98
πλείους δ' ἑάλωσαν δορυάλωτοι, ἐν οἷς ἦν καί τις ἀνὴρ τῷ τῶν σχολῶν δομεστίκῳ γνώριμος καὶ μαρτυρούμενος 370 ὑπ' αὐτοῦ ὡς καὶ τὴν χεῖρα γενναῖος καὶ περιδέξιος καὶ εὐφυῶς ἱππαζόμενος καὶ δύο μεταχειριζόμενος δόρατα. θριάμβου τοίνυν ἐπὶ τῇ νίκῃ καταγομένου ἐν ἱππηλασίας ἀγῶνι, τὸν ἐπαινούμενον ἐκεῖνον Ἀγαρηνὸν ἱππάσασθαι καὶ τὰ δύο μεταχειρίσασθαι δόρατα ἐκέλευσεν ὁ κρατῶν. καὶ ὃς ἐπεδείκνυτο κατὰ τὸ κέλευσμα τοῖς ὁρῶσι τὸ ἀμφοτεροδέξιον. καὶ ὁ βασιλεὺς τοῦτον ἐπῄνει τε καὶ ἐθαύμαζεν. ὁ γοῦν Κρατερός Θεόδωρος, ὃς μετ' ὀλίγον τῷ μαρτυρικῷ κατεκοσμήθη στεφάνῳ, τῶν τεσσαράκοντα δύο μαρτύρων εἷς ὤν, παρεστὼς τότε τῷ Θεοφίλῳ ἐχλεύαζε τὸν Ἀγαρηνόν. ὀργῆς δ' ἐπὶ τῇ χλεύῃ πλησθεὶς ὁ κρατῶν "σὺ δ'" ἔφη "ὦ θηλυδρία (ἐκτομίας γὰρ ὁ Κρατερὸς ἐτύγχανεν ὤν) ἐνδείξῃ τοιοῦτόν τι;" καὶ ὁ Κρατερὸς "δύο μὲν δόρατα στρέφειν οὐκ ἤσκησα, ὅτι μηδὲ δεῖ τῇ μάχῃ παιγνίων, ἀλλὰ σπουδῆς, ἓν δὲ μεταχειριζόμενος, σὺν θεῷ δ' εἰρήσθω, τοῦτον καταβαλῶ." ἐκμανεὶς δ' ἐπὶ τῷ λόγῳ ὁ βασιλεὺς καὶ ὀμόσας καθ' ἑαυτοῦ "ἦ μήν" ἔφη "τεθνήξῃ, εἰ μὴ 371 αὐτίκα τοῦτον καταβαλεῖς." ὁ δὲ μὴ ὑπερθέμενος καὶ συνεμαχέσατο τῷ Ἀγαρηνῷ καὶ τοῦ ἵππου κατέβαλε. Πάλιν οὖν τῷ βασιλεῖ στρατεία κατὰ τῶν Ἀγαρηνῶν, καὶ πάλιν μάχη, καὶ τὸ τῆς μάχης τέλος τοῖς Ῥωμαίοις οὐκ ἀγαθόν. μικροῦ γὰρ ἀπήχθη ἂν καὶ ὁ βασιλεὺς δορυάλωτος παρὰ τῶν Ἰσμαηλιτῶν κυκλωθείς. ὡς δ' ἔγνω τοῦτο ὁ Μανουήλ, ἐμβοησάμενος τοὺς περὶ αὐτὸν μέσον εἰσελαύνει τῶν πολεμίων καὶ τῷ βασιλεῖ φησίν "ἀκολούθει μοι·" ἵστατο γὰρ ἐκ δειλίας ἀπεγνωκώς. ὁ δὲ τὴν δειλίαν ἐπιχρωννύς, μὴ βούλεσθαι φυγεῖν ἔφη καταλιπὼν τὸν λαόν. ἐπεὶ δὲ πολλάκις ἐξελθεῖν τῆς μάχης παρακαλούμενος, ὥσπερ πεπεδημένος τῇ πτοίᾳ εἱστήκει, ὁ Μανουὴλ τὸ ξίφος σπασάμενος "εἰ μὴ ἕποιό μοι" φησίν, "αὐτίκα σε ἀνελῶ· κρεῖσσον γάρ σε θανεῖν ἢ ληφθῆναι τοῖς ἐναντίοις αἰχμάλωτον καὶ τοιοῦτον αἶσχος τῇ πολιτείᾳ Ῥωμαίων περιποιήσασθαι." ταύταις οὖν ταῖς τοῦ Μανουὴλ ἀπειλαῖς μόλις τῆς ἐκ τοῦ φόβου νάρκης λυθεὶς καὶ ἀκολουθήσας αὐτῷ, διεσώθη· ὅθεν σωτῆρα τὸν ἄνδρα ἐκάλει καί οἱ τὰ σῶστρα δα372 ψιλῶς ἀπετίννυεν. οὐκ εἰς μακρὰν δὲ αἱ τῶν βασκάνων γλῶσσαι τὴν γνώμην τοῦ βασιλέως κατὰ τοῦ Μανουὴλ εἰς τοὐναντίον ἐτρέψαντο. διέβαλον γὰρ αὐτὸν ὡς τυραννίδι ἐπιχειροῦντα, καὶ ἤδη ταῖς διαβολαῖς ἐπέπειστο ὁ Θεόφιλος καὶ τὸν Μανουὴλ ἐκτυφλῶσαι διανενόητο. γνοὺς δ' ἐκεῖνος τὸ μελετώμενον ἀπέδρα καὶ ἀγχοῦ που γενόμενος τοῖς Ἀγαρηνοῖς δηλοῖ τῷ αὐτῶν ἀρχηγῷ ὅστις ἐστὶ καὶ ὡς, εἰ λήψεται πίστεις μὴ βιασθῆναι τὴν οἰκείαν θρησκείαν ἐξομόσασθαι, προσελεύσεταί οἱ. ὁ δὲ αὐτίκα πίστεις τε δίδωσι καὶ περιχαρῶς αὐτὸν ὑποδέχεται. καὶ ὁ Μανουὴλ ἐκεῖσε γενόμενος καὶ στράτευμα πιστευθεὶς πολλὰς ἀριστείας κατὰ Περσῶν εἰργάσατο καὶ μεγάλα τρόπαια ἔστησε καὶ ἐφιλεῖτο παρὰ τῶν τῆς Ἄγαρ καὶ ἐθαυμάζετο. ὁ δὲ Θεόφιλος καὶ ἐλυπεῖτο διὰ τὸν Μανουὴλ καὶ ἐφρόντιζεν ὅπως αὐτὸν ἐκεῖθεν μετακαλέσεται. πίστεις οὖν αὐτῷ καὶ δι' ὅρκου καὶ δι' ἐγγράφου χρυσοσημάντου μετά τινος μοναχοῦ στείλας 373 ἐπανελθεῖν προετρέπετο. καὶ ὃς ἐπανῆλθε, τὸ δ' ὅπως διηγητέον· ἔστι γὰρ οὐκ ἄχαρι πρὸς διήγησιν. ἐντυχὼν τῷ τὰς πίστεις ἐκ βασιλέως αὐτῷ κομίζοντι μοναχῷ καὶ συνθέμενος ὑποστρέψαι, πρόσεισι τῷ τῶν Ἰσμαηλιτῶν ἀρχηγῷ καὶ αἰτεῖται στράτευμά οἱ δοθῆναι, ἵνα κατὰ τὴν Καππαδοκίαν γενόμενος ἀνταποδοίη τοῖς εἰς τὸν βασιλέα κατειποῦσιν αὐτοῦ (ἐκεῖ γὰρ ἔλεγεν οἰκεῖν τοὺς κατηγόρους αὐτοῦ), ἠξίου δὲ τὸν ἀρχηγὸν τῶν Ἀγαρηνῶν καὶ τὸν υἱὸν αὐτοῦ συνεκπέμψαι αὐτῷ, "ἵνα σοι τοῦτον" λέγων "γυμνάσω πρὸς τὰ πολέμια." ὁ δὲ πείθεται καὶ τὸν οἰκεῖον αὐτῷ συνεκπέμπει υἱόν· ἐθάρρει γὰρ τῷ Μανουὴλ καὶ ἐπίστευε. κἀκεῖνος ἀπῄει, καὶ ἤδη τοῖς Ῥωμαϊκοῖς ἐγγίσας ὁρίοις τὸν τοῦ ἄρχοντος τῶν ἐκ τῆς Ἄγαρ υἱὸν συμπαραλαβὼν μετ' ὀλίγων Σαρακηνῶν ἐξῄει δῆθεν πρὸς κυνηγέσιον, πολλῶν αὐτῷ θεραπόντων συνεπομένων. ὡς γοῦν ἐντὸς χώρας Ῥωμαίων ἐγένετο, τῷ υἱῷ τοῦ Ἰσμαηλίτου περιπλακείς, "σὺ μέν" ἔφη