθαι καὶ διαλογίζεσθαι· δίδωσί σοι ὁ θεὸς τὴν καθαρὰν εὐχὴν ἐν πνεύματι καὶ ἀληθείᾳ. ἐν τοῖς φαινομένοις ἡ γῆ ὡς ἐπὶ τὸ πλεῖστον ἀφ' ἑαυτῆς ἐκφέρει τὰς ἀκάνθας, ὁ δὲ γεωργὸς σκάπτει, ἐργάζεται ἐπιμελῶς, βάλλει σπόρον, ἀλλ' αἱ ἄκανθαι μὴ σπειρόμεναι ἀναφύουσι καὶ πληθύνονται· μετὰ γὰρ τὴν παράβασιν ἐρρέθη τῷ Ἀδάμ· «τριβόλους καὶ ἀκάνθας ἀνατελεῖ σοι ἡ γῆ». πάλιν ὁ γεωργὸς ἐμπονεῖ τῇ γῇ, ἀνασκάπτει τὰς ἀκάνθας, καὶ αὗται ἔτι πληθύνονται. ἀνάλαβε τοῦτο πνευματικῶς. μετὰ γὰρ τὴν παράβασιν ἡ γῆ τῆς καρδίας ἐκφέρει ἀκάνθας καὶ τριβόλους, ἐργάζεται ὁ ἄνθρωπος, ἐμπονεῖ, καὶ ἔτι αἱ ἄκανθαι τῶν πονηρῶν πνευμάτων ἀναφύονται. εἶτα αὐτὸ τὸ ἅγιον «πνεῦμα συναντιλαμβάνεται τῆς ἀσθενείας» τῶν ἀνθρώπων, καὶ ὁ κύριος βάλλει ἐν αὐτῇ τῇ γῇ τῆς καρδίας σπόρον ἐπουράνιον καὶ ἐργάζεται αὐτήν, καὶ πεσόντος τοῦ σπόρου ἀκμὴν οἱ τρίβολοι καὶ αἱ ἄκανθαι ἀναφύονται. πάλιν αὐτὸς ὁ κύριος καὶ ὁ ἄνθρωπος ἐργάζονται τὴν γῆν τῆς ψυχῆς, καὶ ἔτι τὰ πονηρὰ πνεύματα καὶ αἱ ἄκανθαι βρύουσιν ἐκεῖ καὶ ἀναφύονται, ἕως οὗ γένηται θέρος καὶ πλεονάσῃ ἡ χάρις, καὶ καταξηρανθῶσιν ἐκ τῆς θέρμης τοῦ ἡλίου αἱ ἄκανθαι. εἰ γὰρ καὶ σύνεστι κακία τῇ φύσει, ἀλλ' οὐχ οὕτω κατακυριεύει ταύτης ἢ ἔχει νομήν. τὰς γὰρ τρυφερὰς χλόας τοῦ σίτου δύναται τὰ ζιζάνια συμπνίγειν, φθάσαντος δὲ θέρους μετὰ τὸ ξηρανθῆναι τοὺς καρποὺς οὐδὲν βλάπτουσι τὰ ζιζάνια τὸν σῖτον. καὶ γὰρ ἐὰν συμβῇ τριάκοντα μοδίους εἶναι καθαροῦ σίτου, ἔστι δὲ μῖξις ἐκεῖ ζιζανίων ὡς χοίνικος, τί παραφαίνεται; κέχωσται γὰρ διὰ τὸν πλεονασμὸν τοῦ σίτου. οὕτω καὶ ἐν τῇ χάριτι. ὅταν πλεονάσῃ ἡ δωρεὰ τοῦ θεοῦ καὶ ἡ χάρις εἰς τὸν ἄνθρωπον, καὶ πλουτῇ εἰς τὸν κύριον, σύνεστι δὲ ἡ κακία μερικῶς, οὐ δύναται βλάψαι τὸν ἄνθρωπον οὔτε ἔχει ἰσχύν τινα ἢ νομὴν κατ' αὐτοῦ. ἡ γὰρ τοῦ κυρίου ἔλευσις καὶ ἡ πρόνοια διὰ τοῦτο γέγονεν, ἵνα τοὺς τῇ κακίᾳ δεδουλωμένους ὄντας καὶ ἐνόχους καὶ ὑποτεταγμένους ἐλευθερώσῃ καὶ ποιήσῃ νικητὰς τοῦ θανάτου τῆς ἁμαρτίας. Οὐκ ὀφείλουσιν οὖν οἱ ἀδελφοὶ ξενίζεσθαι, εἴγε ὑπό τινων θλίβονται πρὸς τὸ κακίας ἀπαλλαγῆναι. καὶ γὰρ εἰς τὸ παλαιόν, Μωσῆς καὶ Ἀαρὼν ἔχοντες τὴν ἱερωσύνην πολλὰ ἔπαθον. Καϊάφας δὲ τὴν ἐκείνων καθέδραν ἔχων αὐτὸς ἐδίωξε καὶ κατέκρινε τὸν κύριον· ὅμως δὲ τὴν ἱερωσύνην ὁ κύριος τιμῶν ἀφῆκεν αὐτὸν ἱερᾶσθαι. ὁμοίως οἱ προφῆται ὑπ' αὐτοῦ τοῦ ἔθνους ἐδιώκοντο. λοιπὸν Πέτρος Μωσέα διεδέξατο, τὴν καινὴν ἐκκλησίαν Χριστοῦ καὶ τὴν ἀληθινὴν ἱερωσύνην ἐγχειρισθείς. νῦν γὰρ ἔστι βάπτισμα πυρὸς καὶ πνεύματος καὶ περιτομή τις ἐν καρδίᾳ γινομένη, τὸ γὰρ θεῖον καὶ ἐπουράνιον πνεῦμα ἐπιδημεῖ ἐν τῷ νῷ. πλὴν οὔτε οὗτοι οἱ τέλειοι, ἕως εἰσὶν εἰς τὴν σάρκα, ἀμεριμνοῦσι διὰ τὸ αὐτεξούσιον, ἀλλ' ἔμφοβοί εἰσι, διὸ καὶ παραχωροῦνται πειράζεσθαι. εἰ δὲ φθάσει ἡ ψυχὴ πρὸς ἐκείνην τὴν πόλιν τῶν ἁγίων