ἀπελθεῖν, τότε δύναται μόνον ἄνευ θλίψεως καὶ πειρατηρίων εἶναι· ἐκεῖ γὰρ οὐκέτι ἐστὶ μέριμνα ἢ θλῖψις ἢ πόνος ἢ γῆρας ἢ σατανᾶς ἢ πόλεμος, ἀλλ' ἀνάπαυσις, χαρά, εἰρήνη καὶ σωτηρία. ὁ γὰρ κύριος ἐν μέσῳ αὐτῶν ἐστιν, ὃς ἐπικαλεῖται σωτὴρ διὰ τὸ σῴζειν τοὺς αἰχμαλώτους, ἰατρὸς ἐπικέκληται, ἐπειδὴ οὐράνιον καὶ θεϊκὸν φάρμακον δίδωσι καὶ ἰᾶται τὰ πάθη τῆς ψυχῆς· ἔν τισι γὰρ κυριεύουσιν ἔτι τοῦ ἀνθρώπου. πρὸς λόγον δὲ εἰπεῖν· ἔστι βασιλεὺς καὶ θεὸς ὁ Ἰησοῦς, τύραννος δὲ καὶ ἄρχων κακὸς ὁ σατανᾶς. λοιπὸν ὁ θεὸς καὶ οἱ ἄγγελοι αὐτοῦ τὸν ἄνθρωπον τοῦτον βούλονται οἰκειώσασθαι μεθ' ἑαυτῶν εἰς τὴν βασιλείαν· ὁμοίως ὁ διάβολος καὶ οἱ ἄγγελοι αὐτοῦ θέλουσιν οἰκειώσασθαι τοῦτον εἰς ἑαυτούς. μέση οὖν ἐστιν ἡ ψυχὴ τῶν δύο ὑποστάσεων, καὶ λοιπὸν εἰς οἷον ἂν μέρος ῥέψῃ τὸ θέλημα τῆς ψυχῆς, ἐκείνου γίνεται κτῆμα καὶ υἱός. Ὥσπερ δὲ εἰ ἀποστείλῃ τις πατὴρ εἰς πατρίδα ξένην τὸν ἑαυτοῦ υἱόν, ὅπου ἀπαντῶσιν αὐτὸν καθ' ὁδὸν θηρία, καὶ δίδωσιν αὐτῷ φάρμακα καὶ ἀντίδοτα, ἵνα ἐὰν αὐτῷ ἐπέλθωσι τὰ θηρία ἢ δράκοντες, ἐπιδῷ τὸ φάρμακον καὶ ἀποκτείνῃ αὐτά, οὕτως καὶ ὑμεῖς σπουδάσατε λαβεῖν ἐπουράνιον φάρμακον, τὸ ἰαματικὸν καὶ ἀντίδοτον τῆς ψυχῆς, ἵνα δι' αὐτοῦ ἀποκτείνητε τὰ ἰοβόλα θηρία τῶν ἀκαθάρτων πνευμάτων. οὐκ ἔστι γὰρ εὔκολον πρᾶγμα καθαρὰν καρδίαν κτήσασθαι, εἰ μὴ μετὰ ἀγῶνος πολλοῦ καὶ καμάτου, ἵνα συνείδησιν καὶ καθαρὰν καρδίαν κτήσηται ἄνθρωπος, ἵνα ὁλοτελῶς ἐκριζωθῇ τὸ κακόν. Καὶ γὰρ συμβαίνει χάριν εἶναι εἴς τινα, καὶ ἡ καρδία οὐ κεκαθάρισται, καὶ διὰ τοῦτο ἔπεσον οἱ πεσόντες, ὅτι οὐκ ἐπίστευσαν μετὰ τὴν χάριν συνεῖναι αὐτοῖς τὸν καπνὸν καὶ τὴν ἁμαρτίαν. πάντες δὲ οἱ δίκαιοι διὰ τῆς στενῆς καὶ τεθλιμμένης ὁδοῦ μέχρι τέλους εὐηρέστησαν τῷ θεῷ. ὁ Ἀβραὰμ κατὰ θεὸν πλούσιος ὢν καὶ κατὰ κόσμον, γῆν ἑαυτὸν καὶ σποδὸν ὠνόμαζε, καὶ ὁ ∆αβὶδ «ὄνειδος ἀνθρώπων» φησὶ «καὶ ἐξουδένωμα λαῶν, σκώληξ καὶ οὐκ ἄνθρωπος». ὁμοίως πάντες οἱ προφῆται καὶ ἀπόστολοι κακουχούμενοι, ὀνειδιζόμενοι ἦσαν. Αὐτὸς ὁ κύριος, ὅς ἐστιν ὁδὸς καὶ θεός, ἐλθὼν οὐ δι' ἑαυτόν, ἀλλὰ διὰ σέ, ἵνα σοι τύπος γένηται παντὸς ἀγαθοῦ, βλέπε εἰς ποίαν ταπείνωσιν ἦλθε, μορφὴν δούλου λαβών, θεὸς υἱὸς θεοῦ, βασιλεὺς υἱὸς βασιλέως, διδοὺς μὲν αὐτὸς ἰαματικὰ φάρμακα καὶ θεραπεύων τοὺς τετραυματισμένους, ἔξωθεν δὲ ὡς εἷς τῶν τετραυματισμένων φαινόμενος. ἀλλὰ μὴ καταφρονήσῃς τοῦ θεϊκοῦ ἀξιώματος, βλέπων αὐτὸν ἔξωθεν τεταπεινωμένον ὡς ὅμοιον ἡμῖν. δι' ἡμᾶς οὕτως ἐφάνη, οὐ δι' ἑαυτόν. ἐννόησον, ἐν ᾗ ὥρᾳ ἔκραζον· σταύρωσον, σταύρωσον αὐτόν, καὶ ὁ ὄχλος συνήρχετο, πῶς ἦν τεταπεινωμένος παρὰ πάντας. ὥσπερ ἐν τοῖς φαινομένοις ἐὰν ᾖ κακοποιὸς καὶ λάβῃ ἀπόφασιν παρὰ τοῦ ἄρχοντος, λοιπὸν ὑπὸ τοῦ δήμου ὅλου βδελυκτός ἐστι καὶ ἐξουδενωμένος, οὕτως ὁ κύριος ἐν τῇ ὥρᾳ τοῦ σταυροῦ, ὡς ἄνθρωπος μέλλων ἀποθνῄσκειν, κατευτελισμένος ἦν ὑπὸ τῶν Φαρισαίων. ὅτε δὲ πάλιν ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐπέθηκαν αὐτῷ ἀκάνθινον στέφανον καὶ ἐρράπισαν αὐτόν, ποίαν οὐχ ὑπερέβη ταπείνωσιν; γέγραπται γὰρ ὅτι «τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας καὶ τὸ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων καὶ τὰς σιαγόνας μου ἀπὸ ῥαπισμάτων». εἰ δὲ ὁ θεὸς εἰς τοσαύτας ὕβρεις καὶ πάθη καὶ ταπείνωσιν κατῆλθε, σὺ ὁ φύσει βόρβορος καὶ φύσεως θνητῆς, ὅσα ἂν ταπεινωθῇς, οὐδὲν ὅμοιον τῷ δεσπότῃ σου ποιήσεις; ὁ θεὸς διὰ σὲ ἑαυτὸν ἐταπείνωσε, καὶ σὺ διὰ σεαυτὸν οὐ ταπεινοῦσαι, ἀλλ' ἐπαίρῃ καὶ τυφοῦσαι; ἦλθε γὰρ τὰς σὰς θλίψεις καὶ τὰ βάρη λαβεῖν καὶ τὴν αὐτοῦ ἀνάπαυσιν σοὶ δοῦναι· καὶ σὺ οὐ θέλεις πόνους βαστάσαι καὶ παθεῖν, ἵνα οὕτω δυνηθῇ σου τὰ τραύματα ἰάσεως τυχεῖν; δόξα τῇ ἀνοχῇ καὶ μακροθυμίᾳ αὐτοῦ εἰς τοὺς αἰῶνας. ἀμήν.