ἔσονται αὐτῷ εἰς λαόν. Κλίνατε τὸ οὖς ὑμῶν πρὸς τὰ ῥήματα τοῦ στόματός μου. Προθύμως γὰρ, φησὶ, τῶν παρ' ἐμοῦ λεγομένων ἀκούσατε. Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου. Σαφῶς τοῦτο ὁ εὐαγγελιστὴς ἡρμήνευσε πληρωθὲν, ὅτε τὰς πολλὰς παραβολὰς εἶπεν ὁ Κύριος ἐν τοῖς Εὐαγγελίοις. Καὶ οἱ πατέρες ἡμῶν διηγήσαντο ἡμῖν. Ὅσα παρὰ τῶν πατέρων, φησὶ, δεδιδάγμεθα ἀκούσαντες, πάντα ταῦτα διὰ τῶν ἔργων καὶ τῆς αὐτοῦ παρου σίας ἐγνώκαμεν. Οὐκ ἐκρύβη ἀπὸ τῶν τέκνων αὐτῶν εἰς γενεὰν ἑτέραν. Οὐχ ἑτέρᾳ, φησὶ, γενεᾷ, ἀλλὰ τοῖς τέκνοις 27.352 αὐτῶν πάντα πέπρακται τὰ παρὰ τοῦ Σωτῆρος με γαλουργήματα· διὸ οὐκ ἐπαύσαντο αὐτοῖς προαγγέλ λοντες τὰς αἰνέσεις τοῦ Κυρίου καὶ τὰς δυνα στείας αὐτοῦ. Καὶ νόμον ἔθετο ἐν Ἰσραήλ. Νόμον, φησὶν, ἔδωκε τοῖς πατράσιν αὐτῶν, καὶ τὴν σκηνὴν τοῦ μαρτυρίου, παιδαγωγῶν αὐτοὺς εἰς τὸ γνῶναι διὰ τοῦ νόμου τὸν κατὰ καιροὺς ἐπιδημήσαντα Σωτῆρα τῷ γένει τῶν ἀνθρώπων. Υἱοὶ τεχθησόμενοι. Σημαίνει δὲ διὰ τούτων τοὺς ἁγίους τοῦ Σωτῆρος μαθητὰς, οἵτινες τὰ θαυμάσια ἃ κατώρθωσεν ὁ Χριστὸς, τοῖς υἱοῖς αὐτῶν ἀπαγγέλ λουσι· τουτέστι τοῖς προσελθοῦσι δι' αὐτῶν τῇ πίστει. Καὶ μὴ ἐπιλάθωνται τῶν ἔργων τοῦ Θεοῦ. Ταῦτα διηγήσονται αὐτοῖς, δι' ὧν δυνήσονται μόνον ἐλπίδα τὸν Θεὸν ἐπιγράψασθαι. Ἵνα μὴ γένωνται ὡς οἱ πατέρες αὐτῶν. Ἀπαγγελοῦσι, φησὶ, τὰς αἰνέσεις τοῦ Θεοῦ τοῖς δι' αὐτοῦ παιδαγωγουμένοις οἱ ἀπόστολοι· ἵνα καὶ ἐκζητήσωσι τὰς τοῦ Θεοῦ ἐντολὰς, καὶ μὴ τὴν τῶν πατέρων κα κοδαιμονίαν μιμήσωνται. Ἐκείνη γὰρ, φησὶν, ἡ γενεὰ οὐκ ἔσχεν εὐθῆ τὴν καρδίαν πρὸς Θεὸν, οὐδὲ πίστιν ἔσχε τὸ πνεῦμα αὐτῆς μετὰ τοῦ Θεοῦ. Γενεὰ ἥτις οὐ κατεύθυνε τὴν καρδίαν αὐτῆς. Ἐκεῖνοι γὰρ βεβαίαν τὴν εἰς τὸν Θεὸν οὐκ ἐκτήσαντο πίστιν, τὴν εὐθεῖαν οὐκ ἐθελήσαντες πορείαν ὁδεῦσαι, ἀλλὰ γνώμην ἐσχηκότες τοῖς θείοις ἐναντιουμένην θεσμοῖς. Υἱοὶ Ἐφραῒμ ἐντείνοντες καὶ βάλλοντες τόξοις. Ἀπὸ μόνης τῆς φυλῆς τοῦ Ἐφραῒμ ὅλον τὸν λαὸν τοῦ Ἰσραὴλ τὸν ἀποσχισθέντα τοῦ Ἰούδα ἐδήλωσεν. Οὗτοι γὰρ καὶ τὰς δαμάλεις ἔστησαν, καὶ τῆς κατὰ νόμον λατρείας ἀπέστησαν. Ἁψάμενος τῆς τῶν πα τέρων πονηρίας, ἐφεξῆς καταλέγει πᾶσαν τὴν κακίαν αὐτῶν, τήν τε παρὰ τοῦ Θεοῦ εἰς αὐτοὺς ἀγαθῶν δαψίλειαν, τήν τε πρὸς τὸν Θεὸν αὐτῶν ἀπιστίαν, τόν τε διαδεξάμενον αὐτοὺς διὰ ταῦτα ὄλεθρον· ἵνα διὰ τούτων παιδαγωγηθέντες, τὸν πονηρὸν φύγωσι ζῆλον. Λέγει δὲ, ὡς οἱ τοῦ Ἐφραῒμ υἱοὶ, τουτέστιν ἅπας Ἰσραὴλ, οἱ δεδιδαγμένοι τοῖς πονηροῖς μάχεσθαι δαίμοσι, καὶ εἰς τοῦτο ὥσπερ τόξον κατασκευασθέν τες, παρ' αὐτὸν τὸν τοῦ πολέμου καιρὸν μετεβλήθη σαν, τὸν μὲν ∆εσπότην καὶ Θεὸν ἀρνησάμενοι, προσ κλίναντες ἑαυτοὺς τῷ Βαραββᾷ, τουτέστι τῷ Σατανᾷ. Οὐκ ἐφύλαξαν τὴν διαθήκην τοῦ Θεοῦ. Τὴν καινὴν τοῦ Εὐαγγελίου παράδοσίν φησι, καὶ τό· Ἰδοὺ ἡμέρα ἔρχεται, καὶ διαθήσομαι αὐτοῖς διαθήκην καινήν. Αἰτίας δέ ἐστιν ἀπόδοσις, ὅτι, ταύτην μὴ φυλάξαντες, ἥτις ἐστὶ καινὸς νόμος τοῦ Θεοῦ, ἐστράφησαν ἐν ἡμέρᾳ πολέμου. Οὐ γὰρ ἐπίστευον αὐτῷ λέγοντι· Ἐγὼ ἐκ τοῦ Πατρὸς ἐξῆλθον καὶ ἥκω. ∆έον γὰρ βάλλειν καὶ πολεμεῖν τοὺς Θεῷ πο λεμοῦντας· οἱ δὲ κατὰ Θεοῦ ἤραντο πόλεμον. Καὶ ἐπελάθοντο τῶν εὐεργεσιῶν αὐτοῦ. Καίτοι, φησὶ, πολλὰ εὐεργετημένοι, πάντα ἀπὸ τῆς μνήμης ἀνεῤῥίπισαν. Καὶ τούτου ἀπόδειξις τὸ παραδοῦναι Πιλάτῳ. Ἐπελάθοντο τὸ πῶς διῆλθεν εὐεργετῶν αὐ 27.353 τοὺς πάντας, καὶ ἰώμενος τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου. Ἐναντίον τῶν πατέρων αὐτῶν ἃ ἐποίησε θαυ μάσια. Οὕτω, φησὶ, τῶν εὐεργεσιῶν καὶ τῶν θαυ μασίων ἐπελάθοντο τοῦ Χριστοῦ, ὥσπερ ἀμέλει καὶ οἱ πατέρες αὐτῶν τῶν ἐν Αἰγύπτῳ γεγενημένων, ὅτε αὐτοὺς ἠλευθέρου ὁ Θεός. Τοιοῦτον γάρ τι ἔοικεν ὑποσημαίνειν τὸ, Ἐναντίον τῶν πατέρων αὐτῶν· ὡσεὶ σαφέστερον ἔλεγεν· Ὁμοιότροποι τῷ ζήλῳ τῶν πατέρων αὐτῶν γεγόνασι τῷ πονηρῷ· καὶ ὥσπερ ἐκεῖνοι ἐπελάθοντο τοῦ Θεοῦ, οὕτω καὶ οὗτοι. ∆ιέῤῥηξε θάλασσαν, καὶ διήγαγεν αὐτούς. Καὶ οὐ τοῦτο μόνον φησὶν, ἀλλὰ καὶ θάλασσαν
99