ΨΑΛΜΟΣ ὑπὲρ τῶν Ἀσσυρίων. ΟΘʹ. Ὑπόθεσις. Κατὰ μὲν τὸ πρόχειρον τῆς λέξεως ἐλεηθῆναι ἀξιοῖ τοὺς ὑπὸ τοῦ Ἀσσυρίου καταδουλωθέντας· κατὰ δὲ τὴν ὑψηλοτέραν διάνοιαν, ὑπὲρ τῶν ὑπομεινάν των τὴν αἰχμαλωσίαν τὴν νοητὴν, μετὰ τὸν κατὰ τοῦ Κυρίου σταυρὸν ὑπὸ τῶν νοητῶν Ἀσσυρίων, καὶ αὐτοῦ τοῦ ἄρχοντος αὐτῶν, φημὶ δὴ τοῦ Σα τανᾶ. Ἱκετείαν οὖν προβάλλεται, ἀξιῶν ἐπιφάνειαν γενέσθαι τοῦ Σωτῆρος ἡμῶν, καὶ ἐλευθέρωσιν τοῦ παντὸς γένους τοῦ Ἰσραήλ. Ὁ ποιμαίνων τὸν Ἰσραὴλ, πρόσχες. Σὲ, ∆έσποτα, τὸν ποιμένος δίκην τοῦ λαοῦ προμηθούμενον, δέξασθαί μου τὴν ἱκετείαν ἀντιβολῶ. Ὁ καθήμενος ἐπὶ τῶν χερουβὶμ, ἐμφάνηθι ἐναντίον Ἐφραῒμ, καὶ Βενιαμὶν, καὶ Μανασσῆ. Ἐν τῇ πορείᾳ τῆς σκηνῆς ἐβάδιζον τρεῖς φυλαὶ, Ἰούδα, καὶ Ἰσάχαρ, καὶ Ζαβουλών. Ἠκολούθουν δὲκατὰ νότον τρεῖς ἕτεραι· ἡ τοῦ Ἐφραῒμ, ἡ τοῦ Βεν ιαμὶν καὶ τοῦ Μανασσῆ. Ἦν δὲ ἐπὶ τῶν χρυσῶν χερουβὶμ τῶν ἐπάνω τῆς κιβωτοῦ δόξα Θεοῦ· προ εβάδισε γὰρ αὐτῶν κατὰ τὴν πορείαν. Σὺ οὖν ὁ καθ ήμενος ἐπὶ τῶν χερουβὶμ, καὶ προπορευόμενος τῆς κιβωτοῦ, ὡς εἶναι ἔμπροσθεν τοῦ Ἐφραῒμ, Βενια μὶν καὶ Μανασσῆ (τὸ γὰρ ἐναντίον σημαίνει τὸ ἔμπροσθεν), διὰ τῆς σαυτοῦ δυναστείας τὴν σωτηρίαν ἐπιδίδου. Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας. Τὸν Ἰσραήλ φησιν. Ἐξέβαλες ἔθνη, καὶ κατεφύτευσας αὐτήν. Προπορευόμενος γὰρ, ἐξέβαλες ἀπὸ προσώπου αὐτῶν τὰ ἔθνη. Ἐκάλυψεν ὄρη ἡ σκιὰ αὐτῆς. Σκιὰ μὲν τῆς ἀμ πέλου ἡ κατὰ νόμον λατρεία, διὰ τὸ σκιὰν ἔχειν τὸν νόμον τῶν μελλόντων ἀγαθῶν· ὄρη δὲ τό τε ἐν Σηλὼμ καὶ τὸ ἐν Σιών φησιν. Ἐν τούτοις γὰρ τοῖς δυσὶ τό ποις ἵδρυτο ἡ σκηνή. Οὐδὲν οὖν ἕτερον σημαίνει, ἢ ὅτι τὰ ἐν νόμῳ, ἅτινα ἦν σκιὰ τῶν μελλόντων ἀγα θῶν, ἐν τοῖς δυσὶ τούτοις ἐτελεῖτο ὄρεσι. Καὶ ἀνα δενδράδες αὐτῆς τὰς κέδρους τοῦ Θεοῦ. Κέδροι μὲν αἱ οὐράνιαι δυνάμεις· ἀναδενδράδες δὲ τῆς ἀμ πέλου οἱ ἐκ τοῦ λαοῦ προφῆται εἰς ὕψος ἠρμένοι, καὶ ἐπαναπαυόμενοι ταῖς ἄνω καὶ λογικαῖς δυνάμεσιν. Ἐξέτεινε τὰ κλήματα αὐτῆς ἕως θαλάσσης. Κλήματα καὶ παραφυάδες τῆς ἀμπέλου τὸ πᾶν πλῆ θος τοῦ λαοῦ φησιν, ὃ κατέσχεν ἀπὸ ποταμοῦ Εὐ φράτου μέχρι θαλάσσης τῆς Ἰνδικῆς. Ἵνα τί καθεῖλες τὸν φραγμὸν αὐτῆς; Φραγμὸς ἦν αὐτῇ ἡ τῶν ἀγγέλων φυλακὴ, ἣν ἀπέστησεν ἀπ' αὐτῶν ὁ Θεός. Καὶ τρυγῶσιν αὐτὴν πάντες οἱ παραπορευόμενοι τὴν ὁδόν. ∆έδοται γὰρ εἰς βόσκημα 27.361 τοῖς ἀκαθάρτοις δαίμοσιν, οἵτινες καὶ νέμονται αὐ τῶν τὰς ψυχὰς, τῆς νοητῆς εὐκαρπίας ἀπογυμνοῦντες. Ὁ Θεὸς δυνάμεων, ἐπίστρεψον. Ἱκετεύω σε τοίνυν τὸν δυνατὸν ∆εσπότην ἰδεῖν ἄνωθεν τῆς ἀμπέ λου τὴν λώβην, καὶ θεραπείας ἀξιῶσαι τὸ πάθος. Ἡ σὴ γὰρ αὕτη πρόνοια τὴν προτέραν ἔδωκεν εὐκλη ρίαν. Καὶ κατάρτισαι αὐτὴν ἣν ἐφύτευσεν ἡ δεξιά σου. Ἐπειδὴ σὺ αὐτὴν, φησὶ, κατεφύτευσας, εἶτα γέγονεν ἐμπεπυρισμένη καὶ κατεσκαμμένη καὶ ἀπόλωλε, σοῦ αὐτὴν ἐπιτιμήσαντος, κατάρτισαι αὐ τὴν καὶ ἑτοίμην εἰς σωτηρίαν παρασκεύασον· παρα σκεύασον δὲ διὰ τοῦ υἱοῦ τοῦ ἀνθρώπου. Τὸ γὰρ, ἐπὶ υἱὸν ἀνθρώπου, διὰ τοῦ υἱοῦ ἀνθρώπου σημαίνει. Τίς δέ ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου ἢ αὐτὸς ὁ Κύριος ἡμῶν, ὡς αὐτὸς περὶ ἑαυτοῦ ἐν τοῖς Εὐαγγελίοις φησί; Γενηθήτω ἡ χείρ σου ἐπ' ἄνδρα δεξιᾶς σου. Αὕτη, φησὶν, ἡ πρᾶξις ἡ τῆς σωτηρίας τοῦ λαοῦ, ἥτις καὶ διὰ τῆς χειρὸς σημαίνεται, ἐπ' ἄνδρα δε ξιᾶς σου γενηθήτω, τουτέστι διὰ τοῦ ἀνδρὸς τοῦ ὄντος δεξιᾶς σου. Καὶ τίς οὗτος ἢ ὁ Υἱὸς τοῦ ἀνθρώ που, ὅς ἐστι δεξιὰ τοῦ Πατρὸς, εἰ καὶ γέγονεν ἄν θρωπος; Ἐπειδὰν δὲ τοῦτο γένηται, καὶ σώσῃ ἡμᾶς, φησὶν, ἡ δεξιά σου, ὁ χρηματίσας ἀνὴρ καὶ Υἱὸς ἀν θρώπου, οὐκ ἄν ποτε ἀποστῶμεν ἀπὸ σοῦ, ἅτε τῆς σῆς ζωῆς μεταλαβόντες, καὶ τῷ σῷ ἐπικληθέντες ὀνόματι, τουτέστι Χριστιανοί. Κύριε ὁ Θεὸς τῶν δυνάμεων, ἐπίστρεψον ἡμᾶς. Συνεχῶς τὴν ἱκεσίαν προβάλλεται, ἐπισπεύδων τὴν ἐπιφάνειαν γενέσθαι τοῦ Μονογενοῦς, δι' οὗ καὶ σωθήσονται. Εἰς τέλος ὑπὲρ τῶν ληνῶν
102