87
τοῖς ἀνδράσι προθυμίαν ἐπιδεικνύμεναι, καὶ τῆς προγονικῆς αἰσχύνης τὸ γένος ἐλευθεροῦσαι. 29.2 Μαράνας δὲ καὶ Κύρας ἐπὶ τοῦ παρόντος μνησθήσομαι αἳ τὰς ἄλλας ἁπάσας τοῖς τῆς καρτερίας νενικήκασιν ἄθλοις. Ταύταις πατρὶς μὲν ἡ Βέροια, γένος δὲ τὸ τῆς πατρίδος ἐπίσημον, τροφὴ δὲ τῷ γένει συμβαίνουσα· ἀλλὰ τούτων ἁπάντων ὑπεριδοῦσαι, καὶ βραχύ τι πρὸ τοῦ ἄστεως χωρίον περιλαβοῦσαι, καὶ εἴσω τούτου γενόμεναι, πηλῷ καὶ λίθοις τὴν θύραν ἀνῳκοδόμησαν. Κοινωνῆσαι δὲ αὐταῖς τοῦδε τοῦ βίου τὰς παρθένους προθυμηθείσας, ἔξω τοῦδε τοῦ περιβόλου σμικρὸν δειμάμεναι καταγώγιον, ἐν ἐκείνῳ διάγειν ἐκέλευσαν. Ἐφορῶσι δὲ αὗται διὰ σμικρᾶς τινος θυρίδος τὰ ὑπ' ἐκείνων γιγνόμενα· καὶ εἴς τε προσευχὴν θαμὰ διανιστᾶσι, καὶ εἰς τὸν θεῖον ἔρωτα πυρπολοῦσιν. Αὗται δὲ οὔτε οἶκον οὔτε καλύβην ἔχουσαι, τὸν ὑπαίθριον ἀσπά ζονται βίον. 29.3 Ἀντὶ δὲ τῆς θύρας βραχεῖά τις αὐταῖς θυρὶς κατε σκεύασται δι' ἧς τήν τε ἀναγκαίαν τροφὴν εἰσδέχονται καὶ ταῖς πρὸς αὐτὰς ἀφικνουμέναις προσδιαλέγονται γυναιξίν. Εἰς δὲ ταύτην ὥρισται τὴν συνουσίαν τῆς Πεντηκοστῆς ὁ καιρός. Κατὰ γὰρ τὸν ἄλλον χρόνον τὸν ἡσύχιον ἀσπάζονται βίον. Ἡ Μαράνα δὲ μόνη ταῖς ἀφικνουμέναις προσδια λέγεται· τῆς γὰρ ἑτέρας οὐδεὶς ἀκήκοε πώποτε φθεγγομένης. 29.4 Σιδηροφοροῦσι δὲ καὶ τοσοῦτον φέρουσι φορτίον ὡς τὴν Κύραν, ἀσθενέστερον σῶμα λαχοῦσαν, μέχρι τῆς γῆς κατακάμπτεσθαι καὶ ἀνορθοῦν τὸ σῶμα ἥκιστα δύνασθαι. Τὰ δὲ περιβόλαια μέγιστα ἔχουσιν ὡς ὄπισθεν μὲν ἀποσύ ρεσθαι καὶ ἀκριβῶς συγκαλύπτειν τὼ πόδε, ἔμπροσθεν δὲ μέχρις αὐτῆς τῆς ζώνης καθίεσθαι, τὸ πρόσωπον ὁμοῦ καὶ τὸν αὐχένα καὶ τὰ στήθη καὶ τὰς χεῖρας ἀκριβῶς κατακρύπτοντα. 29.5 Ταύτας δὲ πολλάκις ἐθεασάμην εἴσω τῆς θύρας ἐκείνης γενόμενος. ∆ιορύξαι γάρ μοι παρεκελεύσαντο τῆς ἱερωσύνης τὴν προεδρίαν τιμῶσαι. Εἶδον τοίνυν οὐδὲ ἀνδρὶ γενναίῳ φορητὸν τὸν ἐκείνου τοῦ σιδήρου σταθμόν· καὶ πολλὰ λιπαρήσας παραυτίκα μὲν ἀφελεῖν ἠδυνήθην, μετὰ δὲ τὴν ἡμετέραν ἀναχώρησιν, πάλιν αὐτὸν τοῖς οἰκείοις περιέθεσαν μέλεσιν, αὐχενὶ μὲν τὸν περιαυχένιον, ἰξύϊ δὲ τὴν ζώνην, χερσὶ δὲ καὶ ποσὶ τὰ τούτοις ἀπονενεμημένα. 29.6 Καὶ τοῦτον βιοτεύουσι τὸν τρόπον, οὐ πέντε ἢ δέκα ἢ πεντεκαίδεκα μόνα ἐξανύσασαι ἔτη, ἀλλὰ δύο καὶ τεσσα ράκοντα. Καὶ τοσοῦτον ἀγωνισάμενοι χρόνον ὡς ἄρτι τῶν ἀγώνων ἁψάμεναι τῶν ἱδρώτων ἐρῶσι. Τὸ γὰρ τοῦ νυμφίου φανταζόμεναι κάλλος εὐπετῶς μάλα καὶ ῥᾳδίως φέρουσι τοῦ δρόμου τὸν πόνον καὶ καταλαβεῖν ἐπείγονται τῶν ἀγώνων τὸ τέλος, ἐν ἐκείνῳ τὸν ἐρώμενον ἑστῶτα βλέπουσαι καὶ τῆς νίκης ὑποδεικνύντα τὸν στέφανον. Τούτου εἵνεκα καὶ ὑετοῦ καὶ νιφετοῦ καὶ ἡλίου δεχόμεναι προσβολὴν οὐκ ἀνιῶνται, οὐδὲ ἀλγύνονται, ἀλλ' ἐκ τῶν δοκούντων ἀνιαρῶν θυμηδίαν καρποῦνται. 29.7 Καὶ τοῦ μὲν θεσπεσίου Μωϋσέως τὴν νηστείαν ζηλώσασαι τρὶς ἄσιτοι τοσοῦτον διετέλεσαν χρόνον. ∆ιὰ τεσσαράκοντα γὰρ ἡμερῶν τροφῆς βραχείας μετέλαβον. Τρὶς δὲ καὶ τοῦ θείου ∆ανιὴλ τὴν ἀπαστίαν ἐζήλωσαν, τρεῖς ἑβδομάδας ἡμερῶν ἐξανύουσαι καὶ τότε τροφὴν χορηγοῦσαι τῷ σώματι. Ποθήσασαι δέ ποτε τῶν σωτηρίων τοῦ Χριστοῦ παθημάτων τοὺς ἱεροὺς θεάσασθαι τόπους ἔδραμον εἰς τὴν Αἰλίαν, οὐδεμιᾶς κατὰ τὴν ὁδὸν ἐδωδῆς ἀπολαύσασαι, ἀλλ' εἰς ἐκείνην ἀφικόμεναι τὴν πόλιν καὶ τὴν προσκύνησιν ἐκπληρώσασαι, τροφῆς μετέλαβον καὶ πάλιν ἐπανῆλθον ἄσιτοι τὴν πορείαν ἀνύσασαι· σταθμοὶ δέ εἰσιν οὐκ ἐλάττους τῶν εἴκοσι. Καὶ τῆς καλλινίκου δὲ Θέκλης ἐπιθυμήσασαι θεάσασθαι τὸν ἐν Ἰσαυρίᾳ σηκὸν ἵνα τῆς περὶ τὸν