ΨΑΛΜΟΣ τῷ Ἀσὰφ, ᾠδὴ πρὸς τὸν Ἀσσύριον. ΟΕʹ. Ὑπόθεσις. Καὶ οὗτος ὁ ψαλμὸς τῆς αὐτῆς ἔχεται ὑποθέσεως τῷ ὀπίσω· καὶ αὐτὸς γὰρ τὰ περὶ τοῦ θείου δικαστη ρίου διηγεῖται. Γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ Θεὸς, καὶ ἐν Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ. Ἰουδαίαν ἐνταῦθα καὶ Ἰσραὴλ τὴν ἐγνωκυῖαν τὸν Θεὸν ψυχήν φησιν· αὕτη γάρ ἐστιν ἡ ἀληθὴς Ἰουδαία καὶ ὁ ἀληθὴς Ἰσραήλ. Ἐγενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ. Εἰ γὰρ περὶ τῆς ἄνω Ἰουδαίας γέγραπται, ἔνθα ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμὸς, δηλονότι εἰρήνης ἔσται τόπος. Καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιών. Τῇ νοητῇ φησιν, ἤτοι τῇ ἄνω, ἢ τῇ τῶν ἁγίων ψυχῇ. [Ἐγενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ. Τῇ τῶν ἁγίων ψυχῇ. Τὸ Ἑβραϊκὸν Σαλὴμ ἔχει, καὶ οἱ λοιποὶ οὕτως ἡρμήνευσαν· ὅ ἐστιν εἰρήνη. Ἐν ταύτῃ οὖν ἢ τῇ ψυχῇ, ἢ τῇ Ἐκκλησίᾳ τὰ πεπυρωμένα βέλη, ἃ ὁ πονηρὸς πέμπει, συντρίβονται, ἢ τῇ ἄνω Ἱερουσαλήμ.] Ἐκεῖ συνέτριψε τὰ κράτη τῶν τόξων. Σημαίνει διὰ τούτων τὰς ἀντικειμένας δυνάμεις· αἳ συντρί βονται, ἐπειδὴ ἂν οἱ ἅγιοι τὰς ἐκεῖ λάχωσι κατοι κεῖν μονάς. Φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων. Ὄρη αἰώνια τοὺς οὐρανούς φησι. Φωτίζει δὲ ἡμᾶς ἄνωθεν ὁ Θεὸς, τὸ Πνεῦμα ἡμῖν καταπέμψας ἐξ οὐρα νῶν. Φωτισμὸς σὺ ὑπερμεγέθης ἀπὸ ὀρέων ἁλώ σεως. Φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων θήρας. Φοβερὸς εἶ θαυμαστῶς ἀπὸ ὀρέων καρπίμων. [Φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων. Ἐκεῖθεν καταπέμπει τὸ Πνεῦμα τὸ ἅγιον ἀπὸ ὀρέων αἰωνίων· τὴν Σιὼν λέγει, ἀφ' ἧς ᾤοντο τὸν Θεὸν ὁρμώ μενον ταῦτα ποιεῖν· οὗ καὶ ναὸς αὐτῷ ᾠκοδόμητο.] 27.344 Ἐταράχθησαν πάντες οἱ ἀσύνετοι τῇ καρδίᾳ. Οἱ μὴ δεξάμενοι τὸν φωτισμὸν τὸν διὰ τοῦ Πνεύματος, ἐν ταράχῳ καὶ σάλῳ γενήσονται, τοῦ θείου ἐπιφανέντος δικαστηρίου. Ὕπνωσαν ὕπνον αὐτῶν, καὶ οὐχ εὗρον οὐδέν. Ἀμελείᾳ, φησὶ, καὶ ῥᾳθυμίᾳ παραδεδωκότες τὸν βίον κατὰ τὸν καιρὸν τῆς θείας κρίσεως, ὡς οὐδὲν εὗρον ἑαυτοὺς εἰς τὰς χεῖρας κατ έχοντας, οἱ πάλαι ἐν τῷ θνητῷ βίῳ πλούσιοι. Πῶς γὰρ καὶ εἶχον εὑρεῖν ἃ οὐκ εἰργάσαντο; Πάντες οἱ ἄνδρες τοῦ πλούτου χερσὶν αὐτῶν. Ὁ δὲ Σύμμαχος οὕτως· Πάντες οἱ ἄνδρες οἱ ἰσχυροὶ τὰς χεῖρας αὐτῶν. Οὐδὲν αὐτοὺς, φησὶν, ὤνησε τῶν χειρῶν ἡ ῥώμη, δι' ἧς τῶν ἁπάντων ἁρπάσειν προσεδόκησαν πλοῦτον. Καὶ διδάσκων τί δήποτε οὐδὲν ἐντεῦθεν ἀπώναντο, ἐπήγαγεν· Ἀπὸ ἐπιτιμήσεώς σου, ὁ Θεὸς Ἰακὼβ, ἐνύσταξαν οἱ ἐπιβεβηκότες τοῖς ἵπποις. Ἐξενεχθείσης, φησὶ, τῆς κατ' αὐτῶν δικαίας ψήφου, οἱονεὶ ὕπνῳ καὶ κάρῳ παραδέδονται· τουτέστιν ἀνανεύειν οὐκ ἴσχυσαν. Τίνες δὲ οὗτοι ἢ οἱ ἐπιβεβηκότες τοῖς ἵπποις; Ἵππους δὲ ἡ θεία Γραφὴ ἐξ ἔθους καλεῖ τοὺς ἀσχέ τως ἐκκεκλικότας πρὸς ἡδονάς· κατὰ τὸ, Ἵπποι θη λυμανεῖς ἐγενήθησαν· ἕκαστος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ ἐχρεμέτιζεν. Σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστήσεταί σοι; Ἐὰν γὰρ κλείσῃ κατὰ ἀνθρώπου, τίς ἀνοίξει; κατὰ τὴν Ἡσαΐου φωνήν. Ἐκ τοῦ οὐρανοῦ ἠκούτισας κρίσιν. Οὐδεμίαν, φησὶν, ἀπολογίαν ἕξουσι κολαζόμενοι· προεκήρυξε γὰρ αὐτοῖς τὰ περὶ τοῦ θείου δικαστηρίου. Γῆ ἐφο βήθη, καὶ ἡσύχασε. Γῆν ἐνταῦθα πᾶσαν τῶν ἀν θρώπων τὴν φύσιν φησὶν, ἣ καὶ δειλιάσει τότε. Οὐδεὶς γὰρ ἔσται τότε ὃς οὐ φοβηθείη, ἐκείνης ἐπιστάσης τῆς ἡμέρας. [Οὐράνιος γὰρ, φησὶ, Θεὸς ὢν, ἔκρινας, καὶ τὴν κρίσιν ἐποίησας ἔνδηλον, τιμωρήσας τοὺς πολεμίους τῆς Ἱερουσαλήμ.] Εἰς τὸ ἀναστῆναι εἰς κρίσιν τὸν Θεὸν, τοῦ σῶσαι πάντας τοὺς πραεῖς τῆς γῆς. Τὸ θεῖον, φησὶ, δικαστήριον τοῖς πραέσιν ἀποδώσει τὴν σωτη ρίαν· ὥσπερ ἀμέλει καὶ τοῖς ἁμαρτωλοῖς τὰς κολά σεις ἀποδίδωσιν. Ὅτι ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι. Παραστησόμεθα ἐν ἐκείνῳ τῷ φοβερῷ βήματι, οὐ μόνον ὧν ἐπράξαμεν, ἀλλὰ καὶ ὧν βεβουλεύμεθα εὐθύνας ἀπαιτούμενοι. Καὶ ἐγκατάλειμμα ἐνθυμίου ἑορτάσει σοι. Ἐγκατάλειμμα ἐνθυμίου ὁ κεκαθαρ μένος ἐστὶ λογισμὸς, κατὰ τὸ λεῖμμα κατ' ἐκλογὴν χάριτος. Ἐπειδὴ ἂν οὖν, φησὶν, ἐν ἐκείνῳ τῷ καιρῷ καθαρὸς εὑρέθη λογισμὸς, τότε δὴ τότε καὶ τῆς σῆς μεταλάβοι ἑορτῆς. [Ὅτι ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι. Ὅτι πᾶσα γλῶσσα, καὶ πᾶς
96