∆ιὰ τῶν Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ.Ἐλυτρώσω ῥάβδῳ τὴν κληρονομίαν σου. Ἀπὸ κοινοῦ τό· Μνήσθητι ἧς ἐλυτρώσω ῥάβδῳ κληρονομίας σου· τουτέστι κληρονομίας εἰς βασίλειον ηὐτρεπισμένης, καθ' ὃ πρὸς αὐτοὺς εἴρηται· Ἔσεσθέ μοι ἐξ ἁπάντων τῶν ἐθνῶν γένος ἐκλεκτὸν, βασίλειον ἱεράτευμα. Ὄρος Σιὼν τοῦτο ὃ κατεσκήνωσας ἐν αὐτῷ. ∆ιὰ τὸ ἐπιφαίνεσθαι ἐν τῷ θείῳ ναῷ τὸν Θεόν. Ἔπαρον τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν εἰς τέλος. Τῶν καταστρατευσαμένων κατὰ τοῦ θείου ναοῦ. Καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέσῳ τῆς ἑορτῆς σου. Ἐπειδὴ ἐν τῷ Πάσχα τῇ ἑορτῇ τὸν κατὰ τοῦ Κυρίου ἤραντο πόλεμον, τούτου χάριν ἐν αὐτῷ τῷ καιρῷ τοῖς πολεμίοις παρεδόθησαν. Τῷ γὰρ Πάσχα συνηγμένων κατὰ τὸν νόμον τῶν Ἰου δαίων ἁπάντων, ἡ πολιορκία γεγένηται δικαίως ἐν ᾧ καιρῷ καὶ τῷ σταυρῷ τὸν Σωτῆρα προσήλωσαν. Ἔθεντο τὰ σημεῖα αὐτῶν σημεῖα. Τὰ σύμβολά φησι τοῦ πολέμου· λέγει δὲ τὰ καλούμενα παρὰ τοῖς στρατεύμασι σίγνα, ὅτι ἔθεντο εἰς τὴν ὁδὸν τῆς πό λεως. Καὶ οὐ μέχρι τούτων ἔστησαν· ἀλλὰ καὶ ὑπερήλαντο, φησὶ, τουτέστι καὶ εἰς αὐτὸν τὸν θεῖον ναὸν εἰσεπήδησαν, οὐ γινώσκοντες, ὅτι Θεὸς ἦν ὁ παραδιδοὺς τὴν πόλιν αὐτοῖς διὰ τὴν τῶν ἐνοικούν των ἀσέβειαν. Ἅτε δὴ τοῦτο ἀγνοήσαντες, τὴν μὲν οἰκείαν ἀπεθαύμασαν δύναμιν, ἀσθένειαν δὲ κατεψη φίζοντο τοῦ ἐν τῷ θείῳ ναῷ προσκυνουμένου Θεοῦ. ∆ιὸ προϊών φησιν· Ἕως πότε, Κύριε, ὀνειδιεῖ ὁ ἐχθρός; Τὸ δὲ ἀναδιπλασιάσαι ἐν τῷ κατονομάζειν τὰ σημεῖα ἀποθαυμάζοντος εἴη πῶς ὁ θεῖος ναὸς ταῖς τῶν πολεμίων παρεδόθη χερσίν. Ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἐξέκοψαν τὰς θύρας αὐτῆς, κ.τ.λ. ∆ιαγράφει ἐν τοῖς προκειμένοις τῆς τε πόλεως τοῦ τε θείου ναοῦ τὴν καταστροφήν. Ὑλοτομικοῖς καὶ τεκτονικοῖς ὀργάνοις χρώμενοι, καὶ τοὺς περιβόλους κατέλυον, καὶ τῶν οἰκιῶν τὰς θύρας συνέκοπτον, τὰ εὖ καὶ καλῶς ἠσκημένα ὡς δρυμὸν διαφθείροντες. Ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου, κ.τ.λ. Μετὰ πολλῆς ἐπελθόντες ἡμῖν τῆς συμφορᾶς, ἕνα σκοπὸν εἶχον, τὸν ὑπὸ σοῦ δεδομένον καταλῦσαι νόμον. ∆ιὰ γὰρ τῶν ἑορτῶν τὴν κατὰ νόμον λατρείαν ἐδήλωσε. Ταῦτα δὲ, φησὶν, ἐτόλμων, μήτε τὰς ἐπὶ τῶν προγό νων ἡμῶν ὁρῶντες θαυματουργίας, μήτε ὑπὸ προ φητικῆς ἐλεγχόμενοι χάριτος. Τούτων γὰρ ἁπάντων ἐξαίφνης κατέστησαν ἔρημοι. Πάλαι γὰρ καὶ μετὰ τὴν ἐπάνοδον ἔσχον προφήτας, τὸν Ἀγγαῖον, τὸν Ζα χαρίαν, τὸν Μαλαχίαν. Καὶ οἱ τούτων δὲ πρεσβύτε 27.336 ροι προφῆται τῷ λαῷ καὶ τοῖς βασιλεῦσι προὔλεγον τὰ ἐσόμενα, καὶ τῶν πολεμίων τὰς ἐπιβουλὰς κατα δήλους ἐποίουν. Καὶ τοῦτο ἐκ τῆς ἱστορίας καταμα θεῖν εὐπετές. Τὰ σημεῖα ἡμῶν οὐκ εἴδομεν. Ἐκεῖνοι μὲν παρώξυνον ἀλλήλους, εἰς τὸ παύσειν ἔτι τελουμένας τὰς ἑορτὰς τοῦ Κυρίου, καὶ δὴ τοῖς λόγοις προσήγα γον τὰ ἔργα· ἡμεῖς δὲ καθ' ὃν ταῦτα ἐπράττετο, οὐ γεγόναμεν θεαταὶ τῶν σημείων ἐκείνων ὧν πολλάκις ἐπὶ προτέροις πολέμοις αὐτόπται γεγενήμεθα. Ταῦτα δὲ ἦν τὰ σημεῖα, ἐπικουρία τῶν συνεχόντων δεινῶν. ∆ιὸ δὴ ὡς τούτων μὴ γενόμενοι θεαταί φαμεν· Ἵνα τί ὁ Θεὸς ἀπώσω εἰς τέλος; Οὐκ ἔστιν ἔτι προφήτης, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι. Καὶ τοῦτο ἡμᾶς μάλιστα ἀπευδοκεῖν τῆς σωτηρίας ποιεῖ, τὸ μηκέτι ἐν τῷ ἔθνει προφήτην ὁρᾷν τὸν δυνάμενον ὑπὲρ ἡμῶν ἐκδυσωπεῖν τὸν Θεόν. Ἕως πότε, ὁ Θεὸς, ὀνειδιεῖ ὁ ἐχθρός; Πληρώσας τὴν διαγραφὴν τῆς ἁλώσεως ἀπὸ τοῦ προσώπου τῶν ἐχθρῶν, εἰς ἔλεος ἐκκαλεῖται τὸν Θεὸν, καὶ θέαν, πῶς τὰ γινόμενα πάντα εἰς ὕβριν τοῦ Θεοῦ· τῷ τε εἰπεῖν· Ἐν μέσῳ τῆς ἑορτῆς σου, καὶ τὸ, Ἁγιαστήριόν σου, καὶ τὸ, Σκήνωμα τοῦ ὀνόματός σου, καὶ, Τὰς ἑορτὰς τοῦ Κυρίου, καὶ Τὸ ὄνομά σου εἰς τέλος. Ἵνα τί ἀποστρέφεις τὴν χεῖρά σου, κ.τ.λ.; Ἵνα τί, φησὶν, ἀνακόπτεις τῶν ἀγαθῶν τὴν δόσιν, ὧν πάλαι ὥσπερ ἐκ κόλπου παρεῖχες ἡμῖν. Ὁ δὲ Θεὸς βασιλεὺς ἡμῶν πρὸ αἰῶνος. Νῦν μὲν, φησὶν, ἀνακόπτεις ἐξ ἡμῶν τῶν ἀγαθῶν τὴν ἀναφοράν· πάλαι δὲ, καὶ Θεὸς ἡμῶν ἀξιῶν προσαγο ρεύεσθαι καὶ βασιλεὺς, τοιαύτην ἡμῶν ἐποιήσω τὴν σωτηρίαν ὡς μηδένα λαθεῖν τῶν ἐπὶ γῆς. Εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς. Ἐντεῦθεν
93