1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

102

κορυφαίᾳ τῶν ἀποστόλων δυάδι Πέτρῳ καὶ Παύλῳ, καὶ ταύτης ἐδεόμην ἀμῦναί μοι κινδυνεύοντι. ὑπνώττων τοίνυν νυκτὸς ὁρῶ τὼ ἄνδρε μοι ἐφεστῶτε, καὶ ὁ Πέτρος ἔδοξέ μοι τοῖς δακτύλοις ἅψασθαι τῆς αἰδοῦς καὶ λέγειν μὴ πτοεῖσθαι, πῦρ δέ μοι ἐδόκει τὰ παιδογόνα μόρια βόσκεσθαι, ὡς ἐκ τῆς ἀλγηδόνος καὶ τὸν ὕπνον ἀνεῖναί με. ἔκτοτε οὖν μοι τὰ μόρια ταῦτα νενέκρωται καὶ πύρωσις οὐκέτι μοι παρηνώχλησε." ταῦτα ὁ μάγιστρος Μανουὴλ καὶ θεασάμενος καὶ πυθόμενος αὐτίκα τὴν γυναῖκα παραστησάμενος ἠρώτα ὅθεν εἰς τὴν κατὰ τοῦ ἁγίου συκοφαντίαν ὥρμητο, καὶ ἠπείλει, εἰ μὴ πᾶσι θεῖτο τὴν ἀλήθειαν ἔκδηλον, αὐτίκα βασάνοις αὐτὴν παραδοῦναι, δι' ὧν ἂν ἐκβιασθείη ἐκκαλύψαι λαμπρῶς τὸ σκαιώρημα. ἡ δὲ οὐδὲν ἀπεκρύψατο, ἀλλὰ καὶ τοὺς τοῦ δράματος ἀπήγγειλε πρωτουργοὺς καὶ τὴν ἑαυτῆς ἀπάτην καὶ τοῦ χρυσίου τοῦ μὲν τὴν δόσιν, τοῦ δὲ τὴν ὑπόσχεσιν. ἔμελλον οὖν οἱ κακοῦργοι ταῖς τῶν 387 συκοφαντῶν ὑποβληθῆναι ποιναῖς, ἀλλ' ὁ μέγας Μεθόδιος αὐτοὺς τῆς τιμωρίας ἐρρύσατο· καὶ τὰ μὲν οὕτω γέγονεν. Ὁ δὲ τῶν Βουλγάρων ἄρχων γυναικὶ τὴν τῶν Ῥωμαίων βασιλείαν καὶ παιδὶ νεαρῷ κυβερνωμένην μαθὼν στέλλει τινὰς τῶν αὐτοῦ ἀπειλῶν ἀφίστασθαι τῶν σπονδῶν καὶ ἆραι ὅπλα κατὰ τῆς τῶν Ῥωμαίων ἀρχῆς. πρὸς ταῦτα τοίνυν δηλοῖ αὐτῷ ἡ βασίλισσα ὡς "ἀντιτάξομαί σοι πάντως κἀγώ, καὶ εἰ μὲν θεοῦ διδόντος ὑπερέξω, ἔσῃ νικηθεὶς ὑπὸ γυναικός, καὶ ὅσον σοι τὸ τῆς αἰσχύνης ὑπόγυον λόγισαι· εἰ δὲ νικήσεις ἴσως αὐτός, οὐκ ἔσται σοι σεμνὸν τὸ εὐτύχημα γυναῖκα νικήσαντι." ὡς οὖν ταῦτα τῷ βαρβάρῳ ἠγγέλθησαν, ἀνέστειλαν αὐτῷ τὴν ὁρμήν, καί οἱ συμφέρον ἔκρινεν ἀνανεώσασθαι τὰς σπονδάς· καὶ αὗται ἀνεκαινίσθησαν. ἀδελφὴ δὲ τοῦ ἄρχοντος Βουλγαρίας αἰχμαλωτισθεῖσά ποτε καὶ ἐν τοῖς βασιλείοις διάγουσα τῷ θείῳ τε ἐτελέσθη βαπτίσματι καὶ γραμμάτων ἐν μυήσει ἐγένετο. ταύτην ὁ ἀδελφὸς ἀναδοθῆναί οἱ ἠξίωσε· καὶ ἡ μὲν ἐδόθη αὐτῷ, ὁ δ' ἀντέδωκεν ἄνδρα τῶν λογίμων Θεόδωρον τὸν Κουφαρᾶν. 388 ἡ δὲ τοῦ τῶν Βουλγάρων ἄρχοντος ἀδελφὴ ἀφικομένη πρὸς τὸν ὁμαίμονα ἐνῆγεν αὐτὸν εἰς τὴν τῶν χριστιανῶν θρησκείαν διὰ παντὸς αὐτῷ περὶ αὐτῆς διαλεγομένη καὶ τὰ χριστιανῶν μυστήρια ἐκθειάζουσα. ὁ δὲ ταῦτα καὶ παρὰ τοῦ Κουφαρᾶ προκατήχητο, ἀλλ' οὔπω ἐπέπειστο τῶν πατρίων ἀποστῆναι ἐθῶν. λιμὸς δὲ τοῖς Βουλγάροις συμβὰς καὶ αὐτὸν καὶ τὸ ἔθνος εἰς θεοσέβειαν μετερρύθμισεν. ὁ μὲν γὰρ τὸ ἔθνος ἅπαν ἐπίεζε, καὶ οὐκ ἦν ἀποφυγὴ τοῦ κακοῦ, φθορὰ δὲ τοῦ ἔθνους ἐγίνετο, καὶ ὁ σφῶν ἀρχηγὸς ἦν διὰ τοῦτο περιαλγής, καὶ ἀπορήσας εἰς τὸν παρὰ τῆς ἀδελφῆς αὐτῷ καταγγελλόμενον καταφεύγει θεὸν καὶ τοῦτον τοῦ λιμοῦ λυτῆρα καὶ τῆς τοῦ ἔθνους φθορᾶς ἐπεκέκλητο. ὡς δ' ἐνεργὴς ἦν ἡ ἐπίκλησις καὶ τῶν κακῶν ἀπηλλάγησαν, ἔγνω τοῦ ἐπικληθέντος τὴν δύναμιν καὶ ἀξιοῖ σταλῆναι αὐτῷ τινα τὸν τὸ μυστήριον αὐτὸν μυήσοντα τῶν χριστιανῶν καὶ τελέσοντα τῷ θείῳ βαπτίσματι. καὶ ἀπεστάλη μὲν ἀρχιερεὺς πρὸς αὐτόν· ὁ δὲ καὶ ἐμυήθη καὶ ἐβαπτίσθη. οἱ Βούλγαροι δὲ ὡς τῆς πατρίου δόξης ἀποστάντος κατεξανίστανται τοῦ σφῶν ἀρχηγοῦ καὶ ἐζήτουν αὐτὸν ἀνελεῖν. 389 ὁ δὲ τῷ τοῦ σταυροῦ σημείῳ θαρρήσας προπορευομένῳ αὐτοῦ νικᾷ τοὺς ἀντιστάτας αὐτῷ, καὶ οὕτω πάντες εἵλοντο τὰ τῶν χριστιανῶν. εἶτα διεπρεσβεύσατο ὁ τούτων ἐξάρχων πρὸς τὴν βασίλισσαν, αἰτῶν γῆς αὐτῷ παραχωρηθῆναι Ῥωμαϊκῆς, στενοχωρεῖσθαι γὰρ τὸ ἔθνος αὐτοῦ, καὶ ἀϊδίους σπονδὰς πρὸς Ῥωμαίους καὶ ὁμαιχμίαν ἐπαγγελλόμενος. καὶ ἡ βασιλὶς τὴν αἴτησιν ἐξεπλήρωσε καί οἱ τῆς ἀπὸ τῆς λεγομένης Σιδηρᾶς παρεχώρησε χώρας, ἣ τὰ Ῥωμαίων καὶ Βουλγάρων διώριζε πρίν, μέχρι τῆς ∆εβελτοῦ· ἣν λαχόντες οἱ Βούλγαροι κεκλήκασι Ζαγορᾶν. κἀντεῦθεν εἰρήνη γέγονε περὶ τὰ ἑσπέρια. Κατὰ δὲ τὴν ἑῴαν τὸ τῶν Μανιχαίων γένος ἦν παμπληθές, οἳ καὶ Παυλικιάνοι ἀγροικότερον πρὸς τοῦ δημώδους ὄχλου καλοῦνται, ἐκ Παύλου καὶ Ἰωάννου τῆς κλήσεως συγκειμένης αὐτοῖς· τὼ δ' ἄνδρε τούτω παρὰ Μανιχαίοις ἐγενέσθην ὀνομαστώ, εἰ καὶ μὴ ἤστην αἱρεσιάρχα καὶ τῆς κακοδοξίας γεννήτορε, ζηλωτὰ δὲ ταύτης καὶ