ὑπὲρ τῶν προτέρων ἁμαρτημάτων ἑαυτὸν μαστίζειν τῇ ἐξομο λογήσει, καὶ εἰς τοῦτο ὥσπερ ἐκ κοίτης διανίστασθαι εἰς τὸ ὑπὲρ τῶν ἁμαρτημάτων κακοῦν ἑαυτόν. Εἰ ἔλεγον· ∆ιηγήσομαι οὕτως· ἰδοὺ τῇ γενεᾷ υἱῶν σου ἠσυνθέτηκα. Ταῦτα, φησὶν, ἐνενόουν κατ' ἐμαυτὸν, ὡς, εἰ τούτους τοὺς ὑπεισελθόντας μοι λογισμοὺς ἑτέροις ἐπαγγείλω (οὗτοι δὲ ἦσαν τό· Ἆρα ματαίως ἐδικαίωσα τὴν καρδίαν μου), παντὸς σκανδάλου αὐτοῖς γενοίμην αἴτιος. Τοῦτο δὲ ποιῶν παρέβαινον τῶν σῶν υἱῶν τὰς συνθήκας, τῶν δι καίων ἀνδρῶν δηλαδή. Αὗται δὲ ἦσαν τῶν ἁγίων αἱ συνθῆκαι, τὸ μὴ ἀλλήλοις σκανδάλου αἴτιος γίνεσθαι. Καὶ ὑπέλαβον τοῦ γνῶναι τοῦτο, κόπος ἐστὶν ἐνώπιόν μου. Ὑπονοήσας, φησὶ, τὰ οὕτω βαθέα γνῶναι κρίματα, ἐν κόπῳ ἐνέβαλλον ἐμαυτὸν, ἅτε 27.332 βαθέων ὄντων καὶ ἀνεξερευνήτων. Πλὴν τὸν δέοντα εἰς τὴν τούτων γνῶσιν πεπόρισμαι ἐμαυτῷ καιρόν· οὗτος δὲ ἦν ὁ τοῦ θείου δικαστηρίου καιρὸς, ὅτε ἀπο δώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Πλὴν διὰ τὰς δολιότητας αὐτῶν ἔθου αὐτοῖς κακά, κ.τ.λ. Ἐγὼ μὲν, φησὶν, ἐπιτήδειον τῆς ἀκριβοῦς περὶ τούτων γνώσεως ἐθέμην ἐμαυτῷ τὸν μέλλοντα καιρόν· ὅπως, τῷ προφητικῷ πνεύματι γνοὺς τὰ ἐσό μενα, φημὶ, ὡς αἰτία πικρῶν κολάσεων αὐτοῖς ἡ τοῦ τρόπου δολιότης γενήσεται. Ἔσται γὰρ αὐτῶν εἰς πτῶσιν τὸ ὕψωμα. Καὶ οὗτος ὁ παρὼν αὐτοῖς κριθείη πλοῦτος ὥσπερ ἂν καὶ τῶν ὀνειρωττόντων τὰ φάσματα ἀνυπόστατα καὶ πάσης σκιᾶς ἀσθενέστερα. Καὶ ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξου δενώσεις. Πόλις μὲν τοῦ Κυρίου ἡ ἄνω Ἱερουσαλὴμ, εἰκὼν δὲ αὐτῶν ἡ τοῦ χοϊκοῦ. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ἐπειδὴ τὴν τοῦ χοϊκοῦ, φησὶ, πεφορήκασιν εἰκόνα, καὶ οὐ τὴν τοῦ ἐπουρανίου, ταύτῃ τοι καὶ ἐξουδενωθήσονται· ἀκούσονται γὰρ κατ' ἐκεῖνο και ροῦ· Οὐκ οἶδα ὑμᾶς· ἅτε μὴ φοροῦντες τὴν αὐτοῦ τοῦ ἐπουρανίου εἰκόνα. Ὅτι ἐξεκαύθη ἡ καρδία μου, καὶ οἱ νεφροί μου ἠλλοιώθησαν, κἀγὼ ἐξουδενωμένος, καὶ οὐκ ἔγ νων, κ.τ.λ. Ἐπειδὴ ζηλῶν ἐζήλωκα τῷ Κυρίῳ, ὡς καὶ τὴν καρδίαν καὶ τοὺς νεφροὺς πληρωθῆναι ζήλῳ πυ ρὸς, τούτου χάριν ἠξιώθην φωτισθῆναι καὶ γνῶναι τὰ περὶ τῆς σῆς πόλεως πεποιημένα, καὶ τὰ περὶ τῆς εἰκόνος τῶν ἀσεβῶν. Ἀλλὰ δίκην κτήνους ἀλόγου διετέλεσα πρότερον, μὴ δυνάμενος ἐπιβαλεῖν τοῖς τῆς Προνοίας λόγοις. Ὅμως οὐκ ἀπελιπόμην σοῦ τοῦ Θεοῦ, οὐδὲ ἐξέπιπτον τῆς ἐπὶ σὲ ἐλπίδος συνήμην δέ σοι διαπαντός. Καὶ τοῦτο ἔπραττον οὐκ ἐξ ἐμῆς δυνάμεως, ἀλλ' ἐκ τῆς σῆς χάριτος. Σὺ γὰρ αὐτὸς, τῇ σαυτοῦ φιλανθρωπίᾳ τῆς ἐμῆς δεξιᾶς ἐπιλαβόμε νος, συνεῖχες καὶ συνεκράτεις πρὸς τὸ μὴ διασεισθῆ ναί μου τὰ διαβήματα, μηδὲ τοὺς πόδας μου σαλεύε σθαι τῆς παρὰ σοὶ στάσεως. Τί γάρ μοι ὑπάρχει ἐν τῷ οὐρανῷ, καὶ παρὰ σοῦ τί ἠθέλησα ἐπὶ γῆς, κ.τ.λ. Ἐπειδὴ οὐδέν μοι, φησὶν, ὑπάρχει ἐν τῷ οὐρανῷ, πλὴν σοῦ μόνου, ἀναγκαίως οὐδέ τι τῶν ἐπὶ γῆς ἠθέλησα δέξασθαι ἅτε φθαρτῶν ὄντων ἁπάντων καὶ προσκαίρων. Ἑνὸς δὲ μόνου ηὐ χόμην τυχεῖν, καὶ τῷ τούτου πόθῳ κατέτρυχον ἐμαυ τὸν ἐπὶ τῆς γῆς· τοῦτο δέ ἐστι τὸ σὲ μερίδα μοι καὶ μόνην γενέσθαι. Ἰδοὺ ὅτι οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπ ολοῦνται, κ.τ.λ. Τῆς σῆς ἀντεχόμην, ὦ ∆έσποτα, συναφείας, φησί· καὶ τοῦτο καλῶ, εἰδὼς, ὡς τῶν ἔξω σοῦ τυγχανόντων ὄλεθρος ἔσται τὸ πέρας. Οἱ δὲ συνόντες ἀγαθὴν ἕξουσι μερίδα. Συμβήσεται γὰρ αὐτοῖς, ἐν τῇ ἐπουρανίῳ γενομένοις Ἱερουσαλὴμ, τὴν καλὴν μερίδα κληρονομεῖν. Αὕτη δέ ἐστι τὸ τοῖς σοῖς ὕμνοις ἐντρυφᾷν ἀεί. Συνέσεως τῷ Ἀσάφ. ΟΓʹ. Ὑπόθεσις. Ἱκετηρίαν ἐν τούτοις ὁ προφήτης ᾄδει, τὴν ἔσχατον ὁρῶν αἰχμαλωσίαν τοῦ Ἰσραήλ· ὅπως ἂν μὴ εἰς τὸ παντελὲς αὐτοὺς ἐξέλῃ τῆς πρὸς αὐτὸν οἰκειώσεως, 27.333 καταλείπῃ δέ τινα αὐτοῖς εἰς σωτηρίαν ἀφορμήν. ∆ιαγράφει δὲ καὶ τὴν ἅλωσιν τὴν συμβᾶσαν αὐτῇ τε τῇ πόλει καὶ τῷ θείῳ ναῷ. Ἵνα τί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος; Ὅμοιον τῷ· Ἔφθασεν ἐπ' αὐτοὺς ἡ ὀργὴ ἤδη εἰς τέλος. Οὐ γὰρ ἔτι ἀνάπαυλαν ἕξονται τῶν κακῶν. Μνήσθητι τῆς συναγωγῆς σοι ἧς ἐκτήσω ἀπ' ἀρχῆς.
92