λογισμὸς καὶ ἐνθύμημα ἐξ ομολογήσεται τῷ Κυρίῳ ἐν τῷ τῆς κρίσεως καιρῷ, ὅτε καὶ τὰ κρυπτὰ θριαμβεύονται.] Εὔξασθε, καὶ ἀπόδοτε Κυρίῳ τῷ Θεῷ ὑμῶν. Ἐπὶ παραίνεσιν ὁ λόγος τρέπεται. Ἐπειδὴ τὰ εἰρη 27.345 μένα, φησὶν, ἔσται ἐν τῷ θείῳ δικαστηρίῳ, τούτου χάριν ἕως ἐστὲ ἐν τῷ παρόντι βίῳ, εὔξασθε τῷ Κυ ρίῳ ἀγαθῶν ἔργων εἶναι ἐπιμεληταὶ, καὶ τούτων μὴ βραδύνητε ποιήσασθαι τὴν ἀπόδοσιν. Κομιοῦσι δὲ τὰ δῶρα, ὑπὸ τῶν γεγενημένων ἐκδειματωθέντες θαυ μάτων. Τῷ φοβερῷ καὶ ἀφαιρουμένῳ πνεύματα ἀρχόν των. Ἐπαγγείλασθε, φησὶν, ἀγαθοεργεῖν, εἰδότες, ὡς δεῖ ὑμᾶς ἐν ἐκείνῳ γενομένους τῷ τόπῳ, οἱονεὶ δῶρα τὰς ἑαυτῶν πράξεις προσαγαγεῖν τῷ Θεῷ. Οὕτως δὲ ὁ Θεὸς φοβερός ἐστιν, ὡς καὶ ἀπὸ τῶν πά λαι ἀρξάντων καὶ γενομένων πονηρῶν τὸ πνεῦμα ἀφαιρεθήσεται. Ἐν γὰρ ἐκείνῳ τῷ θείῳ καὶ φοβερῷ βήματι ἐξ ἑκάστου τῶν ἡμαρτηκότων ἀφαιρεῖται τὸ δοθὲν διὰ τοῦ βαπτίσματος. Καὶ τοῦτό ἐστιν ὃ ὁ Κύ ριος ἔλεγε· ∆ιχοτομήσει τὸν δοῦλον τὸν πονηρὸν ἐλθὼν ὁ κύριος αὐτοῦ, καὶ τὸ μέρος αὐτοῦ μετὰ τὸν ἄπιστον θήσει. Εἰς τὸ τέλος, ὑπὲρ Ἰδιθοὺμ, ΨΑΛΜΟΣ τῷ Ἀσάφ. ΟΣʹ. Ὑπόθεσις. Ἀκούσας Ἰδιθοὺμ τὰ λεγόμενα περὶ τοῦ λαοῦ τῶν Ἑβραίων· ταῦτα δὲ ἦν τάδε· Ἵνα τί ὁ Θεὸς ἀπώσω εἰς τέλος; ὑπερήλγει καὶ ἐταράττετο, τὴν παν τελῆ αὐτῶν ἀποβολὴν θρηνῶν. Εἶτα συντίθησιν αὐτῷ ὁ Ἀσὰφ ψαλμὸν, διδάσκων αὐτὸν, ὡς ἐν τοῖς περὶ τούτων πράγμασι πρὸς μόνον τὸν Θεὸν κατα φεύγειν δεῖ, κἀκεῖθεν τὴν παραμυθίαν εὑρίσκεσθαι· διὸ καὶ ἀρχόμενός φησι· Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς τὸν Θεὸν, καὶ προσέσχε μοι. ∆ιδάσκει ἀρχό μενος τοῦ ψαλμοῦ τῷ Ἰδιθοὺμ, ὡς ἐγγὺς Κύριος τοῖς ἐπικαλουμένοις αὐτόν. Ἐν ἡμέρᾳ θλίψεώς μου τὸν Θεὸν ἐξεζήτησα ταῖς χερσί μου νυκτὸς ἐναντίον αὐτοῦ, καὶ οὐκ ἠπατήθην. Τοσαύτη, φησὶ, περιέκλυσε θλίψις τὴν ψυχήν μου, ὡς οὐ μόνον μεθ' ἡμέραν τὰς ἱκετείας ποιεῖσθαι, ἀλλὰ γὰρ καὶ αὐτὸν τὸν καιρὸν τῶν νυκ τῶν καταναλίσκειν εἰς προσευχάς. Ἀλλὰ ταῦτα πράτ των, οὐκ εἰς κενὸν ἔδραμον, οὐκ εἰς κενὸν ἐκοπίασα καὶ τοῦτό ἐστι τὸ, Οὐκ ἠπατήθην. Ἀπηνήνατο παρακληθῆναι ἡ ψυχή μου, ἐμνή σθην τοῦ Θεοῦ, καὶ εὐφράνθην. Ἀνθρώπων μὲν πα ραμυθίας, φησὶν, οὐδὲ μιᾶς ἠνεσχόμην· μόνη δέ μοι ἡ τοῦ Θεοῦ μνήμη εὐφροσύνη καρδίας ἐγένετο. Ἠδο λέσχησα, καὶ ὠλιγοψύχησε τὸ πνεῦμά μου. Ὅτε, φησὶ, λογισμοῖς ἀνθρωπίνοις ἐχρώμην· τοῦτο γάρ ἐστι τὸ, Ἠδολέσχησα, τότε δὴ τότε καὶ εἰς ὀλιγω ρίαν κατεφερόμην. Προκατελάβοντο φυλακὰς οἱ ὀφθαλμοί μου, ἐταράχθην καὶ οὐκ ἐλάλησα. Τοῦτο γὰρ, φησὶ, ταράττεσθαι ποιεῖ τῶν ἐχθρῶν προκαταλαβόντων τῶν ἡμετέρων φυλακῶν τοὺς τόπους· τουτέστι τῶν τει χῶν τὰς ἐπάλξεις. ∆ιελογισάμην ἡμέρας ἀρχαίας. Ἐκεῖνα, φησὶν, ἐνενόουν κατ' ἐμαυτὸν, καὶ ἐταραττόμην πῶς πάλαι μὲν ὁ Θεὸς ἐβοήθει τῷ λαῷ, νυνὶ δὲ ἀπώσατο. Καὶ 27.348 τουτό μοι τὴν ἀθυμίαν ἐκίνει, τὸ μὴ ἄρα εἰς τὸ δι ηνεκὲς αὐτῶν ἡ ἀποστροφὴ γένηται. Ὑπεμιμνησκό μην ἐκείνων τῶν παλαιῶν ἡμερῶν. Αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου. Κινῶν, φησὶ, τοὺς περὶ τῆς ἀποβολῆς τοῦ ἔθνους λο γισμοὺς, ὀψέ ποτε συνῆκα, ὡς ἡ μεταβολὴ αὕτη ἡ ἐξ ἀγαθῶν εἰς κακὰ γεγενημένη τῷ ἔθνει δι' οὐδὲν ἕτερον γεγένηται ἢ διὰ τὴν τοῦ Ὑψίστου δεξιάν. Ὡς εἰ σαφέστερον ἔλεγεν· ∆ιὰ τὰ κατὰ τοῦ Σωτῆρος Χρι στοῦ πεπραγμένα, ὅς ἐστι δεξιὰ τοῦ Πατρός. Ὅτι μνησθήσομαι ἀπὸ τῆς ἀρχῆς τῶν θαυμα σίων σου. Ἐνενόησα, φησὶν, ὅσα αὐτὸς αὐτοῖς ἐν εδείξατο ἀγαθὰ, οἷα δὲ αὐτῷ ἀνταπέδωκαν κακά. Καὶ μελετήσω ἐν πᾶσι τοῖς ἔργοις σου. Εἰ καὶ οὕτως, φησὶν, ἐκεῖνοι, ἀλλ' ἐγὼ ἀπὸ τῆς ἀρχῆς ὧν εἰς ἡμᾶς ἤρξω εὐεργεσιῶν, μέχρι τέλους διεξέλθοιμι· τουτέστιν, οὐδὲν τῶν ἐν ἡμῖν γεγενημένων καλῶν λήθῃ παραδῶ. Ὁ Θεὸς, ἐν τῷ ἁγίῳ ἡ ὁδός σου. Ἅγιόν φησιν ἢ τὸν ἡγιασμένον τῶν ἀποστόλων χορὸν, μεθ' ὃν ἦν ἐπιτελῶν τὰς παραδόξους θεοσημείας· ἢ ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρὸς
97