91
θάλασσαν, τὴν σιδηρᾶν ἐκείνην ῥᾷστα διαρρήξας σειράν, καὶ ᾤετο, εἰ μόνον φανείη, τοὺς ἐν τῇ πόλει διὰ τὴν πρὸς τὸν κρατοῦντα ἀπέχθειαν εὐχερῆ τὴν εἴσοδον αὐτῷ παρασχεῖν. ἐπεὶ δ' ἐρρωμένους εὕρηκε τοὺς ἐντὸς πρὸς τὴν τῆς πόλεως φυλακὴν καὶ τῶν ἐλπίδων ἐψεύσθη, τότε μὲν ἀνεχώρησε καὶ βάλλεται χάρακα κατὰ τὸ τῶν θείων Ἀναργύρων ἱερώτατον τέμενος· ὁ τόπος δὲ τὰ Παυ343 λίνου ὠνόμαστο. ἡμερῶν δέ τινων διαγενομένων καὶ κατὰ χέρσον αὖθις καὶ κατὰ θάλασσαν ἐπήνεγκε τῇ πόλει τὸν πόλεμον, ἑλεπόλεις τε καὶ κλίμακας ἐπαγόμενος. ὡς δ' ἑώρα τὰ τῆς σπουδῆς αὐτῷ πανταχόθεν ἀνήνυτα, τότε μὲν τὴν ψυχρὰν ἐκτρεπόμενος Θρᾴκην (χειμὼν γὰρ ἦν) τὴν στρατιὰν αὐτοῦ ταῖς χώραις διένειμεν, ἐν ταύταις σχολάσουσαν καὶ τὴν τοῦ χειμῶνος ἐκφευξομένην δριμύτητα. ἄρτι δὲ τοῦ ἔαρος ἐφεστῶτος καὶ πάλιν προσῆγε καὶ ἀμφοτέρωθεν τῇ πόλει τὴν στρατιὰν καὶ περιεκύκλου τὰ τείχη τῷ τε πεζῷ στρατεύματι καὶ τῷ ναυτικῷ. ἤδη δὲ καὶ τῷ Μιχαὴλ ἡτοίμαστο καὶ στόλος καὶ στράτευμα. λόγοις οὖν παρακλητικοῖς τοὺς οἰκείους παραθαρρύνας ὁ βασιλεὺς ἀθρόον ἐκ πλειόνων πυλῶν ἐξάγει τούτους καὶ συρρήγνυται τῷ τοῦ τυράννου λαῷ. οἱ δὲ τῷ αἰφνιδίῳ καὶ τῷ θάρσει τῶν ἐπιόντων ἀποδεδειλιακότες τὰ νῶτα μετέβαλον καὶ ἔπεσον πολλοί, καὶ ἡ νίκη τῶν ἐκ τῆς πόλεως ἦν. τὰ μὲν οὖν κατὰ χέρσον οὕτω συνηνέχθη τῷ ἀποστάτῃ· οὐ μὴν ἀλλ' οὐδὲ τὰ κατὰ θάλασσαν κάλλιον ἔσχεν αὐτῷ. τὰς γὰρ βασιλικὰς τριήρεις τὸ τοῦ τυράννου ναυτικὸν θεασάμενον ἐπιούσας 344 αὐτῷ οὐχ ὑπήνεγκεν, ἀλλ' εὐθὺς τὴν συμπλοκὴν μὴ θαρρῆσαν εἰρεσίᾳ συχνῇ πρὸς τὴν χέρσον κατήγοντο, καὶ οἱ μὲν ἀπεδίδρασκον, οἱ δὲ τῷ Μιχαὴλ αὐτομολοῦντες προσῄεσαν. ὁ δ' ἀποστάτης ἔτι τῆς τυραννίδος ἀντείχετο καὶ οὔτε τὸν χάρακα ἔλυσε καὶ τὸ ἐν Ἑλλάδι ἑτοιμασθὲν αὐτῷ ναυτικὸν μετεπέμψατο· καὶ τόδε παρῆν κατὰ Βυρίδας νεωλκησάμενον. ὃ γνόντες οἱ τοῦ στόλου τοῦ Μιχαὴλ νυκτὸς αὐτοῖς ἐπιτίθενται καί τινας μὲν ᾑρήκασι τῶν πολεμίων νηῶν, ἑτέρας δὲ τῷ ὑγρῷ πυρὶ κατενέπρησαν. κατὰ γῆν δὲ συχναὶ μὲν ἐγίνοντο προσβολαί, Θεοφίλου τοῦ υἱοῦ τοῦ βασιλέως τοῦ λαοῦ προεξάρχοντος· ἀγχώμαλα δὲ τοῖς ἐναντίοις ἦσαν τὰ πράγματα καὶ οὐδενὶ μέρει καθαρῶς ἡ νίκη ἐπεμειδίασεν. ἐν τοσούτῳ δέ τι συμβὰν τῷ Θωμᾷ τὰ πράγματα ἔσφηλε· τῆς γὰρ φήμης πανταχοῦ τὴν τοῦ Θωμᾶ κηρυξάσης ἀποστασίαν καὶ τὴν πολιορκίαν τῆς πόλεως, Μορτάγων ὁ τῶν Βουλγάρων κατάρχων σπονδὰς ἐπὶ τοῦ Λέοντος τριακοντούτεις θέμενος καὶ φιλίως τότε Ῥωμαίοις ἔχων, αὐτεπάγγελτος ἧκε συμμαχήσων τῷ βασιλεῖ καὶ στρατο345 πεδεύεται κατὰ τὰ Κιδόκτου. τοῦτο τὸν ἀποστάτην ἐθρόησε. κρίνας δὲ ἀσύμφορον ἑαυτῷ ἅμα τε καὶ πολιορκεῖν καὶ τοῖς Βουλγάροις ἀντιστρατεύσασθαι (μερισθείσης γὰρ αὐτῷ τῆς δυνάμεως οὐκ ἀξιόμαχον ἑαυτὸν οὐδετέρῳ τυγχάνειν ᾤετο), κατὰ τῶν Βουλγάρων ἐχώρησε παντὶ τῷ στρατεύματι καὶ συμβαλὼν ἡττᾶται καὶ πολλοὺς μὲν ἀποβάλλει τῶν ἑαυτοῦ, τοὺς μὲν φθαρέντας, τοὺς δὲ καὶ ἁλόντας. ὅσοι δὲ τόν τε βαρβαρικὸν ἀκινάκην ἐξέφυγον καὶ τὴν αἰχμαλωσίαν διέφυγον, τὸ μέλλον καραδοκοῦντες ἡσύχαζον. οἱ Βούλγαροι δὲ τοὺς αἰχμαλώτους καὶ λείαν πολλὴν ἐπαγόμενοι ἀνεζεύγνυον τῇ νίκῃ γαυρούμενοι. ταύτην τὴν ἧτταν τοῦ ἀποστάτου ὅσον ἐκ τοῦ στόλου αὐτοῦ περιελέλειπτο ἐγνωκὸς πρὸς τὸν Μιχαὴλ ηὐτομόλησεν. ἐν τοιούτοις δὲ ὁ τύραννος γεγονὼς καὶ πάντῃ ἐξασθενήσας, ὅμως ἔτι τοῦ πολιορκεῖν οὐκ ἀφίστατο, ἀλλὰ μηδὲν ἀνύων ἀπανίσταται μὲν τῆς προσεδρείας τῆς πόλεως, ἄπεισι δὲ πορρωτέρω, καί τινα τόπον εὑρὼν ἐπιτήδειον ἐν τούτῳ βάλλεται χάρακα, κἀκεῖθεν ὁρμώμενος ἐληίζετο τῆς πόλεως τὰ προάστεια καὶ τὰς τούτων ἐκεράιζε χάριτας. ἐπῆλθε τοίνυν τούτῳ ὁ Μιχαήλ, καὶ μάχης συγκροτηθείσης οἱ τοῦ Θωμᾶ ἑκόντες ἐτράπησαν εἰς 346 φυγήν, καὶ οἱ μὲν τῷ βασιλεῖ προσερρύησαν, οἱ δ' ἐπὶ τὰ ἑαυτῶν ἀπῄεσαν ἕκαστοι. ὁ δέ γε τύραννος μετὰ βραχίστων εἰς Ἀδριανούπολιν ἄπεισι, καὶ ὁ Μιχαὴλ αὐτῷ κατ' ἴχνος ἀκολουθεῖ καὶ πολιορκεῖ τὴν πόλιν οὐχ ἑλεπόλεσιν, ἀλλὰ σπάνει τῶν ἀναγκαίων. καὶ οἱ τῆς πόλεως τῷ λιμῷ