ΨΑΛΜΟΣ. Ο∆ʹ. Ὑπόθεσις. Ἐν τούτῳ τὸ πρόσωπον τῶν ἀποστόλων εἰσφέρεται, 27.340 παραινοῦν τοὺς ἀνθρώπους τῆς ἀσεβείας παύεσθαι, ὑποτιθέμενον αὐτοῖς τὸ φοβερὸν ἐκεῖνο καὶ θεῖον δικαστήριον. Ἐξομολογησόμεθά σοι, ὁ Θεός ... ∆ιηγήσομαι πάντα τὰ θαυμάσιά σου. ∆ιηγεῖσθαι τοῦ Θεοῦ τὰ θαυμάσια ὑπισχνεῖται ὁ ἀποστολικὸς χορὸς, τῶν διωκόντων ἀπαλλαγείς. Ἐγὼ εὐθύτητας κρινῶ. Ταῦτα ὁ Σωτήρ φησιν ὑπακούων αὐτῶν τῇ ὑποσχέσει. Ἐτάκη ἡ γῆ καὶ πάντες οἱ οἰκοῦντες ἐν αὐτῇ. ∆ίκαια, φησὶ, κρίνων κατέτηξας τὴν γῆν, δηλαδὴ τὴν Ἱερουσαλὴμ, καὶ πάντας τοὺς ἐν αὐτῇ κατ οικοῦντας. ∆ύναται δὲ τοῦτο διττῶς νοεῖσθαι καὶ ἐπὶ ἀγαθοῦ, τὸ, ἐτάκη, ἀντὶ τοῦ, ὑπενδέδωκε τῇ πονηρίᾳ· καὶ ἐπὶ κακοῦ, ἵνα δηλώσῃ τὴν τιμωρίαν τὴν γενομένην κατ' αὐτῶν. Ἐγὼ ἐστερέωσα τοὺς στύλους αὐτῆς. Στῦλοι τῆς Ἱερουσαλὴμ οἱ ἅγιοι ἀπόστολοι, κατὰ τὸ εἰρημένον· Στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας. [Φησὶν ὁ Ἀπόστολος· Καὶ γνόντες τὴν δοθεῖσάν μοι Ἰάκωβος καὶ Κηφᾶς καὶ Ἰωάννης, οἱ δοκοῦντες στῦλοι εἶναι.] Εἶπα τοῖς παρανομοῦσι· Μὴ παρανομεῖτε. Ἐν τεῦθεν τῶν ἀποστόλων τὸ πρόσωπον παραινοῦν τῆς ἀσεβείας τοῖς ἀνθρώποις παύσασθαι. [Ταπεινοῖ δὲ Ἰουδαϊκὸν λαὸν διὰ τὴν ὑπερηφανίαν αὐτοῦ· ὑψοῖ δὲ τὸν ἐξ ἐθνῶν διὰ τὴν ταπεινοφροσύνην αὐτοῦ.] Μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν. Καὶ γὰρ τὰ κερασφόρα ζῶα σφόδρα ἐπὶ τοῖς κέρασι γαυριᾷ. Παρεγγυᾷ δὲ αὐτοῖς ὁ λόγος μὴ αὔξειν τῇ ἀλαζονείᾳ τὴν ἀνομίαν, μηδὲ κατὰ τοῦ Θεοῦ γλῶτταν κινεῖν. Ὅτι οὔτε ἐξ ἐξόδων, οὔτε ἀπὸ δυσμῶν, οὔτε ἀπὸ ἐρήμων ὀρέων. ∆ιὰ τούτων τὸν πάντα κόσμον τῆς οἰκουμένης δηλοῖ· ἔξοδον μὲν τὴν ἀνατολὴν, ἀφ' ἧς ὁ ἥλιος ἔξεισι, δυσμὰς δὲ τὴν ἑσπέραν· ὄρη δὲ ἔρημα τά τε ἀρκτῷα καὶ τὰ νότια· ταῦτα γὰρ δι' ἀμετρίαν κρύους τε καὶ καύσωνος ἀοίκητά ἐστι. Μὴ παρανομεῖτε τοίνυν, φησὶν, ὅτι οὐδεὶς ἐν πάσῃ τῇ οἰκουμένῃ λάθοι τὸν Θεὸν βλάσφημόν τι λέγων κατ' αὐτοῦ. Τοῦτον ταπεινοῖ, καὶ τοῦτον ὑψοῖ. Κριτὴς, φησὶν, ὑπάρχων ἀγαθὸς, ταπεινοῖ μὲν τοὺς ἀσεβεῖς, ὑψοῖ δὲ τοὺς ταπεινοὺς τὴν καρδίαν. Ἐκληπτέον δὲ ταῦτα καὶ ἐπὶ τοὺς δύο λαοὺς, τῶν Ἰουδαίων τέ φημι καὶ τὸν ἐξ ἐθνῶν· ὁ μὲν γὰρ τεταπείνωται διὰ τὴν ἀλαζονείαν· ὁ δὲ ὑψοῦται διὰ τὴν ταπεινοφροσύ νην. (Corderius.) Αὐτὸς γὰρ καθιστᾷ βασιλεῖς, καὶ μεθιστᾷ, ἐγείρει ἀπὸ γῆς πτωχὸν, καὶ ἀπὸ κοπρίας ἀνίστησι πένητα. Ἀλλὰ καὶ ταπεινώσας τοὺς ἐκ πε ριτομῆς, τοὺς ἀπὸ τῶν ἐθνῶν ὕψωσεν. Ὅτι ποτήριον ἐν χειρὶ Κυρίου οἴνου ἀκράτου πλῆρες κεράσματος. Ποτήριον, φησὶν, ἐστὶν ἐν τῇ τοῦ Κυρίου χειρὶ, εἰς ὃ ἑκάστου ἀνθρώπου τοὺς καρποὺς καὶ τοὺς ἀγαθοὺς καὶ τοὺς πονηροὺς οἱονεὶ ἐκπιέζων, καὶ τὰ ἀγαθὰ τοῖς πονηροῖς ἀνακιρνῶν, πλῆρες αὐτὸ ἀποτελεῖ. Εἶτα ὧν οὐκ ἐκχεῖται ὁ τρυ γίας, τουτέστιν ὧν ἐναπομένουσιν αἱ ἁμαρτίαι, οὗτοι αὐτὸ ἐκπίονται· τουτέστι τοῖς ἰδίοις μεθυσθήσονται 27.341 κακοῖς· ὥσπερ ἀμέλει καὶ οἱ ἅγιοι πίονται τὸ ποτή ριον τῆς ζωῆς ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μετὰ τοῦ Κυρίου Ἰησοῦ κατὰ τὴν τοῦ Κυρίου αὐτοῦ φωνήν· μεθ' ὑμῶν. Ἐγὼ δὲ ἀγαλλιάσομαι εἰς τὸν αἰῶνα, ψαλῶ τῷ Θεῷ Ἰακώβ. Ἐπειδὴ ἂν, φησὶ, τοῦ ποτηρίου μεταλάβω τῆς ζωῆς, εὐφροσύνη μοι γενήσεται ἐξ αὐτοῦ. Καὶ πάντα τὰ κέρατα τῶν ἁμαρτωλῶν συν θλάσω. Εἰ, ταπεινουμένων τῶν ἁμαρτωλῶν εἰς ὕψος αἴρεται τὸ κέρας, δηλονότι καὶ ὑψουμένων ἁγίων, συντριβήσονται τῶν ἁμαρτωλῶν τὰ κέρατα. Τίνες δὲ ἂν εἶεν οἱ ἁμαρτωλοὶ ἢ οἱ ἀντικείμενοι τοῖς τοῦ Θεοῦ ἀνθρώποις πονηροὶ δαίμονες; Καὶ ὑψωθήσεται τὸ κέρας τοῦ δικαίου. Κέρας μὲν τὴν βασιλείαν φησὶν, ἤτοι τὴν δυναστείαν. Ἐπειδὴ ἂν οὖν, φησὶ, τὴν ἰσχὺν λάβωσιν οἱ δίκαιοι, ἀνῃρημένων δηλαδὴ τῶν πονηρῶν δυνάμεων, τότε δὴ τότε καὶ τοῦ Θεοῦ δειχθήσονται τὰ θαυμάσια. ∆ιὸ καὶ ἀρχόμενος τοῦ ψαλμοῦ ἔλεγεν· ∆ιηγήσομαι τὰ θαυμάσιά σου, ὅτ' ἂν λάβω καιρόν. Εἰς τὸ τέλος, ἐν ὕμνοις,
95