τοῦτο γίνεται; φησὶν ἑξῆς· ὅταν οὖν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως τὸ ῥηθὲν ὑπὸ ∆ανιὴλ τοῦ προφήτου ἑστὸς ἐν τόπῳ ἁγίῳ, ὁ ἀναγινώσκων νοείτω. καὶ πάλιν· τότε ἐάν τις ὑμῖν εἴπῃ, ἰδοὺ ὧδε ὁ Χριστός, ἢ ἰδοὺ ἐκεῖ, μὴ πιστεύσητε. ἡ μισαδελφία δίδωσι λοιπὸν χώραν τῷ Ἀντιχρίστῳ. προετοιμάζει γὰρ ὁ διάβολος τὰ σχίσματα τῶν λαῶν, ἵνα εὐπαράδεκτος γένηται ὁ ἐρχόμενος. μὴ γένοιτο δὲ μηδένα τῶν ἐνταῦθα μηδὲ τῶν ἀλλαχοῦ δούλων τοῦ Χριστοῦ προσδραμεῖν τῷ ἐχθρῷ. Περὶ τούτου γράφων ὁ ἀπόστολος Παῦλος φανερὸν ἔδωκε σημεῖον λέγων· ὅτι ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος τῆς ἀνομίας, ὁ υἱὸς τῆς ἀπωλείας, ὁ ἀντικείμενος καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον θεὸν ἢ σέβασμα, ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ θεοῦ καθίσαι ἀποδεικνύοντα ἑαυτὸν ὅτι ἐστὶ θεός. οὐ μνημονεύετε, ὅτι ἔτι ὢν πρὸς ὑμᾶς ταῦτα ἔλεγον ὑμῖν; καὶ νῦν τὸ κατέχον οἴδατε, εἰς τὸ ἀποκαλυφθῆναι αὐτὸν ἐν τῷ ἑαυτοῦ καιρῷ. τὸ γὰρ μυστήριον ἤδη ἐνεργεῖται τῆς ἀνομίας, μόνον ὁ κατέχων ἄρτι ἕως ἐκ μέσου γένηται. καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος, ὃν ὁ κύριος ἀνελεῖ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ. οὗ ἐστιν ἡ παρουσία κατ' ἐνέργειαν τοῦ σατανᾶ ἐν πάσῃ δυνάμει καὶ σημείοις καὶ τέρασι ψεύδους, ἐν πάσῃ ἀπάτῃ ἀδικίας τοῖς ἀπολλυμένοις. Ταῦτα μὲν ὁ Παῦλος. νῦν δὲ ἔστιν ἡ ἀποστασία. ἀπέστησαν γὰρ οἱ ἄνθρωποι τῆς ὀρθῆς πίστεως. καὶ οἱ μὲν υἱοπα τορίαν καταγγέλλουσιν, οἱ δὲ τὸν Χριστὸν ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παρενεχθέντα λέγειν τολμῶσιν. καὶ πρότερον μὲν ἦσαν φανεροὶ οἱ αἱρετικοί, νῦν δὲ πεπλήρωται ἡ ἐκκλησία κεκρυμμένων αἱρετικῶν. ἀπέστησαν γὰρ οἱ ἄνθρωποι ἀπὸ τῆς ἀληθείας καὶ κνήθονται τὴν ἀκοήν. λόγος πιθανός, καὶ πάντες ἀκούουσιν ἡδέως. λόγος ἐπιστροφῆς, καὶ πάντες ἀποστρέφονται. ἀπέστησαν οἱ πλεῖστοι τῶν ὀρθῶν λόγων, καὶ μᾶλλον τὸ κακὸν αἱροῦνται ἢ τὸ ἀγαθὸν προαιροῦνται. αὕτη τοίνυν ἐστὶν ἡ ἀποστασία, καὶ μέλλει προσδοκᾶσθαι ὁ ἐχθρός. καὶ τέως κατὰ μέρος ἤρξατο ἀποστέλλειν τοὺς ἑαυτοῦ προδρόμους, ἵνα ἕτοιμος ἔλθῃ λοιπὸν ἐπὶ τὴν θήραν. βλέπε τοίνυν σεαυτόν, ἄνθρωπε, καὶ ἀσφαλίζου τὴν ψυχήν. διαμαρτύρεταί σε ἡ ἐκκλησία νῦν ἐνώπιον θεοῦ ζῶντος, προδιαλέγεταί σοι τὰ περὶ τοῦ Ἀντιχρίστου πρὶν παραγενέσθαι. καὶ εἴτε ἐπὶ σοῦ γίνεται, οὐκ οἴδαμεν, εἴτε μετὰ σὲ γίνεται, οὐκ οἴδαμεν. καλὸν δέ ἐστι ταῦτα εἰδότα σε προασφαλίσασθαι. 15.10 Ὁ Χριστὸς ὁ ἀληθής, ὁ τοῦ θεοῦ μονογενὴς υἱός, οὐκέτι ἀπὸ γῆς ἔρχεται. ἐάν τις ἔλθῃ ἐν ἐρήμοις φαντασιοσκοπῶν, μὴ ἐξέλθῃς. ἐὰν εἴπωσιν, ἰδοὺ ὧδε ὁ Χριστός, ἰδοὺ ἐκεῖ, μὴ πιστεύσῃς. κάτω καὶ εἰς γῆν μὴ βλέπε λοιπόν. ἐξ οὐρανῶν γὰρ ὁ δεσπότης κατέρχεται, οὐ μόνος ὡς πρὸ τούτου, ἀλλὰ πολλοστός, ὑπὸ μυριάδων ἀγγέλων δορυφορούμενος, οὐδὲ κεκρυμμένως ὡς ὑετὸς ἐπὶ πόκον, ἀλλ' ὡς ἀστραπὴ φανερῶς ἐκλάμπων. αὐτὸς γὰρ εἴρηκεν· ὥσπερ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου. καὶ πάλιν· καὶ ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς. καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος μεγάλης, καὶ τὰ ἑξῆς. 15.11 Ἀλλ' ὥσπερ, μέλλοντος αὐτοῦ πρότερον ἐνανθρωπεῖν καὶ ἐκ παρθένου γεννᾶσθαι προσδοκωμένου θεοῦ, προδιέβαλεν ὁ διάβολος τὸ πρᾶγμα, κακούργως ἐν εἰδωλολατρείᾳ θεοὺς ψευδεῖς γεννῶντας καὶ γεννωμένους ὑπὸ γυναικῶν προμυθολογήσας, ἵνα προλαβόντος τοῦ ψεύδους, ὡς ἐνόμιζεν, ἀπιστηθῇ καὶ τὸ ἀληθές, οὕτως μέλλοντος Χριστοῦ δεύτερον ἔρχεσθαι τοῦ ἀληθοῦς ἐφόδιον λαμβάνων τὴν τῶν ἀκάκων προσδοκίαν ὁ ἀντικείμενος καὶ μάλιστα τῶν ἐκ περιτομῆς ἄγει τινὰ ἄνθρωπον μάγον καὶ τῆς ἐν φαρμακείαις καὶ ἐπαοιδαῖς ἀπατηλῆς κακοτεχνίας ἐμπειρότατον, ἁρπάζοντα μὲν ἑαυτῷ τῆς τῶν Ῥωμαίων βασιλείας τὴν ἐξουσίαν, ψευδῶς δὲ Χριστὸν ἑαυτὸν ἀποκαλοῦντα, καὶ διὰ μὲν τῆς τοῦ Χριστοῦ προσηγορίας Ἰουδαίους τοὺς τὸν ἠλειμμένον προσδοκῶντας ἀπατῶντα,