1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

91

μόνοις, ποῖον ἂν ἐκ τῆς τοιαύτης τροφῆς ἀρύσαιντο θάλπος; πόση δ' ἂν ἐντεῦθεν, ἢ ποία λιβὰς αἵματος γένοιτο; 31.3 Κατ' οὐδὲν τοίνυν ἔοικε τὰ τῶν ἄλλων τοῖς τούτων ἐπιτηδεύμασιν. Οὔτε γὰρ ἐσθὴς ἡ αὐτὴ τούτων κἀκείνων· τραχυτάτη γὰρ αὕτη, καὶ ἥκιστα θερμᾶναι δυναμένη· οὔτε τροφὴ ὁμοία, ἀλλ' ἐναντία ἐκ διαμέτρου. Ποιμέσι μὲν γὰρ καὶ τοῖς ἄλλοις τοῖς τοιούτοις, τροφῆς καιρὸς ἅπας καιρός· τῇ ὀρέξει γὰρ ὁρίζονται τὸν καιρόν, κἂν ἕωθεν ἡ πείνη προσβάλῃ, παραυτίκα προσφέρουσι τὴν τροφήν· καὶ προσφέρουσιν ὅτι ἂν τύχῃ· οὐ γὰρ ὥρισται τοῦτο μὲν ἐσθίειν, ἐκεῖνο δὲ ἥκιστα, ἀλλὰ πάντων ὧν ἂν ἐθέλωσιν, ἀδεῶς ἀπολαύουσιν. Ἐνταῦθα δὲ καὶ ἡμέραι καὶ καιροὶ καὶ εἴδη τροφῆς καὶ μέτρα, καὶ κόρος ταύτης κεχω ρισμένος. Μηδεὶς τοίνυν ἡμῖν τῶν μεμψιμοίρων, γηπόνους καὶ ποιμένας καὶ ναύτας προφέρων εἰς μέσον, σμικρύνειν ἐπιχειρείτω τῶν μεγίστων τούτων ἀθλητῶν τοὺς ἀγῶνας. Ὅ τε γὰρ γηπόνος, μεθ' ἡμέραν κάμνων, οἴκοι θεραπεύεται νύκτωρ, πᾶσαν αὐτῷ θεραπείαν τῆς ὁμοζύγου ποριζούσης. Καὶ ὁ ποιμὴν δὲ ὡσαύτως μεταλαγχάνει πάντων ἐκείνων, ὧν προειρήκαμεν· ὁ δὲ ναύτης δέχεται μὲν τὴν ἀκτῖνα κατὰ τοῦ σώματος, ἀλλὰ τὴν ἀπὸ τῶν ὑδάτων θεραπείαν προσφέρει τῷ σώματι· ἐπινήχεται γὰρ ὅσον βούλεται, καὶ τῇ φλογὶ τῆς ἀκτῖνος ἀλεξιφάρμακον προσφέρει τὴν τῶν ὑδάτων ψυχρότητα. Οὗτοι δὲ θεραπείας μὲν οὐδεμιᾶς παρ' οὐδενὸς ἀπολαύουσιν. Οὐ γὰρ συνοικοῦσι γυναῖκες, αἳ τοῖς ἀνδράσι παντοδαπὴν μηχανῶνται παραψυχήν. Οὔτε δὲ τῆς ἀκτῖνος θερμότερον προσβαλλούσης, τὴν ἀπὸ τῶν ὑδάτων ψυχαγωγίαν προσφέρονται· οὔτε χειμῶνος ὥρᾳ τὴν τροφὴν ἀντιτάττουσι τῷ κρυμῷ, οὔτε τῆς νυκτὸς τὴν ἀνάπαυλαν, οἷόν τι φάρμακον, τοῖς μεθημερινοῖς προσφέ ρουσι πόνοις· καὶ μείζους γὰρ καὶ πλείους οἱ ταύτης τῶν ἐν ἡμέρᾳ γιγνομένων ἱδρώτων. Ἐν ταύτῃ γάρ, καὶ τὴν πρὸς τὸν ὕπνον ἀναδέχονται πάλην, καὶ τῆς γλυκείας ἐκείνης οὐκ ἀνέχονται ἥττης· ἀλλὰ τῆς ἡδίστης περιγί νονται τυραννίδος, καὶ παννύχιοι διατελοῦσι τὸν δεσπότην ὑμνοῦντες. Οὐδεὶς τοίνυν τῶν ἔξω τῆς τούτων φιλοσοφίας, τὴν τούτων ἐπιδέδεικται καρτερίαν. 31.4 Εἰ δὲ μηδεὶς τῶν ἄλλων ἀνθρώπων ἀντισχεῖν πρὸς τοὺς τοιούτους πόνους δεδύνηται, δῆλον ὡς ὁ περὶ τὸν θεὸν ἔρως ὑπερβῆναι τοὺς τῆς φύσεως παρεσκεύασεν ὅρους· καὶ τῷ ἄνωθεν πυρσῷ πυρπολούμενοι, φέρουσιν ἀσπασίως τὴν τοῦ κρυμοῦ προσβολήν, καὶ τῇ ἐντεῦθεν δρόσῳ, τὴν τῆς ἀκτῖνος καταπραΰνουσι φλόγα. Οὗτος αὐτοὺς καὶ τρέφει, καὶ ἄρδει, καὶ περιβάλλει, καὶ πτερὰ δίδωσι, καὶ πέτεσθαι διδάσκει, καὶ τὸν οὐρανὸν ὑπερβαίνειν παρα σκευάζει, καὶ τὸν ἐρώμενον ὡς δυνατὸν ἐπιδείκνυσι, καὶ τῇ φαντασίᾳ τῆς θεωρίας πυρσεύει τὸν πόθον, καὶ διεγείρει τὸ φίλτρον, καὶ σφοδροτέραν ἐξάπτει τὴν φλόγα. Καθάπερ γὰρ οἱ τῶν σωμάτων ἐρῶντες ὕλην ἀπὸ τῆς θέας τῶν ἐρωμένων τῷ φίλτρῳ πορίζουσι καὶ τὸν οἶστρον ἐκεῖνον χαλεπώτερον ἀπεργάζονται, οὕτως οἱ τῆς θείας ἀγάπης τὰ κέντρα δεχόμενοι, τὸ θεῖον ἐκεῖνο καὶ ἀκήρατον φαντα ζόμενοι κάλλος, ὀξυτέρας τῆς ἀγάπης τὰς ἀκίδας ἐργάζονται καὶ ὅσῳ πλέον ἀπολαῦσαι ποθοῦσι, τοσούτῳ μᾶλλον τὸν κόρον ἐλαύνουσι. Τῇ μὲν γὰρ ἡδονῇ τῶν σωμάτων ἀκο λουθεῖ πλησμονή, ὁ δὲ θεῖος ἔρως τοῦ κόρου τοὺς νόμους οὐ δέχεται. 31.5 Τοιοῦτος ἦν Μωϋσῆς ὁ μέγας νομοθέτης· ὃς πολλάκις, ὡς ἐφικτὸν ἀνθρώπῳ, τῆς θείας θεωρίας ἀξιωθείς, καὶ πολλάκις τῆς μακαρίας ἀπολαύσας φωνῆς, καὶ τεσσαράκοντα κατὰ ταὐτὸν ἡμέρας εἴσω τοῦ γνόφου γενόμενος, καὶ τὴν θείαν νομοθεσίαν δεξάμενος, οὐ μόνον κόρον οὐκ ἔλαβεν, ἀλλὰ καὶ σφοδροτέραν καὶ θερμοτέραν τὴν ἐπιθυμίαν ἐκτή σατο. Καθάπερ γάρ τινα κάρον ὑπὸ τῆς τοῦ ἔρωτος ἐκείνου δεξάμενος μέθης, καὶ τῷ φίλτρῳ λίαν ἐκβακχευθείς, τὴν μὲν οἰκείαν ἠγνόησε