101
ἀπέγνωστο αὐτῷ ἡ ζωή. μοναχῶν δέ τινων εἰς ἐπίσκεψιν ἀφικομένων αὐτοῦ καὶ ὅπως ἔχει πυνθανομένων, ἐκεῖνος λεπτῇ καὶ ἀδρανεῖ τῇ φωνῇ ὅσον ἤδη ἐκλείπειν ἀνταπεκρίνατο. οἱ δέ "εἰ σύνθοιο" ἔφησαν "τῇ τῶν εἰκόνων συνευδοκῆσαι τιμῇ καὶ τὴν βασίλισσαν εἰς τοῦτο παρακροτῆσαι, οὐκ εἰς μακρὰν ἔσται σοι καὶ ῥῶσις σώματος καὶ σωτηρία ψυχῆς." καὶ ὁ μὲν ἐπηγγείλατο, καὶ ἡ νόσος ἠσθένει καὶ ὁ Μανουὴλ ἀνερρώννυτο. ἤδη δὲ τὴν ὑγείαν ἀπολαβὼν πρόσεισι τῇ βασιλίσσῃ καὶ περὶ τῶν σεβαστῶν εἰκόνων ὡμίλει καὶ τὴν αὐτῶν κατήπειγεν ἀναστήλωσιν, ταῦτα καὶ τῆς μητρὸς αὐτῆς καὶ τῶν συγγόνων πρεσβευόντων τῶν πατρικίων. ἡ δὲ ξυρὸς ἦν εἰς ἀκόνην. καὶ 383 πρότερον μὲν τοὺς ἐν ὑπερορίαις παραπεμφθέντας παρὰ τοῦ Θεοφίλου καὶ τοὺς καθειργμένους καὶ τοὺς ἄλλαις κακώσεσι προσπαλαίοντας πάντας ἀνῆκεν. εἶτα καὶ ζήτησιν γενέσθαι προσέταξε περὶ τῆς αἱρέσεως, καὶ γενομένης ἡ τῶν ὀρθοδόξων ὑπερέσχε πληθύς. πρὸ τῆς ζητήσεως δὲ τὸν ψευδώνυμον πατριάρχην τὸν γόητα Ἰωάννην τοῦ ἀρχιερατικοῦ κατασπᾷ θρόνου, ἀθέσμως ἐπιβεβηκότα τούτου ἐπὶ ἐνιαυτοὺς ἕξ, ἀντεισάγει δὲ τὸν ἱερὸν καὶ θεῖον Μεθόδιον. καὶ αὐτοῦ προεστῶτος τοῦ τῶν ὀρθοδόξων πληρώματος ἡ ζήτησις γέγονε καὶ ἡ τῶν ἁγίων ἐκτυπωμάτων εἰς τοὐμφανὲς προσκύνησίς τε καὶ ἀναστήλωσις. ὅτε φασὶ τὴν βασίλισσαν θερμότατα δεηθῆναι τοῦ τε πατριάρχου καὶ τῶν ἄλλων ἀρχιερέων καὶ μοναχῶν κοινὴν προσενεγκεῖν δέησιν τῷ θεῷ ὥστε σωτηρίας τυχεῖν τὸν βασιλέα καὶ ξυνευνέτην αὐτῆς· καὶ μέντοι καὶ θερμότατα δεηθῆναι αὐτοὺς τοῦ θεοῦ, καὶ τὸν μὴ παριδεῖν τὴν αἴτησιν τῶν θεραπόντων αὐτοῦ, ἀλλ' ἀξιῶσαι συγγνώμης τὸν βασιλέα Θεόφιλον. ᾄδεται ταῦτα καὶ τοῖς ἀφορῶσι πρὸς τὸ φιλάνθρωπον τοῦ θεοῦ καὶ 384 δέχεται καὶ πιστεύεται. ἀπιστήσει γὰρ οὐδεὶς ἢ ὅστις οὐ μέγα 384 οἴεται δύνασθαι τὰς τῶν ἁγίων ἐντεύξεις τὰς πρὸς θεόν, οὐδ' ἀντιμετρεῖν οἶδε τὴν τοῦ θεοῦ ἀγαθότητα πρὸς τὰ ἀνθρώπινα ἀγνοήματα. ἡ μὲν οὖν τῶν ἁγίων εἰκόνων οὕτω γέγονεν ἀναστήλωσις. ὁ δὲ καθαιρεθεὶς πατριάρχης Ἰωάννης ἢ Ἰαννῆς ἐν μονῇ τινι περιορισθεὶς καὶ εὑρηκὼς ἐκεῖ εἰκόνα τοῦ σωτῆρος Χριστοῦ καὶ τῆς αὐτὸν ἀσπόρως τεκούσης, τὰ ὄμματα τῶν σεβασμίων ἐκτυπωμάτων ἐξώρυξεν. ὃ μαθοῦσα ἡ βασιλὶς καὶ ζῆλον θεῖον ζηλώσασα τοὺς τοῦ ἀσεβοῦς ἐκείνου ἐκκοπῆναι προσέταξεν ὀφθαλμούς· ἀλλ' οὐκ εἰς ἔργον ἐξέβη τὸ πρόσταγμα, τῇ βασιλίδι τὴν δικαίαν ὀργὴν καταπραϋνάντων τινῶν. πέμψασα δὲ σκυτάλῃ τοῦτον ᾐκίσατο, τῶν αἰκισμῶν παραταθέντων μέχρις ἑκατοντάδος διπλῆς. Ἀλλὰ καὶ οὕτως ἔχων ὁ γόης καὶ οἱ ὁμοδοξοῦντες αὐτῷ καὶ τῇ αὐτῇ καθαιρέσει ὑποβληθέντες ἠρεμεῖν οὐκ ἠνείχοντο. συσκευάζουσι δὲ κατὰ τοῦ ἱεροῦ Μεθοδίου σκαιώρημα τῆς αὐτῶν ἀπονοίας ἢ κακονοίας μᾶλλον ἐπάξιον. γύναιον γάρ τι 385 αἰσχρὸν χρυσίου δόσει πολλοῦ ὑποφθείραντες κατηγορῆσαι πεπείκασι τοῦ ἀοιδίμου ἐκείνου ἀνδρὸς ὡς συμφθαρέντος αὐτῷ. καὶ τῆς κατηγορίας οἱ προὔχοντες τῆς συγκλήτου παρῆσαν ἐξετασταί. καὶ παρῆκτο τὸ γύναιον λέγον ὅσα παρὰ τῶν ἀσεβῶν ἐκείνων συκοφαντῶν προκατήχητο καὶ εἰς πρόσωπον ἐλέγχον δῆθεν τὸν ἅγιον. ὁ δὲ τέως μὲν ἡσυχίαν ἦγεν· ὡς δὲ σκυθρωπάζον ἑώρα τῆς ἐκκλησίας τὸ πλήρωμα, καὶ πρὸ τῶν ἄλλων τὸν μάγιστρον Μανουήλ, ἀνίσταται μέν, αἴρει δ' ἐπ' ὄψει πάντων ταῖς χερσὶ τὸ κράσπεδον τῆς περιβολῆς καὶ ἀπογυμνοῖ τὴν αἰδῶ· ἡ δὲ ἦν κατεψυγμένη πάντῃ καὶ μαρασμὸν ἀπό τινος συμβάματος ὑπομείνασα, ὡς δῆλον εἶναι μὴ δύνασθαι ταύτην πρὸς ἀφροδίσια ἐνεργεῖν. τοῦτο τοῖς μὲν ὀρθόφροσι χαρμονῆς καὶ θάμβους ἐγένετο αἴτιον, τοῖς δὲ συκοφάνταις αἰσχύνης καὶ ἀθυμίας πολλῆς. ὡς δ' ἠρωτᾶτο ὁ ἅγιος ὅθεν ὁ τῶν αἰδοίων αὐτῷ συμβέβηκε μαρασμός, ὁ αἰδοῖος ὄντως ἐκεῖνος "ἐστάλην" εἶπε "ποτὲ κατά τινα χρείαν εἰς Ῥώμην, κἀν ταύτῃ διάγοντι πύρωσίν μοι τῆς σαρκὸς ὁ δαίμων ἐπήνεγκε, καὶ ἦν τὸ πάθος σφοδρότερον καὶ ἡ τοῦ ἔρωτος οὐκ ἔληγε 386 φλεγμονή, ἀλλ' ὁσημέραι ἀκμαιότερον ἐξεκάετο. δείσας οὖν περὶ τῷ σώφρονι λογισμῷ, μήποτε τῇ σαρκὸς ἀνάγκῃ ὑποσυρῇ, πρόσειμι τῇ