94
πράγματα μαρτυρεῖ. Οὐδὲ γὰρ μετὰ τὴν ἄρνησιν καταλιπεῖν ἠνέσχετο τὸν διδάσκαλον· ἀλλ' ἔκλαυσε μὲν πικρῶς, ὡς ἡ ἱστορία διδάσκει, καὶ τὴν ἧτταν καὶ ἀσθενείαν ἀπωδύρατο· προσήδρευσε δὲ τοῖς τοῦ φίλτρου δεσμοῖς κατεχόμενος. Καὶ μέντοι καὶ τὰ τῆς ἀναστάσεως δεξάμενος εὐαγγέλια, πρῶτος τὸν τάφον κατέ λαβε· καὶ ἐν τῇ Γαλιλαίᾳ δὲ πάλιν ἁλιεύων, εἶτα μαθὼν αὐτὸν εἶναι τὸν κύριον τὸν ἐπὶ τῆς ἠϊόνος ἑστῶτα καὶ προσδιαλεγόμενον, οὐκ ἠνέσχετο μὲν τοῦ πορθμίου σχολαιό τερον διατέμνοντος τῆς θαλάττης τὰ νῶτα· ἐπόθησε δὲ ὑπόπτερος γενόμενος διὰ τοῦ ἀέρος ὅτι τάχιστα καταλαβεῖν τὴν ἀκτήν. Ἐπειδὴ δὲ πτερῶν ἡ φύσις ἐστέρητο, χρῆται μὲν ἀντὶ τοῦ ἀέρος τοῖς ὕδασιν, ἀντὶ δὲ πτερῶν ταῖς χερσίν. ∆ιανηχόμενος δὲ καταλαμβάνει τὸν ἀγαπώμενον, καὶ ἆθλον λαμβάνει τοῦ δρόμου, τὴν τῶν ἄλλων προτίμησιν· ἐπειδὴ γὰρ καθίσαι προσέταξε, καὶ τὰ εὑρεθέντα σιτία διένειμε, τῆς πρὸς αὐτὸν εὐθὺς ἤρξατο διαλέξεως, ἐρόμενος μὲν δῆθεν, καὶ πυθόμενος πόσον ἔχοι τὸ φίλτρον, ἀποκαλύπτων δὲ τοῖς ἄλλοις τοῦ μεγάλου Πέτρου τὸν ἔρωτα· "Σίμων γὰρ Πέτρε, ἔφη, φιλεῖς με πλέον τούτων;" Ὁ δὲ αὐτὸν εἰς μαρτυρίαν ἐκάλεσε τοῦ φίλτρου· "Κύριε, γάρ, εἶπε, σὺ οἶδας ὅτι φιλῶ σε"· ἐμβατεύεις γὰρ εἰς τὰς τῶν ἀνθρώπων ψυχάς, καὶ σαφῶς ἐπίστασαι τὰ τῆς διανοίας κινήματα, καὶ οὐ λανθάνει σε τῶν ἀνθρωπίνων οὐδέν. "Γινώσκεις γὰρ πάντα, τὰ ἔσχατα, καὶ τὰ ἀρχαῖα." Τούτοις ὁ δεσπότης ἐπήγαγε· "Ποίμαινέ μου τὰ πρό βατα." Ἐγὼ μὲν γάρ, φησίν, ἀνενδεής· εὐεργεσίαν δὲ μεγίστην ἡγοῦμαι τῶν ἐμῶν προβάτων τὴν ἐπιμέλειαν, καὶ τὴν εἰς ἐκεῖνα κηδεμονίαν εἰς ἐμαυτὸν ἀναδέχομαι. Προσήκει τοίνυν σε ἧς ἀπολαύεις προμηθείας μεταδιδόναι τοῖς ὁμοδούλοις, καὶ βόσκειν ὡς βόσκῃ, καὶ ὡς ποιμαίνῃ ποι μαίνειν, καὶ ἣν ὀφείλεις μοι χάριν, δι' ἐκείνων ἐκτιννύειν. 31.11 Ταῦτα πάλιν καὶ δὶς ὁ δεσπότης ἤρετο, καὶ δὶς ὁ μέγας ἀπεκρίνατο Πέτρος, καὶ δὶς τοῦ ποιμένος τὴν χειρο τονίαν ἐδέξατο. Ἐπειδὴ δὲ καὶ τρίτῃ προσηνέχθη πεῦσις, οὐκ ἔθ' ὁμοίως θαρραλέως καὶ ἀδεῶς ὁ μακάριος ἀποκρίνεται Πέτρος, ἀλλὰ δέους ἐμπίπλαται, καὶ θόρυβον εἰσδέχεται τῇ ψυχῇ, καὶ ἀγωνιᾷ τῇ ψήφῳ, καὶ δέδοικεν, ὑφορώμενος μὴ ἑτέραν ἄρνησιν ὁ δεσπότης προθεωρῶν, τῶν τῆς ἀγάπης ῥημάτων καταγελᾷ· ἀνέδραμε γὰρ ὁ νοῦς εἰς τὰ πρότερα, καὶ ἀνέμνησεν αὐτὸν ὡς καὶ ἤδη πρότερον πολλάκις μὲν μέχρι θανάτου μὴ καταλιπεῖν ἰσχυρίσατο τὸν διδάσκαλον, ἤκουσε δὲ ὡς πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσεται. Καὶ εὗρεν οὐ τὴν οἰκείαν ὑπόσχεσιν περατουμένην, ἀλλὰ τοῦ δεσπότου βεβαιουμένην τὴν πρόρρησιν. Ἡ τούτων αὐτὸν ἐδεδίττετο μνήμη, καὶ οὐκ εἴα θαρραλέως τὴν ἁρμο δίαν προσφέρειν ἀπόκρισιν. Ἀλλ' ὀξείας μὲν καὶ πικρὰς ἐδέξατο τὰς ἀκίδας· παρεχώρησε δὲ ὅμως τῷ δεσπότῃ τῆς γνώσεως, οὐκ ἀντιτείνων, ὡς τὸ πρότερον, οὐδὲ λέγων· "Κἂν δέῃ με σύν σοι ἀποθανεῖν, οὐ μή σε καταλίπω." Ἀλλὰ τῆς μὲν ἀγάπης αὐτὸν ἔχειν τὸν δεσπότην συνίστορα φάσκων, τὴν ἀκριβῆ δὲ τῶν ὅλων γνῶσιν παρ' αὐτῷ εἶναι μόνῳ τῷ ποιητῇ τῶν ὅλων ὁμολογῶν· "Κύριε γάρ, ἔφη, σὺ πάντα οἶδας, σὺ πάντα γινώσκεις, σὺ οἶδας ὅτι φιλῶ σε." Ὅτι μὲν γὰρ φιλῶ, καὶ οἶδας, καὶ μαρτυρεῖς. Εἰ δὲ καὶ διαμενῶ φιλῶν, σαφέστερον οἶδας αὐτός. Οὐδὲν γὰρ ἐγὼ περὶ τῶν ἐσομένων ἐρῶ, οὐδὲ ζυγομαχήσω περὶ ὧν οὐκ ἐπίσταμαι· ἔμαθον τῇ πείρᾳ μὴ ἀντιλέγειν δεσπότῃ. Σὺ τῆς ἀληθείας πηγή, σὺ τῆς γνώσεως ἄβυσσος, τοῖς σοῖς ὅροις ἐμμένειν δεδίδαγμαι. 31.12 Τοῦτο τὸ δέος αὐτοῦ θεασάμενος ὁ δεσπότης, καὶ τὸ φίλτρον δὲ ἀκριβῶς ἐπιστάμενος, τῇ προαγορεύσει τῆς τελευτῆς λύει τὸν φόβον, καὶ δίδωσι τῇ ἀγάπῃ τὴν μαρτυ ρίαν, καὶ τοῦ Πέτρου τὴν ὁμολογίαν κυροῖ, καὶ τῷ ἕλκει τῆς ἀρνήσεως προσφέρει τῆς ὁμολογίας τὸ φάρμακον. ∆ιὰ τοῦτο γὰρ οἶμαι καὶ τριπλῆν ταύτην ἀπῄτησεν· ἵν' ἰσάριθμα τοῖς ἕλκεσιν ἐπιθῇ τὰ φάρμακα, καὶ γυμνώσῃ τοῖς παροῦσι τῶν μαθητῶν τῆς