μὴ γράψῃ ὁ κύριος αὐτοῦ τὴν εἰκόνα ἐκ τοῦ ἑαυτοῦ φωτός. χρὴ τοίνυν ἀτενίζειν ἡμᾶς εἰς αὐτόν, πιστεύοντας καὶ ἀγαπῶντας αὐτόν, πάντα ῥίψαντας καὶ αὐτῷ προσέχοντας, ἵνα γράψας τὴν ἑαυτοῦ εἰκόνα τὴν ἐπουράνιον ἀποστείλῃ ἐν ταῖς ψυχαῖς ἡμῶν, καὶ οὕτως φορέσαντες τὸν Χριστὸν ζωὴν αἰώνιον λάβωμεν καὶ ἀπεντεῦθεν πληροφορηθέντες ἀναπαῶμεν. Ὥσπερ τὸ νόμισμα τοῦ χρυσίου ἐὰν μὴ λάβῃ καὶ ἐντυπωθῇ τὴν βασιλικὴν εἰκόνα, οὔτε εἰς ἐμπορίαν ἀπέρχεται οὔτε εἰς βασιλέως θησαυροὺς ἀποτίθεται, ἀλλὰ ἀπόβλητον τυγχάνει, οὕτως καὶ ἡ ψυχὴ ἐὰν μὴ ἔχῃ εἰκόνα τοῦ ἐπουρανίου πνεύματος, ἐν φωτὶ ἀρρήτῳ Χριστὸν ἐντετυπωμένον ἐν αὐτῇ, οὐ χρησιμεύει εἰς τοὺς ἄνω θησαυροὺς καὶ ὑπὸ τῶν ἐμπόρων τῆς βασιλείας, τῶν καλῶν ἀποστόλων ἀπόβλητος γίνεται. καὶ γὰρ ὁ κληθεὶς καὶ μὴ φορῶν τὸ ἔνδυμα τοῦ γάμου ὡς ἀλλότριος ἐξεβλήθη εἰς τὸ ἀλλότριον σκότος, μὴ φορῶν τὴν εἰκόνα τὴν ἐπουράνιον. τοῦτο γὰρ τὸ σημεῖον καὶ σίγνον τυγχάνει τοῦ κυρίου, ἐντυπούμενον ταῖς ψυχαῖς, πνεῦμα φωτὸς ἀρρήτου ὑπάρχον. καὶ ὥσπερ ἐν πόλει ὁ νεκρὸς ἀχρεῖος καὶ ὅλως μὴ χρησιμεύων τοῖς ἐκεῖ ἐστι, διὸ καὶ ἐκκομίζουσιν αὐτὸν ἔξω τῆς πόλεως καὶ κατατίθενται, οὕτως καὶ ψυχὴ ἡ μὴ φέρουσα τὴν ἐπουράνιον τοῦ θεϊκοῦ φωτὸς εἰκόνα, τὴν ζωὴν τῆς ψυχῆς, ὥσπερ ἀδόκιμος καὶ πάντῃ ἀπόβλητος τυγχάνει· οὐ χρησιμεύει γὰρ εἰς ἐκείνην τὴν πόλιν τῶν ἁγίων νεκρὰ ψυχὴ μὴ φοροῦσα φωτεινὸν καὶ θεϊκὸν πνεῦμα. ὥσπερ γὰρ ἐν κόσμῳ ζωὴ τοῦ σώματος ἡ ψυχή ἐστιν, οὕτως καὶ ἐν τῷ αἰωνίῳ καὶ ἐπουρανίῳ κόσμῳ τῆς ψυχῆς ἡ ζωὴ τὸ πνεῦμα τῆς θεότητος ὑπάρχει· ἄνευ γὰρ τῆς ψυχῆς τοῦ πνεύματος ἡ ψυχὴ αὕτη νεκρὰ τοῖς ἄνω καὶ ἀχρεία ὑπάρχει. χρὴ τοίνυν τὸν ζητοῦντα πιστεῦσαι καὶ προσελθεῖν τῷ κυρίῳ, παρακαλεῖν, ἐντεῦθεν λαβεῖν τὸ θεϊκὸν πνεῦμα. αὐτὸ γάρ ἐστιν ἡ ζωὴ τῆς ψυχῆς, καὶ διὰ τοῦτο ἐποιήσατο τὴν ἔλευσιν ὁ κύριος, ἵνα ζωὴν ἐντεῦθεν δῷ τῇ ψυχῇ τὸ πνεῦμα αὐτοῦ. «ἕως» γάρ φησιν «ἔχετε τὸ φῶς, πιστεύετε εἰς τὸ φῶς». «ἔρχεται νύξ, ὅτε οὐκέτι δύνασθε ἐργάζεσθαι». εἴ τις τοίνυν οὐκ ἐζήτησεν ἐντεῦθεν καὶ ἔλαβε ζωὴν τῇ ψυχῇ, τὸ θεϊκὸν φῶς τοῦ πνεύματος, ἐν τῷ ἐξέρχεσθαι τοῦ σώματος ἐν τοῖς ἀριστεροῖς τόποις τοῦ σκότους ἤδη ἀφορίζεται, εἰς βασιλείαν οὐρανῶν μὴ εἰσερχόμενος, ἐν γεέννῃ τὸ τέλος ἔχων μετὰ τοῦ διαβόλου καὶ τῶν ἀγγέλων αὐτοῦ. Ἢ ὥσπερ χρυσίον ἢ ἀργύριον, ἐπὰν ἐμβληθῇ τῷ πυρί, καθαρώτερον καὶ δοκιμώτερον γίνεται καὶ οὐδὲν δύναται ἀλλοιῶσαι αὐτό, οἷον ξύλα ἢ χόρτος (πάντα γὰρ ἐσθίει τὰ προσερχόμενα αὐτῷ, πῦρ γὰρ γίγνονται), οὕτως καὶ ἡ ψυχὴ ἐν τῷ πυρὶ τοῦ πνεύματος ἀναστρεφομένη καὶ τῷ θεϊκῷ φωτί, ὑπ' οὐδενός τι κακὸν πείσεται τῶν πονηρῶν πνευμάτων· εἰ δὲ καὶ προσεγγίσει τι αὐτῇ, ἀναλίσκεται ὑπὸ τοῦ ἐπουρανίου πυρὸς τοῦ πνεύματος. ἢ ὥσπερ πετεινὸν ἐπὰν ἐν ὕψει πετασθῇ, ἀμέριμνόν ἐστιν ὡς μηδὲν δεδοικὸς θηρευτὰς ἢ θηρία πονηρά (ἄνω γάρ που ὂν πάντων καταγελᾷ), οὕτω καὶ ψυχὴ λαβοῦσα τὰς πτέρυγας τοῦ πνεύματος καὶ εἰς τὰ ὑψηλὰ τῶν οὐρανῶν πετομένη, πάντων ἀνωτέρα οὖσα, πάντων καταγελᾷ. καὶ ὁ μὲν «κατὰ σάρκα Ἰσραήλ», τότε σχίσαντος Μωσέως τὴν θάλασσαν, διήρχοντο κάτω. οὗτοι δὲ τέκνα θεοῦ ὄντες ἐπάνω περιπατοῦσιν ἐπὶ τὴν θάλασσαν τῆς πικρίας τῶν πονηρῶν δυνάμεων· τὸ σῶμα γὰρ καὶ ἡ ψυχὴ αὐτῶν οἶκος θεοῦ γεγόνασιν. Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὅτε ἔπεσεν ὁ Ἀδάμ, ἦλθεν ὁ θεὸς περιπατῶν ἐν τῷ παραδείσῳ, ἔκλαυσεν, ὡς εἰπεῖν, ἰδὼν τὸν Ἀδάμ, καὶ εἴρηκεν· ἐκ ποίων ἀγαθῶν ποῖα ᾑρετίσω κακά; ἐκ ποίας δόξης ποίαν αἰσχύνην φορεῖς; τί σκοτεινὸς εἶ νῦν; τί δυσειδής; τί σαπρός; ἐκ ποίου φωτὸς ποῖον σκότος ἐκάλυψέ σε; καὶ πεσόντος τοῦ Ἀδὰμ καὶ ἀποθανόντος ἀπὸ τοῦ θεοῦ, ἔκλαυσεν αὐτὸν ὁ ποιητής, ἄγγελοι, πᾶσαι αἱ δυνάμεις, οὐρανοί, γῆ, καὶ πάντα τὰ κτίσματα ἐπένθησαν ἐπὶ τῷ θανάτῳ καὶ τῇ πτώσει αὐτοῦ· τὸν γὰρ δοθέντα αὐτοῖς βασιλέα δοῦλον εἶδον γεγονότα ἐναντίας καὶ