φησιν· ἀλλὰ τὸ ὕδωρ ὃ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ζῶντος, ἁλλομένου εἰς ζωὴν αἰώνιον. καινότερον ὕδωρ ζῶν καὶ ἁλλόμενον, ἁλλόμενον δ' ἐπὶ τοὺς ἀξίους. 16.12 Καὶ διὰ τί ἄρα τὴν πνευματικὴν χάριν ὕδωρ ὠνόμασεν; ἐπειδὴ δι' ὕδατος ἡ σύστασις τῶν ἁπάντων. ἐπειδὴ χλοοποιὸν καὶ ζωοποιόν ἐστι τὸ ὕδωρ. ἐπειδὴ ἐξ οὐρανῶν κατέρχεται τὸ τῶν ὄμβρων ὕδωρ. ἐπειδὴ μονοειδὲς μὲν κατέρχεται, πολυειδῶς δὲ ἐνεργεῖ. μία μὲν γὰρ πηγὴ ὅλον παράδεισον ἐπαρδεύει, εἷς δὲ καὶ ὁ αὐτὸς ὑετὸς κατέρχεται ἐν παντὶ τῷ κόσμῳ. καὶ γίνεται λευκὸς μὲν ἐν κρίνῳ, ἐρυθρὸς δ' ἐν ῥόδῳ, πορφυραῖος δ' ἐν ἴοις καὶ ὑακίνθοις, καὶ διάφορος καὶ ποικίλος ἐν παντοίοις εἴδεσιν. καὶ ἐν φοίνικι μὲν ἄλλος, ἐν ἀμπέλῳ δ' ἄλλος, καὶ ἐν πᾶσι τὰ πάντα, μονοειδὴς ὢν καὶ οὐκ ὢν ἄλλος αὐτὸς ἑαυτοῦ. οὐ γὰρ μεταβάλλων ἑαυτὸν ὁ ὑετὸς ἄλλος καὶ ἄλλος κατέρχεται, ἀλλὰ τῇ τῶν ὑποδεχομένων κατασκευῇ συμπεριφερόμενος ἑκάστῳ τὸ πρόσφορον γίνεται. Οὕτω καὶ τὸ πνεῦμα τὸ ἅγιον, ἓν ὂν καὶ μονοειδὲς καὶ ἀδιαίρετον, ἑκάστῳ διαιρεῖ τὴν χάριν καθὼς βούλεται. καὶ ὥσπερ τὸ ξηρὸν ξύλον ὕδατι κοινωνῆσαν βλαστοὺς ἐκδίδωσιν, οὕτω καὶ ἡ ἐν ἁμαρτίαις ψυχὴ διὰ μετανοίας ἁγίου πνεύματος καταξιωθεῖσα βότρυας ἐκφέρει δικαιοσύνης. μονοειδὲς δὲ ὂν πολλὰς νεύματι θεοῦ καὶ ἐν ὀνόματι Χριστοῦ τὰς ἀρετὰς ἐνεργεῖ. τινὸς μὲν γὰρ συγκέχρηται γλώσσῃ πρὸς σοφίαν, ἄλλου φωτίζει τὴν ψυχὴν ἐν προφητείᾳ, ἄλλῳ δὲ δίδωσι δύναμιν ἀπελάσαι δαίμονας, ἄλλῳ δὲ δίδωσιν ἑρμηνεῦσαι τὰς θείας γραφάς. ἄλλου τὴν σωφροσύνην ἐνισχύει, ἄλλον διδάσκει τὰ περὶ ἐλεημοσύνης, ἄλλον διδάσκει νηστεύειν καὶ ἀσκεῖν, ἄλλον διδάσκει καταφρονεῖν τῶν τοῦ σώματος πραγμάτων, ἄλλον ἑτοιμάζει πρὸς μαρτύριον, ἄλλα ἐν ἄλλοις, αὐτὸ δὲ οὐκ ἄλλο ἑαυτοῦ. καθὼς γέγραπται· ἑκάστῳ δὲ δίδοται ἣ φανέρωσις τοῦ πνεύματος πρὸς τὸ συμφέρον. ᾧ μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα, ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ πνεύματι, ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ αὐτῷ πνεύματι, ἄλλῳ δὲ ἐνεργήματα δυνάμεως, ἄλλῳ δὲ προφητεία, ἄλλῳ δὲ διάκρισις πνευμάτων, ἑτέρῳ δὲ γένη γλωσσῶν, ἄλλῳ δὲ ἑρμηνεία γλωσσῶν. πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται. 16.13 Ἀλλ' ἐπειδὴ περὶ πνεύματος ἁπλῶς πολλὰ καὶ διάφορα γέγραπται ἐν ταῖς θείαις γραφαῖς, καὶ δέος ἐστὶ μή ποτέ τις ἐξ ἀγνωσίας εἰς σύγχυσιν ἔλθῃ, ἀγνοῶν περὶ ποίου πνεύματός ἐστι τὸ γεγραμμένον, καλῶς ἔχει νῦν ἀσφαλίσασθαι, ποῖον λέγει ἡ γραφὴ εἶναι τὸ ἅγιον. ὥσπερ γὰρ καλεῖται χριστὸς Ἀαρὼν καὶ ∆αβὶδ καὶ Σαοὺλ καὶ ἄλλοι χριστοὶ καλοῦνται, μόνος δὲ εἷς ἐστιν ὁ ἀληθινὸς Χριστός, οὕτω καὶ τῆς τοῦ πνεύματος προσηγορίας περὶ διαφόρων πραγμάτων εἰρημένης καλόν ἐστιν ἰδεῖν τί ἐστιν ἰδιαζόντως τὸ πνεῦμα τὸ ἅγιον. καλεῖται γὰρ πνεύματα πολλά. ἡ ψυχὴ ἡμῶν καλεῖται πνεῦμα. καὶ ἄγγελος καλεῖται πνεῦμα. καὶ ὁ ἄνεμος οὗτος ὁ πνέων καλεῖται πνεῦμα. καὶ ἀρετὴ μεγάλη καλεῖται πνεῦμα. καὶ ἀκάθαρτος πρᾶξις καλεῖται πνεῦμα. καὶ δαίμων ἀντικείμενος καλεῖται πνεῦμα. βλέπε τοίνυν ἀκούων ταῦτα, μή ποτε νομίσῃς ἀπὸ τῆς ὁμωνυμίας ἀνθ' ἑτέρου ἕτερον. Περὶ μὲν γὰρ τῆς ψυχῆς τῆς ἡμετέρας λέγει ἡ γραφή· ἐξελεύσεται τὸ πνεῦμα αὐτοῦ καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ. καὶ περὶ τῆς αὐτῆς ψυχῆς λέγει πάλιν· ὁ πλάσσων πνεῦμα ἀνθρώπου ἐν αὐτῷ. περὶ δὲ τῶν ἀγγέλων ἐν ψαλμοῖς φησιν· ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα [καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα]. περὶ δὲ τοῦ ἀνέμου φησίν· ἐν πνεύματι βιαίῳ συντρίψεις πλοῖα Θαρσεῖς. καί, ὃν τρόπον ἐν δρυμῷ ξύλον ὑπὸ πνεύματος σαλευθῇ. καί, πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος. περὶ δὲ τῆς καλῆς διδασκαλίας αὐτὸς ὁ κύριος λέγει· τὰ ῥήματα; ἃ ἐγὼ λελάληκα ὑμῖν, πνεῦ μά ἐστι καὶ ζωή ἐστιν, ἀντὶ τοῦ πνευματικά ἐστιν. τὸ δὲ πνεῦμα τὸ ἅγιον οὐ λαλεῖται διὰ γλώσσης, ἀλλὰ ζῶν ἐστι, παρέχον σοφῶς λαλεῖν, τὸ λαλοῦν καὶ ὁμιλοῦν αὐτό. 16.14 Καὶ θέλεις γνῶναι ὅτι ὁμιλεῖ καὶ λαλεῖ; Φίλιππος ἐξ ἀποκαλύψεως ἀγγέλου