Ἰλιάδι, καὶ τὸ, ἰλαδὸν εἰς ἀγορὴν, καὶ οὔλη θρὶξ, ἢ καὶ ἄλλως κατουλὰς νὺξ ἡ ζοφώδης ἀπὸ τῆς κατὰ σῶμα, φασὶν, οὐλῆς. ἀφ' ἧς καὶ ὕπουλος ὁ κακότροπος· μελαντέρα γάρ, φασιν, αὐτὴ, ὡς ἐπιπολύ. Τὸ δὲ ὗε Ζεὺς 2.85 ἤτοι ἀὴρ ἐντελῶς ἔχει. ὅτε μέντοι καταμόνας κεῖται τὸ ὕειν, ἐλλείπει τότε ὁμοίως τῷ, ἀστράπτει καὶ βροντᾷ καὶ τοῖς τοιούτοις. ἔοικε γοῦν τῷ Ὁμηρικῷ καὶ Ξενοφῶντος ἐν Ἑλληνικοῖς τὸ, γέγονε τόδε τι, ὕοντος πολλοῦ, ἤγουν ὑετοῦ πολλοῦ καταῤῥηγνυμένου. ὅ πέρ ἐστιν ἶσον τῷ, πολλὰ ὕοντος τοῦ ∆ιός. Ζέφυρον δὲ μέγαν τὸν σφοδρὸν λέγει. (ῃερς. 463.) Τὸ δὲ ἔφυδρος ἀκόλουθόν ἐστι πρὸς τὸ, ὗε δ' ἄρα Ζεύς. Τὸ δὲ εὐξάμενος προθεωρία τίς ἐστι τοῦ διηγήματος, προεκτεθεῖσα, ὡς αὐχεῖ ὁ ξένος ἐφ' οἷς μέλλει εἰπεῖν. Τὸ δὲ οἶνος γὰρ ἀνάγει, δεσπότην ἐφίστασθαι δηλοῖ τὸν οἶνον τοῖς πολυπόταις, καθάπερ ἀλλαχοῦ καὶ τὴν γαστέρα τοῖς πεινῶσιν ἔφη κελεύειν. διὸ καὶ ἐπήγαγε γνωμικῶς, ὅτι οἶνος ἐφέηκε, τουτέστιν ἐνετείλατο ἢ ἐπετείλατο, οὐ μόνον ἀεῖσαι ἀλλὰ καὶ μάλ' ἀεῖσαι. λάλον γὰρ ὁ οἶνος καὶ ἐπινοητικὸν, ὡς καὶ ὁ κωμικὸς δηλοῖ σαφέστατα. Ἰστέον δὲ ὅτι τὸ πρῶτον οἱ παλαιοὶ, ὡς ἱστορεῖ Παυσανίας, τιμῶντες τὴν εὕρεσιν τοῦ οἴνου, ᾄδειν ἐφεῦρον καὶ τοὺς ἑαυτῶν κωμήτας κακολογεῖν. ὅθεν ἐῤῥέθη καὶ τὸ κωμῳδεῖν, ὅτε καὶ τὴν λυμαινομένην τοῖς ἀμπέλοις αἶγα, φησὶν, ἆθλον τῆς ᾠδῆς προέθεντο. τοὺς δὲ ἀγωνισαμένους τραγῳδοὺς ἐκάλεσαν διὰ τὴν ἐπὶ τράγῳ δηλονότι ᾠδήν. καὶ οἱ νικήσαντες ἐνήλλοντο τῷ ἀσκῷ καὶ ἦν τοῦτο ἀσκωλιάζειν. τοὺς δὲ ὑστέρους, φησὶ, κριθέντας ἤγουν τοὺς ἡττηθέντας ἕτερον ἔδει τράγον ἐπὶ τὴν εἰρημένην χρείαν ἐκδεῖραι καὶ τὸν χορηγὸν αὖθις μισθοῦσθαι τοὺς ἐναλλομένους τῷ ἀσκῷ. τοὺς δὲ νικῶντας μηκέτι τοῦτο πράττειν, ἤγουν μὴ ἀναγκάζεσθαι εἰς τὸ ἐναλλέσθαι, ἀλλὰ ἡσυχάζειν. Ἠλεὸς δὲ οἶνος ὁ ἀλῶν ἤτοι πλανῶν τὸν οὐ πρὸς μέτρον πίνοντα. καὶ ἄλλως δὲ κατὰ τοὺς παλαιοὺς εἰπεῖν ὁ ἠλιθιοποιὸς, καθὰ καὶ δέος χλωρὸν τὸ χλωροὺς ποιοῦν, καὶ ἔρως τυφλὸς ὁ τυφλοποιὸς, καὶ πλοῦτος δειλὸς ὁ τοιούτους ποιῶν τοὺς ἔχοντας. δοκεῖ δὲ ἠλὸς εἶναι τὸ πρωτόθετον, ὡς δῆλον ἐκ τοῦ μαινόμενε φρένας ἠλὲ διέφθορας. καὶ ἔστιν ὡς ἀφνὸς ἀφνεὸς, ἐξ οὗ τὸ, ἀφνεωτέραις χερσὶ παρὰ Σοφοκλεῖ, καὶ συφὸς συφεὸς, οὗ δὴ συφοῦ ἐν χρήσει δοτικὴ πληθυντικῶν τὸ συφοῖσιν, ἔτι δὲ καὶ ὡς ἀδελφὸς ἀδελφεὸς, οὕτω καὶ ἠλὸς ἠλεός. (ῃερς. 465.) Ὅρα δὲ καὶ ὅτι τὸ ἧκε μετὰ διαφόρων ἐνταῦθα προθέσεων ἐννοίας διαφόρους ἐχορήγησε· τὸ, ἐφέηκεν ἀεῖσαι, καὶ τὸ, ὀρχήσασθαι ἀνῆκε, καὶ τὸ, ἔπος προέηκε, τὰ καὶ πάρισα, ὧν τὸ μὲν ἐφέηκε καὶ προέηκεν Ἀττικὰ, τὸ δὲ ἀνῆκε κοινόν. Ἰστέον δὲ ὅτι κανόνος ὄντος τοῦ, πᾶς παρακείμενος πλεονοσυλλαβεῖ τοῦ ἐνεστῶτος χωρὶς τῶν ἀπὸ φωνήεντος ἀρχομένων· ἐν ἐκείνοις γὰρ ὁ παρακείμενος μιᾷ συλλαβῇ ἐνδεῖ τοῦ ἐνεστῶτος, οἷον, ἵημι ἧκα· διὸ τοῦ φημὶ οὐκ ἔστι παρακείμενος ὅλως οὐδὲ τοῦ εἰμί· οὐ γὰρ ἔστι μονοσυλλαβῆσαι παρακείμενον· τοιούτου γοῦν ὑποκειμένου κανόνος, ὅμως οἱ Ἀττικοὶ τὸ ἧκα ἕηκα ποιήσαντες ἐν τῷ ξυνέηκε καὶ ἐφέηκεν ἰσοσύλλαβον τῷ ἵημι ἐνεστῶτι τὸν αὐτοῦ ἐποίησαν παρακείμενον. δῆλον δὲ ὅτι ὅθεν τὸ ἐφέηκεν, ἐκεῖθεν γίνεται καὶ ἡ ἐφημοσύνη ὅ πέρ ἐστι κέλευσις, ἐντολὴ, ποιητικώτερον δὲ ἐπιτολή. (ῃερς. 466.) Τὸ δὲ ὅ περ ἄῤῥητον ἄμεινον, ἐλλειπτικῶς κεῖται, ἀντὶ τοῦ ὅ περ ἄμεινον ἦν ἄῤῥητον ὂν, ἢ καὶ ἄλλως ὅ περ ἄμεινον ἦν ἄῤῥητον εἶναι. τὸ τοιοῦτον ἔπος ὀρθῶς ἂν τὸ τῶν ὀδόντων ἕρκος λεχθείη ἂν φυγεῖν. (ῃερς. 464.) Ὅρα δ' ἐν τῇ εἰρημένῃ γνώμῃ τὸ, μάλ' ἀεῖσαι, ἀπηκριβωμένως λεχθέν. οὐ γὰρ μέμφεται τοῦ ἀείδειν τὸν οἶνον ὁ σοφὸς ἀοιδὸς Ὅμηρος, ἀλλὰ τοῦ μάλα ἀείδειν καὶ πέρα τοῦ μετρίου. συνεπιμεριστέον δὲ τὸ τοιοῦτον μάλα καὶ εἰς τὸ ἁπαλὸν γελάσαι καὶ εἰς τὸ ὀρχήσασθαι. οὐ γὰρ οὕτω, φασὶν, οἶδεν Ὅμηρος τὸν οἶνον ἠλεὸν, ὡς ἠλίθιον καὶ ματαιοποιόν. οὐδ' οὕτως ἀγροῖκος οὐδ' ἐπαρίστερός ἐστιν, ὡς κελεύειν σκυθρωπὸν εἶναι τὸν πίνοντα, μήτε ᾄδοντα μήτε γελῶντα μήτ' εὐρύθμως ποτὲ καὶ πρὸς ὄρχησιν τρεψόμενον, ἀλλ' ᾔδει ἐν ἑκάστῳ τούτων διαφορὰν ποιότητος καὶ ποσότητος. διὸ