97
πρῴην οὔσης θείας εἰκόνος ἐκεῖ πάλαι ἀποξεσθείσης. οὗτος καὶ τοὺς αὐταδέλφους ἄμφω καὶ ὁμολογητὰς τὸν Θεοφάνη καὶ τὸν Θεόδωρον, ἐλέγξαντας τὴν ἐκείνου δυσσέβειαν ἐκ χρήσεων προφητικῶν τε καὶ γραφικῶν, πρῶτον μὲν σφοδρῶς κατῃκίσατο, εἶτα καὶ τὰς ὄψεις αὐτῶν κατέστιξε καὶ ταῖς στιγμαῖς μέλαν ἐπέχεε, γράμματα δ' ἐτύπουν τὰ στίγματα· τὰ δ' ἦσαν ἴαμβοι οὗτοι· 366 πάντων ποθούντων προστρέχειν πρὸς τὴν πόλιν, ὅπου πάναγνοι τοῦ θεοῦ λόγου πόδες ἔστησαν εἰς σύστασιν τῆς οἰκουμένης, ὤφθησαν οὗτοι τῷ σεβασμίῳ τόπῳ σκεύη πονηρὰ δεισιδαίμονος πλάνης. ἐκεῖσε πολλὰ λοιπὸν ἐξ ἀπιστίας πράξαντες αἰσχρὰ δεινὰ δυσσεβοφρόνως, ἐκεῖθεν ἠλάθησαν ὡς ἀποστάται. πρὸς τὴν πόλιν δὲ τοῦ κράτους πεφευγότες οὐκ ἐξαφῆκαν τὰς ἀθέσμους μωρίας. ὅθεν γραφέντες ὡς κακοῦργοι τὴν θέαν κατακρίνονται καὶ διώκονται πάλιν. πολλοὺς δὲ καὶ ἄλλους ὁ διώκτης οὗτος ἀνέδειξεν ὁμολογητὰς καὶ τέλει μαρτυρικῷ παραδέδωκεν, οὓς ἀπαριθμεῖν ἑτέρας ἂν εἴη πραγματείας καὶ ἄλλου καιροῦ. Ἐφιλοτιμεῖτο δὲ καὶ μελῳδεῖν· λέγονται μὲν οὖν καὶ ἕτερα 367 ἐκείνου ποιήματα, πρὸς τοῖς ἄλλοις δὲ καὶ τὸ κατὰ βαϊοφόρον ᾀδόμενον στιχερὸν τὸ "ἐξέλθετε, ἔθνη, ἐξέλθετε καὶ λαοί." Πέντε δὲ θυγατέρων πατὴρ γεγονὼς παιδὸς ἔτι οὐκ ἔτυχεν ἄρρενος· τῶν δὲ θυγατέρων ὑπερηγάπα τὴν νεωτέραν Μαρίαν ὠνομασμένην, ἐφ' ᾗ καὶ κηδεστὴν ἐποιήσατο Ἀλέξιον τὸν λεγόμενον Μωσηλέ, ἄνδρα ἐξ Ἀρμενίων τοῦ γένους τῶν Κρινιτῶν, ἐν ἀκμῇ τῆς ἡλικίας καὶ τὴν ὄψιν χαρίτων μεστόν, ὃν πρότερον μὲν ἄλλοις ἐτίμησεν ἀξιώμασιν, εἶτα ἀνεῖπε καὶ Καίσαρα. συνάψας δ' ἐκεῖνον τῇ θυγατρὶ καὶ οὕτω τιμήσας σὺν στρατεύμασι πρὸς Λογγιβαρδίαν ἐξέπεμψεν. οὕτω δὲ ὑψωθεὶς οὐκ ἔμελλε τὸν φθόνον φυγεῖν. διεβέβλητο γοῦν πρὸς τῶν βασκαινόντων ὡς τῆς βασιλείας ἐρῶν· οὐκ ἔδρα δὲ κατὰ τοῦ Καίσαρος ἡ διαβολή, ἕως ἡ τοῦ βασιλέως θυγάτηρ τοῖς ζῶσιν ἠρίθμητο. ἐπεὶ δ' υἱὸς ὁ Μιχαὴλ ἐτέχθη τῷ βασιλεῖ καὶ ἡ τοῦ Καίσαρος ἐτεθνήκει εὐνέτειρα, ἐκεῖνος εὐθὺς μετετάξατο, καὶ κείρεται μὲν τὴν τρίχα ἑκών, ἀμφιέννυται δὲ τριβώνιον καὶ τοῖς μονάζουσι κατατάττεται καὶ τὸ τοῦ Ἀνθεμίου λεγόμενον ἐδείματο ἀσκητήριον, ἐν ᾧ διάγων τὸν βίον κατέλυσε καὶ ἐτάφη ἐκεῖ. 368 Τῶν δὲ Ἀράβων ταῖς Ῥωμαϊκαῖς ἐπελθόντων χώραις ὁ Θεόφιλος ἐξεστράτευσε κατ' αὐτῶν, ἔχων μεθ' ἑαυτοῦ τὸν Θεόφοβον καὶ τὸν Μανουήλ. τὼ δ' ἤστην ἄνδρε καὶ γενναίω καὶ ἀγαθὼ τὰ πολεμικά, ὧν ὁ μὲν Μανουὴλ δῆλος ἅπασιν ἦν καὶ τοῖς ἐναντίοις αὐτοῖς πολλάκις τε στρατηγήσας καὶ πρωτοστράτωρ τοῦ βασιλέως Μιχαὴλ τοῦ Ῥαγγαβὲ γεγονώς. ὁ δὲ Θεόφοβος γένους μὲν κατήγετο Περσικοῦ, ἐτράφη δ' ἐν τῇ βασιλίδι τῶν πόλεων καὶ παρ' αὐτῇ διῆγεν, ἀφανὴς ὢν καὶ μηδὲ γινωσκόμενος. λέγεται δὲ τὸν πατέρα αὐτοῦ ἐκ τῆς παρὰ Πέρσαις βασιλικῆς ἐκφῦναι φυλῆς· ἐκλελοιπότων δὲ τοῖς Πέρσαις τῶν ἐκ τοῦ βασιλείου γένους, μαθεῖν αὐτοὺς ὡς ἔστι παρὰ Ῥωμαίοις ἀνὴρ ἐκ γένους ἕλκων βασιλικοῦ τὴν σειράν, καὶ ἀφικέσθαι ζήτησιν ποιουμένους αὐτοῦ. ὡς δ' εὑρέθη ζητούμενος, γέγονεν ἐντεῦθεν γνωστὸς καὶ τῷ βασιλεῖ καὶ εἰς μέγα τύχης ἀνήχθη, πατρίκιος τιμηθεὶς καὶ τῇ τοῦ βασιλέως συνοικισθεὶς ἀδελφῇ. τούτοις οὖν τοῖς εἰρημένοις ἀμφοῖν ἀνδράσι πεποιθὼς ὁ Θεόφιλος ἀντεπῆλθε τοῖς ἐναντίοις. ὡς οὖν ἀλλή369 λων ἄγχιστα ἐπήξαντο τοὺς χάρακας τὰ στρατεύματα, ὁ τῶν Σαρακηνῶν ἀρχηγὸς Ἰμβραήλ, ἕνα τῶν ὑπ' αὐτὸν στρατηγῶν μετὰ λαοῦ μυριάδων ὀκτὼ εἰς ἀντιπαράταξιν τοῦ Ῥωμαϊκοῦ στρατεύματος καταλελοιπώς, αὐτὸς μετὰ τῶν ἄλλων ἀνεχώρησεν, ἢ δειλαινόμενος ἢ ἀλαζονευόμενος. συμβαλόντων δὲ τῶν στρατευμάτων πολλοὶ μὲν ἑκατέρωθεν ἔπιπτον, τέλος δὲ πρὸς ὑπαγωγὴν ἐκλίθησαν αἱ σχολαί, καὶ κἂν ἥλω καὶ ὁ βασιλεὺς αὐτός, εἰ μὴ Θεόφοβος μετὰ τοῦ περὶ αὐτὸν Περσικοῦ στρατεύματος καὶ χειρὶ ἐβοήθησε καὶ στρατηγήματι τοὺς τῆς Ἄγαρ κατεσοφίσατο. τότε μὲν οὖν ἐπανέζευξεν ἐς τὴν Κωνσταντίνου ὁ βασιλεύς. Τῷ δ' ἐφεξῆς αὖθις ἔτει στρατεύει καὶ συμμίξας τοῖς ἐκ τῆς Ἄγαρ ἐπικρατέστερος γίνεται, καὶ πολὺ μὲν πλῆθος αὐτῶν πέπτωκε,