ὑπόμεινον τὸν κύριον, ἄνθρωπε. μικρὰ τὰ γινόμενα, μεγάλα τὰ δωρούμενα. ὀλίγον χρόνον καμὼν αἰωνίως εἶναι μέλλεις μετ' ἀγγέλων. οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. διαγράφει τῷ ἀνθρώπῳ βασιλείαν οὐρανῶν, ὑποδείκνυσι καὶ τὸν παράδεισον τῆς τρυφῆς. καὶ οἱ μάρτυρες τὰ πρόσωπα μὲν τοῦ σώματος πρὸς τοὺς δικαστὰς ἐξ ἀνάγκης ἔχοντες, τῇ δὲ δυνάμει λοιπὸν ὄντες ἐν παραδείσῳ κατέπτυσαν τῶν φαινομένων χαλεπῶν. 16.21 Καὶ θέλεις γνῶναι ὅτι τῇ δυνάμει τοῦ ἁγίου πνεύματος οἱ μάρτυρες μαρτυροῦσιν; λέγει πρὸς τοὺς μαθητὰς ὁ σωτήρ· ὅταν δὲ φέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, μὴ μεριμνήσητε πῶς ἀπολογήσεσθε ἢ τί εἴπητε. τὸ γὰρ ἅγιον πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ, ἃ δεῖ εἰπεῖν. ἀδύνατον γὰρ μαρτυρῆσαι περὶ τοῦ Χριστοῦ, ἐὰν μή τις διὰ πνεύματος ἁγίου μαρτυρήσῃ. εἰ γὰρ οὐδεὶς δύναται εἰπεῖν κύριον Ἰησοῦν Χριστὸν εἰ μὴ ἐν πνεύματι ἁγίῳ, τὴν ζωὴν ἄρα τις ἑαυτοῦ δίδωσιν ὑπὲρ Ἰησοῦ ἐὰν μὴ ἐν πνεύματι ἁγίῳ; 16.22 Μέγα τί ἐστι καὶ παντοδύναμον ἐν χαρίσμασι καὶ θαυμάσιον τὸ ἅγιον πνεῦμα. λόγισαι, πόσοι καθέζεσθε νῦν, πόσαι ψυχαὶ πάρεσμεν. ἑκάστῳ προσφόρως ἐνεργεῖ, καὶ μέσον παρὸν βλέπει ἑκάστου τὸν τρόπον, βλέπει καὶ τὸν λογισμὸν καὶ τὴν συνείδησιν, καὶ τί λαλοῦμεν, καὶ τί νοοῦμεν, καὶ τί πιστεύομεν. μέγα μὲν ἀληθῶς τὸ ῥηθέν, ἀλλ' ἔτι μικρόν. βλέπε γάρ μοι, τὴν διάνοιαν φωταγωγηθεὶς ὑπ' αὐτοῦ, πόσοι εἰσὶ χριστιανοὶ τῆς παροικίας ταύτης πάσης, καὶ πόσοι τῆς ἐπαρχίας πάσης τῆς Παλαιστίνης. καὶ πλάτυνον τὸν νοῦν ἀπὸ τῆς ἐπαρχίας εἰς τὴν Ῥωμαίων πᾶσαν βασιλείαν. καὶ ἐκ ταύτης βλέπε μοι πάντα τὸν κόσμον, Περσῶν γένη καὶ Ἰνδῶν ἔθνη, Γότθους καὶ Σαυρομάτας, Γάλλους καὶ Ἱσπανοὺς καὶ Μαύρους, Λίβυας καὶ Αἰθίοπας καὶ τοὺς λοιποὺς τοὺς ἀκατωνομάστους ἡμῖν. πολλὰ γὰρ τῶν ἐθνῶν οὐδ' εἰς ὀνομασίαν ἡμῖν ἦλθεν. βλέπε μοι ἑκάστου ἔθνους ἐπισκόπους, πρεσβυτέρους, διακόνους, μονάζοντας, παρθένους καὶ λοιποὺς λαϊκούς. καὶ βλέπε τὸν μέγαν προστάτην καὶ τῶν χαρισμάτων πάροχον, ὅπως ἐν παντὶ τῷ κόσμῳ τῷ μὲν ἁγνείαν, τῷ δὲ ἀειπαρθενίαν, ἄλλῳ δὲ ἐλεημοσύνην, ἄλλῳ δ' ἀκτημοσύνην, ἄλλῳ δὲ ἀπέλασιν πνευμάτων ἀντικειμένων δίδωσιν. καὶ ὥσπερ τὸ φῶς μιᾷ τῆς ἀκτῖνος προσβολῇ καταυγάζει τὰ πάντα, οὕτω καὶ τὸ πνεῦμα τὸ ἅγιον φωτίζει τοὺς ἔχοντας ὀφθαλμούς. εἰ γάρ τις ἀβλεπτῶν μὴ καταξιοῦται τῆς χάριτος, μὴ μεμφέσθω τῷ πνεύματι, ἀλλὰ τῇ ἑαυτοῦ ἀπιστίᾳ. 16.23 Εἶδες αὐτοῦ τὴν δύναμιν τὴν ἐν παντὶ τῷ κόσμῳ. μὴ μείνῃς ἐπὶ γῆς, ἀνάβηθι λοιπὸν καὶ ἐπὶ τὰ ἄνω. ἀνάβηθι μοι τῇ διανοίᾳ καὶ εἰς πρῶτον οὐρανὸν καὶ βλέπε μοι τοσαύτας ἐκεῖ μυριάδας ἀναριθμήτους ἀγγέλων. ὑπερανάβηθι τοῖς λογισμοῖς, εἰ δύνασαι, καὶ ἀνωτέρω. βλέπε μοι καὶ ἀρχαγγέλους, βλέπε μοι καὶ πνεύματα, βλέπε δυνάμεις, βλέπε ἀρχάς, βλέπε ἐξουσίας, βλέπε θρόνους, βλέπε κυριότητας. τούτων πάντων ἐπιστάτης παρὰ θεοῦ καὶ διδάσκαλος καὶ ἁγιοποιὸς ὁ παράκλητος. τούτου χρείαν ἔχει Ἠλίας καὶ Ἐλισσαῖος καὶ Ἠσαΐαςἐν ἀνθρώποις, τούτου χρείαν ἔχει Μιχαὴλ καὶ Γαβριὴλ ἐν ἀγγέλοις. Οὐδὲν αὐτῷ τῶν γενητῶν ἰσότιμον. τὰ γὰρ τῶν ἀγγέλων γένη καὶ αἱ στρατιαὶ πᾶσαι ὁμοῦ συναχθεῖσαι οὐ φέρουσιν ἰσότητα πρὸς τὸ ἅγιον πνεῦμα. καλύπτει ταῦτα πάντα τοῦ παρακλήτου ἡ πανάγαθος δύναμις. καὶ τὰ μέν ἐστιν εἰς λειτουργίαν ἀποστελλόμενα, τὸ δὲ ἐρευνᾷ καὶ τὰ βάθη τοῦ θεοῦ, καθὼς ὁ ἀπόστολός φησι· τὸ γὰρ πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ θεοῦ. τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; οὕτω καὶ τὰ τοῦ θεοῦ οὐδεὶς ἔγνωκεν εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ. 16.24 Τοῦτο περὶ Χριστοῦ ἐκήρυξεν ἐν προφήταις. τοῦτο ἐνήργησεν ἐν ἀποστόλοις. τοῦτο μέχρι σήμερον ἐν βαπτίσματι σφραγίζει τὰς ψυχάς. καὶ πατὴρ μὲν δίδωσιν υἱῷ, καὶ υἱὸς μεταδίδωσιν ἁγίῳ πνεύματι. αὐτὸς γάρ ἐστιν ὁ Ἰησοῦς ὁ λέγων, οὐκ ἐγώ· πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου. καὶ περὶ τοῦ ἁγίου πνεύματος λέγει· ὅταν ἔλθῃ ἐκεῖνος, τὸ πνεῦμα τῆς ἀληθείας, καὶ ἑξῆς, ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λαμβάνει καὶ ἀναγγελεῖ