89
κληρικῶν καὶ ξιφίδια κεκρυμμένα βαστάζοντας. οἱ μὲν οὖν ἧκον ὡς ἐνετάλθησαν· ἄρτι δὲ περὶ ὄρθρον τῆς νυκτὸς γενομένης ἧκον οἱ βασιλικοὶ ψάλται, τὰς ᾠδὰς ᾄσοντες τὰς ἑωθινάς. τούτοις ὁ παπίας καὶ τοὺς τοῦ Μιχαὴλ συνίστορας συνεισήγαγε, καὶ οἱ μὲν ἐν γωνίᾳ τινὶ καὶ σκότῳ συνεκρύπτοντο· οἱ ψάλται δὲ τοὺς ὕμνους ᾖδον. ἤδη δὲ τούτων ὑπερμεσούντων καὶ ὁ βασιλεὺς 335 εἰς τὸν ναὸν ἐπεδήμησε καὶ διάτορον ἔχων φθόγγον, βαρύτατον δὲ καὶ σὺν τραχύτητι ταῖς ἀκοαῖς εἰσδυόμενον, ᾤετο εὐφωνεῖν καὶ εἶναι μελῳδικώτατος καὶ κατάρχεσθαι τῶν ὕμνων εἰώθει. τότε τοίνυν στὰς ἐξεφώνησε, τῷ παντάνακτος ἐξεφαύλισαν πόθῳ. καὶ αὐτίκα τῆς γωνίας οἱ κατ' αὐτοῦ μελετήσαντες καὶ τοῦ σκότους ἐξέθορον, τὰ ξίφη σπασάμενοι· ὁ δὲ συνεὶς τὸ δρώμενον εἰσέδραμε τὸ θυσιαστήριον, καὶ οἱ αὐτοῦ δὲ ἀναιρέται ἐφείποντο, κἀκεῖ πρὸς αὐτῶν πολλαῖς κατατρωθεὶς ταῖς πληγαῖς καὶ τὴν χεῖρα ἀποτμηθεὶς τέλος ἀφῄρητο καὶ τὴν κεφαλήν, βασιλεύσας ὠμῶς τε καὶ ἀσεβῶς ἐπὶ ἔτη ἑπτὰ καὶ μῆνας πέντε. καὶ ὁ μὲν ἐκείνου νεκρὸς εἰς τὸν Ἱππόδρομον συρόμενος ἔρριπτο. ὁ δὲ Μιχαὴλ ἔτι τοὺς πόδας ὢν σιδηρόδετος (ἡ κλεὶς γὰρ οὐχ εὕρητο τῶν δεσμῶν αὐτίκα, τοῦ Λέοντος αὐτὴν ἐγκόλπιον φέροντος) εὐφημήθη καὶ προσεκυνήθη ὡς βασιλεύς. εἶτα τῶν σιδήρων θραυσθέντων εἰς τὴν μεγάλην ἐκκλησίαν 336 ἀφίκετο, ταινιωθησόμενος διαδήματι, τὴν μιαιφονίαν παρ' οὐδὲν λογισάμενος. τὴν δὲ τοῦ Λέοντος γαμετὴν καὶ τοὺς παῖδας (τέσσαρες δ' ἦσαν· Σαββάτιος, ὃς ἐν τῷ ἀναγορεύεσθαι μετωνόμαστο Κωνσταντῖνος, Βασίλειός τε καὶ Γρηγόριος καὶ τέταρτος Θεοδόσιος) τῶν βασιλείων καταγαγών, τὴν μὲν ἐν τῇ μονῇ καθεῖρξε τῶν ∆εσποτῶν, τοὺς δὲ εἰς τὴν Πρώτην καλουμένην νῆσον περιορίσας ἅπαντας τῆς ἀρρενωπίας ἐστέρησε. καὶ ὁ μὲν Θεοδόσιος ἔθανεν, ὁ δὲ Κωνσταντῖνος ἀφωνίᾳ κάτοχος γέγονε· δι' ἣν ἐδέετο θερμότατα τοῦ θεοῦ, ἀλλὰ μὴν καὶ τοῦ μεγάλου πατρὸς Γρηγορίου τοῦ θεολόγου, ἐνδελεχῶς τῷ αὐτοῦ προσφοιτῶν ἐκτυπώματι, περιαιρεθῆναι τὴν ἀφωνίαν αὐτοῦ· τῇ γὰρ ἐκπτώσει τῆς βασιλείας καὶ τῆς πατρικῆς κακοδοξίας οἱ παῖδες τοῦ Λέοντος συνεξέπεσον. ἔδοξεν οὖν ποτε ὁ ἅγιος ἐπιστῆναι αὐτῷ, κελεύων ἀναστῆναι καὶ ἀναγνῶναι τὸ "πάλιν Ἰησοῦς ὁ ἐμός." ὁ δὲ πεπιστευκὼς τῷ ῥήματι εἰσῆλθεν ἐπ' 337 ἐκκλησίας καὶ ἀνέγνω μή τινος αὐτοῦ παρεμποδίζοντος τῇ φωνῇ. εἰ δὲ καὶ περιγραπτοῖς ὁρίοις τὴν σύζυγον, ὡς εἴρηται, καὶ τοὺς παῖδας τοῦ Λέοντος περιέγραψεν, ἀλλ' οὐκ ἀχορηγήτους κατέλιπε, τινὰς δὲ τῶν κτήσεων αὐτῶν αὐτοῖς προσαπένειμεν, ἵν' ἐκ τούτων τὰ πρὸς χρείαν πορίζοιντο· καί τινας δὲ πρὸς ὑπηρεσίαν αὐτοῖς ἐδωρήσατο. Ὥρμητο δὲ ὁ Μιχαὴλ οὗτος ἐξ Ἀμορίου, πόλεως τῆς ἄνω Φρυγίας, ἐν ᾗ Ἰουδαῖοί τε καὶ Ἀθίγγανοι καὶ ἀσεβῶν ἑτέρωνπληθὺς ἐγκατῴκιστο· καί τις ἐκ τούτων ἦν ἐκεῖσε σύμμικτος αἵρεσις, ἧς συμμετέχειν καὶ οὗτος ὁ Μιχαὴλ λέγεται. καὶ ἡ αἵρεσις τὸ μὲν θεῖον βάπτισμα δέχεται, τὴν δὲ Μωσαϊκὴν διαταγὴν διδάσκει τηρεῖν, ἐκτὸς τοῦ περιτέμνεσθαι τὴν ἀκροβυστίαν. εἶχε δὲ καὶ Ἰουδαῖόν τινα κατ' οἶκον παιδοτριβοῦντα αὐτόν· ὅθεν οὐκ ἦν τι παρ' αὐτῷ εὑρεῖν ἀκραιφνές, ἀλλ' ἦν, ὡς εἰπεῖν, ὁ ἄνθρωπος πανσπερμία αἱρέσεων. διὸ καὶ τῷ λόγῳ ἀπήχθετο, ὡς εἰς ἀνατροπὴν ὄντι τῆς κακοδοξίας αὐτοῦ. 338 Ἀπορίᾳ δὲ συζῶν ἐκ νεότητος ἐστρατεύετο· ποτὲ τοίνυν τῷ ταγματάρχῃ προσελθὼν περί του ἐδέετο. τῷ δὲ ἔτυχέ τις Ἀθίγγανος παρεστὼς καί φησι πρὸς τὸν στρατηγὸν ἐν ἀπορρήτοις τὸν λόγον ποιούμενος ὡς "βασιλεύσει Ῥωμαίων οὗτος, ὅς σου δέεται νῦν." καὶ ὃς αὐτίκα τῷ μαντεύματι θέμενος οἰκειοῦται τὸν Μιχαὴλ καὶ κηδεστὴν ποιεῖται ἐπὶ τῇ θυγατρί. Ἄρτι δὲ τῇ αὐταρχίᾳ ἐπιπηδήσαντος τοῦ Μιχαήλ, ὡς ἱστόρηται, ὁ ἱερώτατος Νικηφόρος ὑπερόριος ὢν ἐπιστέλλει αὐτῷ, ἀξιῶν τὴν τῶν εἰκόνων γενήσεσθαι ἀναστήλωσιν. ὁ δὲ μήτε τι καινοτομήσειν ἔφη περὶ τὴν πίστιν μήτε τὴν τῆς ἐκκλησίας ἀλλοιῶσαι κατάστασιν, ἀλλὰ μηδὲ βιάσασθαί τινα περὶ τοῦ θείου δοξάζειν παρ' ὃ βούλεται. ἐν λόγοις δ' ἔμεινε ταῦτα· οὐ μετὰ πολὺ γὰρ τὴν γνώμην ἔδειξε τὴν οἰκείαν καὶ κατὰ τῶν ὀρθοδόξων ἐχώρησε, καὶ πολλοὺς καὶ