92
φύσιν, ἐπεθύμησε δὲ ἰδεῖν ἃ μὴ θέμις ἰδεῖν· ὥσπερ γὰρ ἐπιλαθόμενος τῆς δεσποτείας καὶ τὸ φίλτρον λογιζόμενος μόνον, ἔφη πρὸς τὸν τῶν ὅλων θεόν· "Ἰδού, σὺ λέγεις μοι· "3Εὗρες χάριν παρ' ἐμοί, καὶ οἶδά σε παρὰ πάντας. "3Εἰ τοίνυν εὗρον χάριν ἐναντίον σου, ἐμφά νισόν μοι σαυτόν· γνωστῶς ἴδω σε." Τοσαύτην ἀπὸ τῆς θείας ἀγάπης ἐδέξατο μέθην, καὶ ἡ μέθη τὸ δίψος οὐκ ἔσβεσεν, ἀλλὰ σφοδρότερον ἀπειργάσατο. Καὶ ἡ προσθήκη τῆς πόσεως ἐπίτασις ἐγένετο τῆς ἐφέσεως, καὶ τὴν ὄρεξιν ηὔξησεν ἡ ἀπόλαυσις. Καὶ καθάπερ τὸ πῦρ, ὅσῳ πλείονα τροφὴν ὑποδέχεται, τοσούτῳ μείζονα τὴν ἐνέργειαν δείκ νυσιν-αὔξεται γὰρ αὕτη τῇ προσθήκῃ τῆς ὕλης, ἀλλ' οὐκ ἀμβλύνεται-, οὕτως ἡ περὶ τὸν θεὸν ἀγάπη τῇ θεωρίᾳ τῶν θείων πυρσεύεται, καὶ σφοδροτέραν ἐκεῖθεν καὶ θερμο τέραν τὴν ἐνέργειαν ὑποδέχεται. Καὶ ὅσῳ ἄν τις πλέον τοῖς θείοις ἐνδιατρίψῃ, τοσούτῳ μᾶλλον ἐξάπτει τῆς ἀγάπης τὴν φλόγα. Καὶ τοῦτο ἡμᾶς οὐ μόνον ὁ μέγας ἐδίδαξε Μωϋσῆς, ἀλλὰ καὶ ἡ ἁγία νύμφη, περὶ ἧς ὁ θεσπέσιος λέγει Παῦλος· "Ἡρμοσάμην ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ θεῷ." Αὕτη γὰρ ἐν τῷ Ἄσματι τῶν ᾀσμάτων πρὸς τὸν νυμφίον βοᾷ· "∆εῖξόν μοι τὴν ὄψιν σου, καὶ ἀκούτισόν με τῆς φωνῆς σου, ὅτι ἡ φωνή σου ἡδεῖα, καὶ ἡ ὄψις σου ὡραῖα." Ἐκ γὰρ τῶν περὶ αὐτοῦ λόγων δεξαμένη τὸν ἔρωτα, οὐκ ἀρκεῖται τοῖς λόγοις, ἀλλὰ καὶ αὐτῆς ἐπακοῦσαι ποθεῖ τῆς φωνῆς. Καὶ πτερωθεῖσα τοῖς περὶ τῆς ὥρας αὐτοῦ διηγήμασι, καὶ αὐτῆς ἐφίεται τῆς θεωρίας, ταῖς εἰρημέναις εὐφημίαις τὸ φίλτρον σημαίνουσα· "∆εῖξόν μοι, φησί, τὴν ὄψιν σου, καὶ ἀκούτισόν με τῆς φωνῆς σου, ὅτι ἡ φωνή σου ἡδεῖα, καὶ ἡ ὄψις σου ὡραῖα." 31.6 Τούτου τοῦ κάλλους καὶ ὁ ταύτης προμνήστωρ καὶ νυμφοστόλος ἐρασθείς, ὁ θεσπέσιος φημὶ Παῦλος, τὴν ἐρωτικὴν ἐκείνην ἀφῆκε φωνήν· "Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ; θλῖψις, ἢ στενοχωρία, ἢ διωγμός, ἢ λιμός, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα; καθὼς γέγραπται ὅτι Ἕνεκά σου θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς." Εἶτα καὶ τῆς καρτερίας ὑποδείκνυσι τὴν αἰτίαν· "Ἐν τούτοις γάρ, φησί, πᾶσι ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς θεοῦ." Σκοπού μενοι γὰρ τίνες ὄντες τίνων ἀπηλαύσαμεν ἀγαθῶν, καὶ ὡς οὐχ ἡμεῖς ἠγαπήσαμεν πρότεροι, ἀλλ' ἀγαπηθέντες ἀντηγα πήσαμεν· καὶ μισοῦντες ἠγαπήθημεν, καὶ "ἐχθροὶ ὄντες κατηλλάγημεν"· οὐκ αὐτοὶ τυχεῖν τῶν διαλλαγῶν ἱκετεύ σαντες, ἀλλὰ τὸν μονογενῆ δεξάμενοι πρεσβευτήν· καὶ οἱ ἠδικηκότες ὑπὸ τοῦ ἠδικημένου παρακληθέντες· καὶ πρὸς τούτοις λογιζόμενοι τὸν ὑπὲρ ἡμῶν σταυρώμενον, τὰ σωτήρια πάθη, τοῦ θανάτου τὴν παῦλαν, τὴν δοθεῖσαν ἡμῖν τῆς ἀναστάσεως ἐλπίδα. 31.7 Ταῦτα καὶ τὰ τοιαῦτα σκοπούμενοι τῶν προσπιπτόντων ἡμῖν περιγινόμεθα σκυθρωπῶν, καὶ τῶν εὐεργεσιῶν τὴν μνήμην παρατιθέντες τῇ προσκαίρῳ κακοπαθείᾳ τοῦ σώμα τος, φέρομεν ἀσπασίως τὴν τῶν ἀνιαρῶν προσβολήν. Ἀντιταλαντεύοντες γὰρ τῷ περὶ τὸν δεσπότην φίλτρῳ πάντα τοῦ βίου τὰ λυπηρά, κοῦφα λίαν εὑρίσκομεν. Κἂν τὰ τερπνὰ δὲ ἅπαντα καὶ θυμήρη δοκοῦντα κατὰ ταὐτὸν συναγάγωμεν, ἀντισταθμώμενος ὁ θεῖος πόθος σκιᾶς ἀδρα νέστερα καὶ εἰαρινῶν ἀνθέων εὐφθαρτότερα δείκνυσι. Ταῦτα καὶ διὰ τῶν εἰρημένων, καὶ διὰ τῶν λεχθησομένων σημαίνει σαφῶς· "Πέπεισμαι γάρ, φησίν, ὅτι οὔτε θάνατος, οὔτε ζωή, οὔτε ἄγγελοι, οὔτε ἀρχαί, οὔτε δυνάμεις, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε ὕψωμα, οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ, τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν." Ἐπειδὴ γὰρ ἄνω τὰ σκυθρωπὰ μόνα τεθεικώς, παρεξήτασε θλῖψιν, καὶ στενοχωρίαν, καὶ διωγμόν, καὶ λιμόν, καὶ γυμνότητα, καὶ κίνδυνον, καὶ μάχαιραν, τουτέστι τὴν βιαίαν σφαγήν, εἰκότως ἐνταῦθα καὶ τὰ θυμήρη προστίθησι τοῖς ἀλγεινοῖς, τῷ θανάτῳ τὴν ζωήν, τὰ νοητὰ τοῖς αἰσθητοῖς, τοῖς ὁρω μένοις τὰς ἀοράτους δυνάμεις,