96
ὑπηρεσίαν τῷ πεμφθέντι ἀπένειμεν, ἐν οἷς καὶ διττὰ ἐτύγχανον χερνιβόξεστα χρύσεά τε καὶ διάλιθα καὶ τέχνης ἀκριβοῦς ἐνδει362 κνύμενα χάριτας. τούτων δὲ πάντων ἐπέκεινα λέγεται δοῦναι αὐτῷ καὶ χρυσοῦ χαράγματος κεντηνάρια τεσσαράκοντα, ἵν' ἔχοι δωρεῖσθαι τῶν Ἀγαρηνῶν οἷς βούλοιτο φιλοτίμως καὶ δαψιλῶς κἀντεῦθεν τοὺς βαρβάρους ἐκπλήττοι, λογιζομένους ὡς εἰ τοσοῦτον οἱ τοῦ ἄνακτος εὐποροῖεν, αὐτὸς ἐκεῖνος πόσου ἂν εἴη κύριος πλούτου. ἀφικόμενος οὖν εἰς τὴν τοῦ Βαγδᾶ πόλιν ὁ σύγκελλος (αὕτη δ' ἐστὶν ἡ παλαιὰ Βαβυλών) καὶ τῷ τῶν Ἀγαρηνῶν ἀρχηγῷ εἰς θέαν ἐλθὼν καὶ διαλεχθεὶς καὶ τὰ ἐκ βασιλέως δῶρα προσαγαγών, καὶ διὰ ταῦτα καὶ διὰ τὴν τοῦ λόγου δύναμιν (ἦν γὰρ εἰς διάλεξιν περιδέξιος) καὶ ἐτιμᾶτο καὶ ἐθαυμάζετο. πλέον δ' ἐξεθάμβησε τοὺς βαρβάρους φιλοτιμότατα πρὸς αὐτοὺς διακείμενος. εἰ γάρ τινες ἐκείνῳ προσῄεσαν ἢ παρὰ τοῦ σφετέρου στελλόμενοι ἄρχοντος ἢ κατά τινα χρείαν ἄλλην, χρήμασιν αὐτοὺς ἐδεξιοῦτο μεγάλοις, ὡς καὶ χαίρειν καὶ τεθηπέναι τοὺς ταῦτα λαμβάνοντας. ὁμέστιον δέ ποτε τοῦτον τοῦ ἀμερμουμνῆ ποιουμένου, τὸ ἓν τῶν χρυσῶν ἐκείνων χερνιβοξέστων εἶχεν ἐκεῖ, ὕδωρ αὐτῷ ἐπιχέων κατὰ χειρός· 363 τοῦτο γοῦν ἀμελῶς κείμενον (οὕτω γὰρ ποιῆσαι τοῖς αὐτοῦ θεράπουσιν ἐνετείλατο, ἵν' ἀπόληται) παρά του ἐκλάπη. ὡς δὲ ζητούμενον οὐκ ἦν, οἱ βάρβαροι θροῦν ἤγειραν, καὶ τὸ πολύτιμον ἐκείνου καὶ τὸ κάλλος θαυμάζοντες. ὁ δὲ μὴ μέλειν αὐτῷ περὶ τοῦ ἀπολομένου εἰπὼν τοῖς μὲν βαρβάροις ἔκπληξιν ἐνεποίησε, τοιούτου χρήματος καὶ ἀφροντιστοῦντα ὁρῶσιν αὐτόν, τοῖς δ' ἑαυτοῦ θεράπουσι τὸ ἕτερον ἐνεγκεῖν προετρέπετο, ὃ κομισθὲν εἰς πλέον θάμβος τοὺς βαρβάρους ἐνῆκεν. ἀντιφιλοτιμούμενος δὲ καὶ ὁ τῶν Ἀγαρηνῶν ἀρχηγὸς πολλοῖς τὸν Ἰωάννην ἐδεξιοῦτο δωρήμασι καὶ ἐπὶ πᾶσιν αὐτῷ αἰχμαλώτους παρέσχετο ἑκατόν, ἀμφιάσας αὐτοὺς λαμπροτέροις ἐσθήμασιν. ἐπανελθὼν οὖν ἐκεῖθεν ὁ Ἰωάννης καὶ τῷ βασιλεῖ τὰ ἐκεῖ διηγούμενος καὶ τῶν ἀρχικῶν οἰκιῶν σχήματά τε καὶ ποικιλίαν, εἰς ἔρωτα κεκίνηκε τοιαῦτα δομήσασθαι. καὶ μέντοι ἐπέταξεν ἐν τῷ Βρύαντι δείμασθαί οἱ ἀνάκτορα τοῖς ἐν Συρίᾳ ἐοικότα ἐν ἅπασι· καὶ ὃς ἐπιστατῶν τοῖς τούτων δομήτορσι καὶ σχήματα διδάσκων καὶ μέτρα εὔρους τε καὶ μήκους καὶ ὕψους ταχὺ τὰς οἰκοδομὰς ἐξεπέρανεν. 364 Οὗτος ὁ βασιλεὺς καὶ τὰ πάραλα τείχη τῆς πόλεως πεπονηκότα τότε καὶ ἐκ τῆς τοῦ χρόνου παραρροῆς καὶ ἔκ τινων συμπτωμάτων ἑτέρων ἀνεκαίνισε μεγαλοπρεπῶς, εἰς ὕψος πλέον ἢ πρότερον ἦσαν ἐπάρας αὐτά· καὶ ξενῶνα μέγιστον εἰς ὄνομα οἰκεῖον ἀνήγειρεν, ἐν τόπῳ οὗ πρότερον ἦν ἑταιρουσῶν γυναικῶν καταγώγιον. Ἦν δὲ καὶ περὶ τὰ ἀφροδίσια ἐγκρατής, ὡς ἅπαξ ποτὲ ἔρωτι παιδίσκης ἁλῶναι ὑπηρετουμένης τῇ βασιλίδι τὴν ὥραν διαπρεποῦς, τῆς Θεοδώρας δὲ διὰ τοῦτο ἀλγούσης, ἐπόμνυσθαί φασιν ἐκεῖνον μὴ ἄλλοτε μηδ' ἑτέρας πεῖραν λαβεῖν γυναικὸς καὶ ἐπὶ τῷ ὀλισθήματι δάκνεσθαι καὶ συγγνώμην ἐξ ἐκείνης αἰτεῖν. ἀλλὰ ταῦτα ἡ περὶ τὰς σεπτὰς εἰκόνας αὐτοῦ μανία εἰς οὐδὲν ἐποίει λογίζεσθαι. ἐλύττα γὰρ ἄντικρυς καὶ πλέον ἐμεμήνει τῶν πρὸ αὐτοῦ καὶ ὠμότερος τῶν τιμητῶν τῶν ἱερῶν ἐκτυπωμάτων ἦν κολαστής, ἀλλὰ μὴν καὶ τῶν γραφαῖς τυπούντων αὐτά. ὅθεν καί τινα μοναχὸν Λάζαρον, περιβόητον ὄντα τηνικαῦτα περὶ τὴν γραφικήν, ἀπηνῶς αἰκισάμενος καθεῖρξεν εἰς δεσμωτήριον· ὡς δὲ ἐκ τῶν πληγῶν ἐκεῖνος ῥαΐσας αὖθις 365 τὰς χεῖρας ἁγίων εἰκόνων ἐδίδου γραφαῖς, πέταλα ὁ τύραννος ἐκέλευσεν ἐκπυρωθέντα σιδήρεα τοῖς τοῦ Λαζάρου ἐπιτεθῆναι καρποῖς, ἵνα μὴ τοὺς πόνους τῶν καρπῶν αὐτοῦ οἱ εὐσεβοῦντες ἔχοιεν προσκυνεῖν. ὁ μὲν οὖν ὑπέστη ταύτην ὑπὲρ τῶν σεβαστῶν εἰκόνων τὴν κόλασιν, ἐψεύσθη δὲ τῶν ἐλπίδων ὁ τύραννος. λέγεται γὰρ μετὰ τὴν κόλασιν τῆς εἱρκτῆς ἐκβληθεὶς ὁ ὁμολογητὴς ἐκεῖνος, ἔτι τὰς πληγὰς φέρων ἐν ταῖς χερσί, τῆς θείας χάριτος συνεφαπτομένης αὐτῷ εἰκόνας διαχαράξαι σεπτάς, μετὰ δὲ τὴν τοῦ τυράννου κατάλυσιν τὸ ἐν τῇ Χαλκῇ τοῦ σωτῆρος ἐκτύπωμα γράψαι, καὶ οἷον ἄρτι ὁρᾶται, ἀναστηλῶσαι αὐτό, τῆς