ἐν τῇ ἐπουρανίῳ ἐκκλησίᾳ. καὶ «πρωτότοκος μέν ἐστιν αὐτὸς ἐκ νεκρῶν», πρωτότοκοι δὲ καὶ αὐτοί. ἀλλὰ καίπερ τοιοῦτοι ὄντες ἐκλεκτοὶ καὶ δόκιμοι παρὰ θεῷ, παρ' ἑαυτοῖς εἰσιν ἐλάχιστοι καὶ λίαν ἀποδεδοκιμασμένοι. καὶ τοῦτο αὐτοῖς ὡς φυσικὸν καὶ πηκτόν ἐστι, τὸ μηδὲν ἑαυτοὺς ἡγεῖσθαι. 20Ἐρώτησις:20 οὐκ οἴδασιν οὖν ὅτι προσθήκην ἔλαβον, καὶ ὃ οὐκ εἶχον, ἐκτήσαντο ξένον τῆς φύσεως αὐτῶν; 20Ἀπόκρισις:20 ἐγὼ γάρ σοι λέγω, ὅτι οὔκ εἰσι δεδοκιμασμένοι καὶ οὔκ εἰσιν ἐν προκοπῇ καὶ ἀγνοοῦσιν, ὡς ὃ οὐκ εἶχον ἐκτήσαντο. ἀλλὰ τοιούτους ὄντας αὐτὴ ἡ χάρις ἐλθοῦσα διδάσκει μὴ ἔχειν τὴν ψυχὴν αὐτῶν τιμίαν, ὄντας ἐν προκοπῇ, ἀλλὰ φυσικῶς ἀτίμους ἑαυτοὺς ἡγεῖσθαι· καὶ παρὰ θεῷ τίμιοι ὄντες παρ' ἑαυτοῖς οὔκ εἰσι. καὶ ἐν προκοπῇ καὶ γνώσει θεοῦ ὄντες ὡς μηδὲν εἰδότες εἰσί, καὶ παρὰ θεῷ πλούσιοι ὄντες παρ' ἑαυτοῖς εἰσι πένητες. ὥσπερ δὲ ὁ Χριστὸς μορφὴν δούλου λαβών διὰ τῆς ταπεινοφροσύνης ἐνίκησε τὸν διάβολον, οὕτως ἐξ ἀρχῆς ὁ ὄφις διὰ τῆς ὑψηλοφροσύνης καὶ τυφώσεως κατέστρεψε τὸν Ἀδάμ. καὶ νῦν ὁ αὐτὸς ὄφις ἐνδομυχῶν ταῖς καρδίαις διὰ τυφώσεως, καταβάλλει καὶ ἀπολλύει τὸ γένος τῶν Χριστιανῶν. ὥσπερ γὰρ ἐὰν ᾖ τις ἐλεύθερος καὶ εὐγενὴς κατὰ κόσμον καὶ πλοῦτον ἔχων πολύν, ἔτι προσοδεύηται καὶ εἰσάγῃ καρπούς, οὗτος ἀπονοεῖται καὶ θαρσεῖ ἑαυτῷ, καὶ ἀβάστακτος ὢν πάντας λακτίζει καὶ κολαφίζει, οὕτως εἰσί τινες μὴ ἔχοντες διάκρισιν, μικρὰν δὲ ἀνάπαυσιν εὑρόντες καὶ εὐχήν, ἤρξαντο τυφοῦσθαι καὶ ἀπονοεῖσθαι καὶ κατακρίνειν, καὶ οὕτω κατέπεσον εἰς τὰ κατώτατα τῆς γῆς. ὁ γὰρ αὐτὸς ὄφις ὁ ἐκβαλὼν τὸν Ἀδὰμ διὰ τῆς ὑψηλοφροσύνης εἰπὼν ὅτι «ὡς θεοὶ γενήσεσθε», οὗτος καὶ νῦν ἐν ταῖς καρδίαις ὑποβάλλει ὑψηλοφροσύνην λέγων· τέλειος εἶ, ἀρκεῖ σοι, ἐπλούτησας, οὐ χρείαν ἔχεις, μακάριος εἶ. εἰσὶ δὲ ἕτεροι κατὰ κόσμον οἱ πλοῦτον μὲν ἔχοντες, τὸν δὲ προσοδεύοντες ἐν καρποῖς πολλοῖς κατέχουσιν ἑαυτοὺς ἐν διακρίσει καὶ οὔτε καυχῶνται οὔτε ἐπαίρονται, ἀλλ' εἰσὶν ἴσοι· οἴδασι γὰρ ὅτι μετὰ τὴν πρόσοδον ἔρχεται ἀφορία. καὶ πάλιν, ὅταν ἐμπέσωσιν εἰς ζημίαν καὶ ἀφορίαν οὐ λυποῦνται, ἀλλ' ἴσοι εἰσίν· οἴδασι γὰρ ὅτι πάλιν διαδέχεται εὐφορία. καὶ ἐν τούτοις ἐπὶ πολὺ γυμνασθέντες, οὐ ξενίζονται οὔτε ἐν προσόδῳ καὶ εὐφορίᾳ τυφοῦνται, οὔτε ἐὰν ἐπέλθῃ ζημία, ξενίζονται. Τὸ οὖν πρᾶγμα τοῦ Χριστιανισμοῦ τοιοῦτόν τί ἐστι· γεῦσις ἀληθείας, βρῶσις καὶ πόσις ἐξ ἀληθείας, φαγεῖν ἐστι καὶ πιεῖν διὰ δυνάμεως καὶ ἐνεργείας. ὥσπερ ἐὰν ᾖ πηγή, καὶ ὤν τις ἐκεῖ διψῶν ἄρχηται πίνειν, εἶτα ἐν τῷ μεταξὺ ἀποσπάσῃ τις αὐτὸν καὶ μὴ δώῃ ἐμπλησθῆναι ὅσον θέλει, λοιπὸν μᾶλλον ἐκκαίεται γευσάμενος τοῦ ὕδατος καὶ ἐπιζητεῖ σπουδαιότερον, οὕτως καὶ εἰς τὸ πνευματικὸν γεύεταί τις καὶ μεταλαμβάνει τροφῆς ἐπουρανίου, εἶτα ἐν τῷ μεταξὺ ὑποστέλλει καὶ οὐδεὶς αὐτῷ δίδωσιν ἐμπλησθῆναι. 20Ἐρώτησις:20 διὰ τί οὐ δίδωσιν ἐμπλησθῆναι; 20Ἀπόκρισις:20 ἐπίσταται ὁ κύριος τὴν ἀσθένειαν τοῦ ἀνθρώπου, ὅτι ταχέως ὑπεραίρεται· διὰ τοῦτο ὑποστέλλει καὶ παραχωρεῖ γυμνασθῆναι καὶ θλιβῆναι τὸν ἄνθρωπον. εἰ γὰρ μικρὸν λαμβάνεις καὶ οὐδείς σε βαστάζει, ἀλλὰ τυφοῦσαι, πόσῳ μᾶλλον εἰ ὑφ' ἕν σοί τις ἐδίδου ἐμπλησθῆναι, οὐκ ἄν σε οὐδεὶς ἔφερεν. ἀλλ' εἰδὼς ὁ θεὸς τὴν ἀσθένειάν σου οἰκονομεῖ σε εἰς θλίψεις, ἵνα ταπεινὸς γένῃ καὶ σπουδαιότερος τοῦ ἐπιζητεῖν τὸν θεόν. καὶ γὰρ κατὰ κόσμον πτωχός τις εὑρὼν βαλάντιον χρυσοῦ, ἀπὸ ἐλαφρίας ἤρξατο κηρύσσειν· εὗρον βαλάντιον, πλούσιός εἰμι. τότε ἐκ τῆς φήμης ἤκουσεν ὁ ἀπολέσας καὶ ἔλαβεν αὐτό. ἄλλος πλούσιος ἀπενοήθη καὶ ἀπελάκτισε καὶ ἤρξατο πάντας ὑβρίζειν καὶ ὑπεραίρεσθαί τινων, ὅθεν ἀκούσας ὁ βασιλεὺς ἐδήμευσεν αὐτοῦ τὰ ὑπάρχοντα. οὕτως καὶ εἰς τὸ πνευματικόν. μικρᾶς ἀναπαύσεως ἐὰν γεύσωνταί τινες, οὐκ οἴδασι διοικῆσαι, ἀλλ' ἀπολλοῦσι καὶ αὐτὸ ὃ ἔλαβον· πειράζει γὰρ αὐτοὺς ἡ ἁμαρτία καὶ σκοτίζει αὐτῶν τὸν νοῦν. 20Ἐρώτησις:20 μετὰ τὸ ἐπίσκεψιν τῆς χάριτος γενέσθαι πῶς πίπτουσί τινες; οὐχὶ ὁ