89
δὲ τὴν γλῶτταν ἀφιερούσας. 30.5 Μυρία δὲ τοιαῦτα καὶ ἀριθμὸν νικῶντα φιλοσοφίας ἐστὶ φροντιστήρια οὐκ ἐν τῇ ἡμετέρᾳ μόνον, ἀλλὰ καὶ κατὰ πᾶσαν τὴν ἕω. Πλήρης δὲ τούτων καὶ Παλαιστίνη καὶ Αἴγυπτος καὶ Ἀσία καὶ Πόντος καὶ Εὐρώπη πᾶσα. Ἐξ οὗ γὰρ ὁ δεσπότης Χριστὸς τὴν παρθενίαν ἐτίμησεν ὑπὸ παρθένου τεχθείς, τοὺς τῆς παρθενίας λειμῶνας ἡ φύσις ἐβλάστησε καὶ τὰ εὐώδη ταῦτα καὶ ἀμάραντα ἄνθη προσφέρει τῷ ποιητῇ, οὐκ εἰς ἄρρεν καὶ θῆλυ τὴν ἀρετὴν διακρίνουσα, οὐδὲ εἰς δύο διαφορὰς τὴν φιλοσοφίαν μερί ζουσα· σωμάτων γάρ, ἀλλ' οὐ ψυχῶν τὸ διάφορον. "Ἐν γὰρ Χριστῷ Ἰησοῦ, κατὰ τὸν θεῖον ἀπόστολον, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ"· μία δὲ καὶ ἀνδράσι καὶ γυναιξὶ κεχο ρήγηται πίστις· "Εἷς γὰρ κύριος, μία πίστις, ἓν βάπτισμα, εἷς θεὸς καὶ πατὴρ πάντων, ὁ ἐπὶ πάντων καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν ἡμῖν". Μίαν δὲ καὶ βασιλείαν οὐρανῶν ὁ ἀγωνοθέτης τοῖς νικηφόροις προτέθηκεν, ἆθλον τοῦτο κοινὸν τοῖς ἀγῶσιν ὁρίσας. 30.6 Πολλαὶ τοίνυν, ὡς ἔφην, καὶ ἀνδρῶν εἰσι καὶ γυναικῶν εὐσεβείας παλαίστραι οὐ παρ' ἡμῖν μόνον, ἀλλὰ καὶ ἐν Συρίᾳ πάσῃ καὶ Παλαιστίνῃ καὶ Κιλικίᾳ καὶ ἐν τῇ μέσῃ τῶν ποταμῶν. Ἐν Αἰγύπτῳ δέ φασι καὶ ἀνὰ πέντε χιλιάδας ἀνδρῶν ἔχειν ἔνια φροντιστήρια ἐργαζομένων καὶ μεταξὺ τὸν δεσπότην ἀνυμνούντων, καὶ οὐ μόνον τὴν ἀναγκαίαν ἐκ τῶν ἔργων ποριζομένων τροφήν, ἀλλὰ καὶ ξένοις ἀφικνου μένοις καὶ πενομένοις ἐπικουρούντων. 30.7 Ἀλλὰ πάντα διηγεῖσθαι οὐκ ἐμοὶ μόνῳ, ἀλλὰ καὶ πᾶσι συγγραφεῦσιν ἀδύνατον. Εἰ δὲ καὶ δυνατὸν ἦν, παρέλκον εἶναι νομίζω καὶ φιλοτιμίαν οὐδὲν ἔχουσαν κέρδος. Τοῖς γὰρ ὄνησίν τινα δρέπεσθαι βουλομένοις ἀπόχρη καὶ τὰ εἰρημένα παρασχεῖν τὸ ποθούμενον. Τούτου γὰρ εἵνεκα καὶ διαφόρων ἐμνημονεύσαμεν βίων καὶ γυναικῶν διηγήματα τοῖς τῶν ἀνδρῶν προστεθήκαμεν ἵν' ἔχωσι καὶ πρεσβύται καὶ νέοι καὶ γυναῖκες φιλοσοφίας ἀρχέτυπα, καὶ τὸν καταθύμιον ἕκαστος ἐκματτόμενος βίον ἔχῃ κανόνα τινὰ καὶ γνώμονα τοῦ οἰκείου τὸν ἐν τῷ διηγήματι κείμενον. Καὶ καθάπερ οἱ ζωγράφοι εἰς τὸ ἀρχέτυπον ἀφορῶντες καὶ ὀφθαλμοὺς ἀπομιμοῦνται καὶ ῥῖνα καὶ στόμα καὶ παρειὰς καὶ ὦτα καὶ μέτωπα καὶ αὐτὰς τῆς κεφαλῆς καὶ τοῦ γενείου τὰς τρίχας καὶ πρὸς τούτοις καὶ καθέδραν καὶ στάσιν καὶ αὐτὰ μέντοι τῶν ὀφθαλμῶν τὰ ἤθη, εἴτε χαροποιὰ εἴτε βλοσυρὰ εἴη, οὕτω προσήκει καὶ τῶν ἐντυγχανόντων ἕκαστον τῇδε τῇ συγγραφῇ βίον τινὰ μιμεῖσθαι προαιρού μενον πρὸς ἐκεῖνον ὃν προαιρεῖται τὸν οἰκεῖον ῥυθμίζειν. Καὶ ὥσπερ οἱ τέκτονες τῇ σπάρτῃ τὰς σανίδας ἀπευθύνοντες, μέχρι τοσούτου τὸ περιττὸν ἀφαιροῦσιν, ἕως ἂν τὸν κανόνα παραθέντες ἴσην γενομένην τὴν σανίδα θεάσωνται, οὕτω δεῖ τὸν ζηλοῦν τινα βίον βουλόμενον ἑαυτῷ τοῦτον ἀντὶ κανόνος παρατιθέναι καὶ τῆς τε κακίας ἀποκόπτειν τὰ περιττὰ καὶ τῆς ἀρετῆς ἀναπληροῦν τὰ ἐλλείποντα. Τούτου γὰρ εἵνεκα καὶ τὸν τῆς συγγραφῆς ἀναδεξάμεθα πόνον, ὠφελείας ἀφορμὴν προτιθέντες τοῖς βουλομένοις. Ἀξιῶ δὲ τοὺς ἐντευξομένους τοῖς ἑτέρων πόνοις ἀπόνως ἐντρυ φῶντας προσευχῇ τοὺς πόνους ἀμείψασθαι. 30.8 Ἱκετεύω δὲ καὶ τούτους ὧν τὸν βίον συνέγραψα μὴ περιϊδεῖν με πόρρω τῆς πνευματικῆς αὐτῶν χορείας διάγοντα, ἀλλ' ἀνελκῦσαι κάτω κείμενον καὶ πρὸς τὸ ὕψος τῆς ἀρετῆς ἀναγαγεῖν καὶ τῷ ἰδίῳ χορῷ συνάψαι ὡς ἂν μὴ μόνον εὐφημοίην τὸν ἀλλότριον πλοῦτον, ἀλλὰ καὶ αὐτὸς σχοίην τινὰς ἀφορμὰς εὐφημίας, ἔργῳ καὶ λόγῳ καὶ διανοίᾳ δοξάζων τὸν σωτῆρα τῶν ὅλων, μεθ' οὗ τῷ πατρὶ ἡ δόξα σὺν τῷ ἁγίῳ πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν. 31.t ΠΕΡΙ ΤΗΣ ΘΕΙΑΣ ΑΓΑΠΗΣ