90
ἄλλους δεινοῖς περιέβαλε, πρὸς τοῖς ἄλλοις δὲ καὶ τὸν θεῖον Μεθόδιον καὶ τὸν τῆς Σάρ339 δεων ἀρχιερατεύοντα τὸν Εὐθύμιον ἐξορίᾳ παρέπεμψε διὰ τὴν τῶν ἁγίων εἰκόνων τιμήν. εἶτα τὸν μὲν Μεθόδιον καθείργνυσι κατὰ τὸν Ἀκρίταν· τὸν ἀοίδιμον δ' Εὐθύμιον μαρτυρικῷ τελειοῖ θανάτῳ, ἀφειδῶς μαστιζόμενον διὰ τοῦ υἱοῦ αὐτοῦ Θεοφίλου. ἐζήλου δ' ἐν ἅπασι τὸν Κοπρώνυμον καὶ τοῖς Ἰουδαίοις προσέκειτο τά τε σάββατα νηστεύειν προσέταττε. τῇ ἀναστάσει τε ἀπιστῶν διετώθαζε τὰ μέλλοντα ἀγαθὰ καὶ τοὺς προφήτας διέσυρε καὶ δαίμονας οὐκ εἶναι διεβεβαιοῦτο· πορνείαν τε οὐχ ἁμάρτημα ἥγητο καὶ τὸν ἐπὶ πᾶσι θεὸν ὀμνύειν διεκελεύετο. τῷ τε Ἰούδᾳ σωτηρίαν ἐπεφήμιζε καὶ τὸ πάσχα οὐ κατὰ καιρὸν ἑορτάζεσθαι ἐδογμάτιζε. ταῦτα μὲν οὖν ἐκ πολλῶν ὀλίγα τῆς ἐκείνου κακίας ἢ καὶ ἀνοίας γνωρίσματα ξυγγεγράφαται. Ὁ δὲ λόγος τὰ τότε ξυμβεβηκότα διδότω τῇ ἱστορίᾳ· τὰ δ' ἦσαν ἐμφύλιοι πόλεμοι. ὁ δὲ τούτων κατάρξας Θωμᾶς ἦν, εἷς τῶν τριῶν τυγχάνων ἀνδρῶν, περὶ ὧν ἐν τῷ Φιλομηλίῳ μοναχὸς τῷ Βαρδανίῳ προέφησε τοὺς μὲν δύο ἐπιβήσεσθαι 340 τῆς βασιλείου ἀρχῆς, τὸν δέ γε τρίτον (ὃς οὗτος ἦν ὁ Θωμᾶς) ἐπιχειρῆσαι μὲν τυραννίδι καὶ ἑαυτῷ περιθέσθαι διάδημα, μὴ μέντοι καὶ τῆς βασιλείας τυχεῖν. οὗτος τοίνυν, ὡς ἤδη μοι εἴρηται, ἄρχων καταστὰς τοῦ τάγματος τῶν φοιδεράτων παρὰ τοῦ Λέοντος, ὡς ἔγνω τὸν εὐεργέτην ἀναιρεθέντα παρὰ τοῦ Μιχαήλ, τῷ μὲν δοκεῖν τιμωρῶν ἐκείνῳ, τῷ δ' ὄντι τὴν βασιλείαν καραδοκῶν ἀνταίρει τῷ Μιχαὴλ καὶ συναλίσας δύναμιν οὐκ εὐκαταφρόνητον ἅπασαν σχεδὸν τὴν ἑῴαν μοῖραν ἐσφετερίσατο καὶ τοὺς δημοσίους φόρους αὐτῷ κομίζεσθαι παρεσκεύαζε. καὶ πολὺς ἐντεῦθεν γενόμενος ἐπῆλθε καὶ τοῖς Ἀγαρηνοῖς, ἀδεέστερον τότε πᾶσαν ληιζομένοις χώραν καὶ τὰς νήσους αὐτὰς διὰ τὸν ἐμφύλιον πόλεμον. καὶ ἐπελθὼν ἀνέκοψε τῆς φορᾶς καὶ ἀνακόψας παρεστρατοπεδεύσατο καὶ ἐς λόγους ἦλθεν αὐτοῖς καὶ ἥκων εἰς λόγους ἐσπείσατο ἐπὶ συνθήκαις τοῦ Ῥωμαϊκῶν ὁρίων παραχωρῆσαι αὐτοῖς, εἰ τῆς βασιλείας ἐγκρατὴς γένοιτο. οὕτω δὲ ταῦτα διοικησάμενος καὶ τὴν κεφαλὴν ἀνεδήσατο ταινίᾳ βασιλικῇ καὶ αὐτοκράτωρ ἀνερρήθη κατὰ τὴν Ἀντιόχειαν παρὰ τοῦ τότε τὸν θρόνον αὐτῆς τὸν πατριαρχικὸν 341 ἔχοντος· Ἰὼβ δ' ἐκεῖνος ἐκέκλητο. κἀκεῖθεν ὁρμηθεὶς σὺν μεγάλῳ στρατεύματι (ἔτυχε γὰρ συμμάχων οὐκ Ἀγαρηνῶν μόνον, ἀλλὰ καὶ ἐξ ἑτέρων ἐθνῶν πλειόνων) τῇ τυραννίδι κραταιότερον ἐπεχείρησεν. ἦν δὲ ὁ Θωμᾶς οὗτος οὐ τῶν εὐπατριδῶν, ἀλλὰ καὶ τῶν λίαν ἀσήμων καὶ τούτων βαρβάρων, καὶ ἀπορίᾳ σύντροφος τῇ ἐσχάτῃ, ὥστε καὶ δουλεύειν μισθοῦ. ἀναχθεὶς δ' ὑπὸ τῆς τύχης, ὡς εἴρηται, καὶ τυραννίδι ἐπιχειρήσας τήν τε κλῆσιν μετέθετο, Κωνσταντῖνον ἑαυτὸν ὀνομάσας καὶ κοινωνὸν τῆς βασιλείας, ὡς ᾤετο, προσελάβετο, υἱὸν εἰσποιητὸν οἰκειωσάμενός τινα. τοῦ δὲ Μιχαὴλ στρατιὰν κατ' αὐτοῦ ἐσταλκότος, συμβαλὼν ἐκεῖνος αὐτῇ τοὺς μὲν ἀνεῖλε, τοὺς δὲ φυγάδας ἀπέφηνεν. ἐντεῦθεν κραταιότερον τῆς τυραννίδος ἐπείληπτο καὶ στόλον ἐξαρτυσάμενος, ἀλλὰ μὴν καὶ τὸ βασιλικὸν ναυτικὸν ὑφ' ἑαυτὸν ποιησάμενος ἐξ Ἀβύδου πρὸς τὴν Θρᾴκην ἐπεραιώθη καὶ τὰ τῆς ἑῴας ἅπαντα σχεδὸν ὑπηγάγετο, ἄνευ μέντοι τοῦ θέματος τοῦ Ὀψικίου, οὗ ὁ Κατάκυλας ἐστρατήγει, καὶ τοῦ τῶν Ἀρμενιακῶν· ὁ Ὀλβιανὸς δὲ τὴν στρατηγίδα τούτου εἶχεν 342 ἀρχήν, ὃς δὴ λοχήσας καὶ τὸν τῷ τυράννῳ εἰσποιηθέντα υἱὸν κατασχὼν ἀνεῖλεν εὐθύς. Γενόμενος δ' ἐν τῇ Θρᾴκῃ, ὡς εἴρηται, ὁ Θωμᾶς προστιθεμένους αὐτῷ τοὺς ξύμπαντας ἔσχηκεν. αὖθις οὖν τοῦ βασιλέως κατά τε γῆν αὐτῷ συμμίξαντος καὶ κατὰ θάλασσαν, καὶ ἄμφω τὰς στρατιὰς ὁ τύραννος ἐτρέψατό τε καὶ διεσκέδασεν, υἱοθετήσατο δ' ἕτερον, τοῦ πρώτου κτανθέντος, ὡς εἴρηται, Ἀναστάσιον μὲν καλούμενον, μοναχὸν δ' ὄντα, καὶ τὸ μὲν σχῆμα τὸ θεῖον ἀποδυσάμενον, στολὴν δὲ κοσμικὴν μεταμφιασάμενον. ἐς τοῦτο δ' ἧκεν ἀπορίας ὁ Μιχαὴλ ὡς σιδηρᾶν ἐκτεῖναι σειρὰν ἐξ ἀκροπόλεως εἰς τὸ κατ' ἀντιπέραν πολίχνιον, ἵν' ἄβατα τοῖς τοῦ τυράννου φυλάττοιτο τὰ ἐντός. ἀλλ' ὁ Θωμᾶς ὁμοῦ τῇ πόλει προσέβαλε κατὰ γῆν τε καὶ κατὰ