εὐθηνοῦντες, διδάσκει μετὰ τοῦτο καὶ ποῖον αὐτῶν τῶν ἀσεβῶν ἔσται τὸ τέλος· ὅπως ἂν, τὰ τοιαῦτα γνόντες σαφῶς, μὴ ἀπορῶμεν ἐν ταῖς ἀνωμαλίαις τῶν ἐν τῷδε τῷ βίῳ πραγμάτων. Ὡς ἀγαθὸς ὁ Θεὸς τῷ Ἰσραὴλ τοῖς εὐθέσι τῇ καρδίᾳ. Μέλλων διηγεῖσθαι τὴν τῶν ἐν ἀσεβείᾳ δι αγόντων ἀνθρώπων γινομένην εὐημερίαν, καὶ τὴν μετὰ ταῦτα αὐτοῖς ἀποκειμένην κόλασιν πικρὰν, προτάττει τὸ τοῖς εὐθέσιν ἀγαθὸν εἶναι τὸν Θεόν· ὅπως ἂν γνοῖεν οἱ τὴν εὐσεβῆ αἱρούμενοι μερίδα, ὡς μόνοις τοῖς εὐθέσι τῇ καρδίᾳ ἔσται ἀγαθὸς ὁ Θεός· οὐ μὴν ἔτι καὶ τοῖς φαυλότατα ἁμαρτάνουσιν. Ὥστε, εἰ καὶ δοκοῦσιν εὐημερεῖν, φησὶ, ταραττέσθω μηδεὶς, τὸ μικρὸν ὕστερον αὐτοὺς ἐκδεξόμενον κολαστήριον ἐν νοῶν. [Ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες. ∆ιηγεῖται τοιοῦτον τοὺς εὐσεβεῖς ὑπομένειν τὸν θάνα τον, ὡς μή τινα ἀνανεύειν εἴ τις αὐτὸν ἔροιτο, εἰ βού λοιτο τοιούτου θανάτου τυχεῖν.] Ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις, εἰρήνην ἁμαρτωλῶν ὁρῶν, κ.τ.λ. Τὰ τὸν κλόνον αὐτῷ ποιήσαντα τῆς ψυχῆς ἀφηγεῖται. Ταῦτα δέ ἐστι, τὸ πρῶτον μὲν ἐν εἰρήνῃ αὐτοὺς βαθείᾳ διατελεῖν· ἔπειτα διαπαντὸς εὐημερεῖν τοῦ βίου, ὡς καὶ μέχρι θανάτου τὴν εὐ ημερίαν συνεκτείνεσθαι, καὶ τοιοῦτον τοὺς ἀσεβεῖς ὑπομένειν αὐτὸν, ὡς μή τινα ἀνανεύειν εἴ τις αὐτὸν ἔροιτο, εἰ βούλοιτο τοῦ τοιούτου θανάτου τυχεῖν· πρὸς δὲ τοῦτο καὶ εἰ ἄρα συνέβη ἐπὶ τῇ ἁμαρτίᾳ αὐτῶν μάστιξ ἐπιστρεπτικὴ, ταύτην μὴ εἶναι χαλεπὴν, ἀλλ' ἐλαφράν τε καὶ εὐπαρακόμιστον· ἐφ' ἅπασι δὲ τού τοις τὸ μὴ τῶν ἀνθρωπίνων συναπολαύειν κόπων, μηδὲ δέεσθαι τῆς καθ' ἡμέραν ἐργασίας εἰς διατρο φὴν ἀναγκαίων τροφῶν. Οὗτος γὰρ αὐτῶν ὁ διὰ χει ρῶν κόπος οἷον ἀντὶ μαστίγων τοῖς ἀνθρώποις δέδο ται. ∆ιὰ τοῦτο ἐκράτησεν αὐτοὺς ἡ ὑπερηφανία, εἰς τέλος. Ἐπειδὴ πάντων μὲν ἀπολαύουσι τῶν ἀγαθῶν, κακοῦ δὲ οὐδενὸς, τούτου χάριν περισσῶς ἐπετήδευ σαν τὴν ὑπερηφανίαν· ἥτις καὶ ἀδίκους καὶ ἀσεβεῖς αὐτοὺς ἀπετέλεσε, καὶ ἐπὶ τοσοῦτον, ὡς καὶ τὰς ἀσεβείας αὐτῶν παχεῖς εἶναι καὶ οἱονεὶ εὐτραφεῖς. 27.329 ∆ιήλθοσαν εἰς διάθεσιν καρδίας. Ἡ παράνομος εὐημερία, φησὶν, ἕξιν αὐτοῖς πονηρὰν εἰργάσατο περὶ τὴν ψυχήν. Καὶ πόθεν δῆλον ἢ ἐκ τοῦ διανοεῖσθαι αὐ τοὺς καὶ λαλεῖν πονηρίαν; Ἀδικίαν εἰς τὸ ὕψος ἐλάλησαν. Ἐπίτασιν τῆς πονηρίας αὐτῶν σημαίνει, ὡς λοιπὸν καὶ εἰς αὐτὸν τὸν Θεὸν ἀναφέρειν τὴν βλασφημίαν. Ἔθεντο εἰς οὐρανὸν τὸ στόμα αὐτῶν. Βλάσφημα, φησὶ, προ έφερον κατὰ τοῦ Θεοῦ ῥήματα, καὶ ταῦτα ταπεινοὶ ὄντες καὶ τὴν γλῶσσαν ἐπὶ γῆς ἔχοντες. ∆ιὰ τοῦτο ἐπιστρέψει ὁ λαός μου. ∆ιὰ τοῦτο μέν τοι ἐπαρθέντας αὐτοὺς καταβληθῆναι. Ὁ δὲ νοῦς οὕτως· Ὠφέλειά τις, φησὶ, καὶ ἐπιστροφὴ τῷ ἐμῷ λαῷ γενήσεται, ἡ τούτων τιμωρία. Ἑωρακότες γὰρ οἶον τοὺς ἀσεβεῖς διαδέξεται τέλος, οὐκ ἄν ποτε εἰς τοῦτο ἔλθοιεν, ἐφορᾷν τὰ ἀνθρώπινα σαφῶς ἐγνωκότες Θεόν. Καὶ ἡμέραι πλήρεις εὑρεθήσονται ἐν αὐτοῖς. Ὅταν, φησὶ, τὴν τοιαύτην κτήσωνται γνώμην, τότε δὴ τότε τῆς ζωῆς αὐτῶν τὸν χρόνον καλῶς ἀνα πληρώσουσι, κατὰ τὸ εἰρημένον ὅτι· Ἐκοιμήθη πλήρης ἡμερῶν· τουτέστι πλήρεις αἱ ἡμέραι αὐτῶν παντὸς γεγόνασιν ἀγαθοῦ. Καὶ εἶπαν, πῶς ἔγνω ὁ Θεός; Ὁ μὲν ἐμὸς λαὸς, φησὶν, ἐκ τοῦ καταβληθῆναι τοὺς ἀσεβεῖς ὠφεληθή σεται. Οἱ δὲ προλεχθέντες δυσσεβεῖς καὶ ἄθεοι οὕτως ἠσέβουν, ὡς σκάνδαλον γενέσθαι τοῖς ὁρῶσι τὸν βίον αὐτῶν, καὶ ἀμηχανεῖν καὶ λέγειν· Εἰ ἆρα ἐφορᾷ τὰ ἀνθρώπινα ὁ Θεός; Τὸ γὰρ, Πῶς ἔγνω, ἀντὶ τοῦ, Πῶς γινώσκειν τὰ καθ' ἡμᾶς καὶ διοικεῖν λέγεται, καὶ πῶς γνῶσιν ἔχει τῶν ἡμετέρων; Ἰδοὺ οὗτοι ἁμαρτωλοὶ καὶ εὐθηνοῦντες εἰς τὸν αἰῶνα κατέσχον πλούτου. Τὸ αἴτιον τοῦ σκανδάλου τῶν ὁρώντων εὐθηνουμένους τοὺς ἀσεβεῖς παρατίθεται. Τοῦτο δέ ἐστι τὸ διαιωνίζειν αὐτοὺς κατὰ τὸν παρόντα βίον τῇ εὐημερίᾳ. Καὶ εἶπα· ἆρα ματαίως ἐδικαίωσα τὴν καρδίαν μου. Κἀγὼ, φησὶ, ταῦτα ὁρῶν, ἐθορυβούμην τοῖς λογισμοῖς, κατ' ἐμαυτὸν ἐν νοῶν, μήπως ἄρα ὁ ὑπὲρ ἀρετῆς πόνος ἔσται μοι μάταιος. Ἦν δὲ ὁ πόνος τὸ δικαιοσύνην ἀσκεῖν, καὶ τὸ καθαρεύειν ἀδίκου πράξεως, καὶ τὸ
91