ὑμῖν. ὁ πατὴρ δι' υἱοῦ σὺν ἁγίῳ πνεύματι τὰ πάντα χαρίζεται. οὐκ ἄλλα πατρὸς χαρίσματα καὶ ἄλλα υἱοῦ καὶ ἄλλα ἁγίου πνεύματος· μία γὰρ ἡ σωτηρία, μία ἡ δύναμις, μία ἡ πίστις. εἷς θεὸς ὁ πατήρ, εἷς κύριος ὁ μονογενὴς αὐτοῦ υἱός, ἓν τὸ πνεῦμα τὸ ἅγιον ὁ παράκλητος. καὶ αὔταρκες ἡμῖν ταῦτα εἰδέναι, φύσιν δὲ ἢ ὑπόστασιν μὴ πολυπραγμόνει. εἰ γὰρ ἦν γεγραμμένον, ἐλέγομεν· ὃ οὐ γέγραπται, μὴ τολμήσωμεν. αὔταρκες ἡμῖν εἰδέναι πρὸς σωτηρίαν, ὅτι ἔστι πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα. 16.25 Τοῦτο τὸ πνεῦμα κατῆλθεν ἐπὶ τοὺς ἑβδομήκοντα πρεσβυτέρους ἐπὶ Μωυσέως. Ἀλλὰ τὸ μῆκος τῶν λόγων, ἀγαπητοί, μὴ κάματον ὑμῖν ἐμποιείτω. παράσχοι δὲ αὐτὸ περὶ οὗ ὁ λόγος δύναμιν ἑκάστῳ καὶ τῶν λεγόντων ἡμῶν καὶ ὑμῶν τῶν ἀκουόντων. Τοῦτο τὸ πνεῦμα κατῆλθεν, ὡς ἔφην, ἐπὶ τοὺς ἑβδομήκοντα πρεσβυτέρους τοὺς ἐπὶ Μωυσέως. λέγω δὲ ταῦτά σοι, ἵνα παραστήσω νῦν, ὅτι οἶδε τὰ πάντα καὶ ἐνεργεῖ καθὼς βούλεται. ἐξελέχθησαν οἱ ἑβδομήκοντα πρεσβύτεροι, καὶ κατέβη κύριος ἐν νεφέλῃ καὶ παρείλατο ἀπὸ τοῦ πνεύματος τοῦ ἐπὶ Μωυσέως καὶ ἐπέθηκεν ἐπὶ τοὺς ἑβδομήκοντα ἄνδρας τοὺς πρεσβυτέρους, οὐ τοῦ πνεύματος μερισθέντος, ἀλλὰ τῆς χάριτος μερισθείσης πρὸς τὰ δοχεῖα καὶ τὴν τῶν δεχομένων δύναμιν. ἀλλ' ἑξήκοντα μὲν καὶ ὀκτὼ παρῆσαν καὶ προεφήτευσαν, Ἑλδὰδ δὲ καὶ Μωδὰδ οὐ παρῆσαν. ἵνα τοίνυν δειχθῇ, ὅτι οὐ Μωυσῆς ἦν ὁ χαριζόμενος, ἀλλὰ τὸ πνεῦμα τὸ ἐνεργοῦν, Ἑλδὰδ καὶ Μωδάδ, οἱ κληθέντες μέν, οὔπω δὲ ἀπαντήσαντες, προφητεύουσιν. 16.26 Ἐξεπλάγη Ἰησοῦς ὁ τοῦ Ναυῆ, ὁ διάδοχος Μωυσέως, καὶ προσελθὼν λέγει τῷ Μωυσῇ· ἤκουσας ὅτι Ἑλδὰδ καὶ Μωδὰδ προφητεύουσιν; ἐκλήθησαν καὶ οὐκ ἀπήντησαν. κύριέ μου Μωυσῆ, κώλυσον αὐτούς. Οὐ δύναμαι κωλῦσαι αὐτούς, φησίν, ἐπουράνιος γὰρ ἡ χάρις. καὶ τοσοῦτον ἀπέχω τοῦ κωλῦσαι αὐτούς, ὥστε καὶ αὐτὸς κατὰ χάριν ἔχω. ἀλλ' οὐ νομίζω σε τοῦτο φθόνῳ εἰρηκέναι. μὴ ζηλοῖς σύ μοι, ὅτι ἐκεῖνοι μὲν προεφήτευσαν, σὺ δὲ οὔπω προφητεύεις. ἔκδεξαι τὸν καιρόν. καὶ τίς δῴη πάντα τὸν λαὸν κυρίου προφήτας, ὅταν δῷ κύριος τὸ πνεῦμα αὐτοῦ ἐπ' αὐτούς; προφητικῶς καὶ τοῦτο λέγων τὸ κύριος ὅταν δῷ. νῦν δὲ ἄρα οὔπω ἔδωκε, σὺ οὖν οὔπω ἔχεις. Ἀβραὰμ ἄρα καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ Ἰωσὴφ οὐκ εἶχον;οἱ πρὸ τούτου ἄρα οὐκ ἔσχον; ἀλλὰ τὸ ὅταν δῷ κύριος δῆλον ὅτι σημαίνει τὸ ἐπὶ πάντας. νῦν μερικὴ ἡ χάρις, τότε δαψιλὴς ἡ δόσις. Ἠινίσσετο δὲ τὸ γενησόμενον ἐν τῇ πεντηκοστῇ παρ' ἡμῖν. καὶ αὐτὸ γὰρ κατῆλθε παρ' ἡμῖν. κατῆλθε δὲ καὶ πρότερον ἐπὶ πολλούς. γέγραπται γάρ· καὶ Ἰησοῦς ὁ τοῦ Ναυῆ ἐνεπλήσθη πνεύματος σοφίας. ἐπέθηκε γὰρ Μωυσῆς τὰς χεῖρας αὐτοῦ ἐπ' αὐτόν. βλέπεις πανταχοῦ τὸν τύπον ἐν παλαιᾷ καὶ καινῇ τὸν αὐτόν. ἐπὶ Μωυσέως διὰ χειροθεσίας ἐδίδοτο τὸ πνεῦμα. καὶ Πέτρος διὰ χειροθεσίας δίδωσι τὸ πνεῦμα. μέλλει δὲ καὶ ἐπὶ σὲ τὸν βαπτιζόμενον φθάνειν ἡ χάρις. τὸ δὲ πῶς οὐ λέγω. οὐ γὰρ προλαμβάνω τὸν καιρόν. 16.27 Τοῦτο καὶ ἦλθεν ἐπὶ πάντας δικαίους καὶ προφήτας, τὸν Ἐνὼς λέγω, τὸν Ἐνώχ, τὸν Νῶε καὶ τοὺς λοιπούς, τὸν Ἀβραάμ, τὸν Ἰσαάκ, τὸν Ἰακώβ. περὶ γὰρ τοῦ τὸν Ἰωσὴἔχειν πνεῦμα θεοῦ ἐν αὐτῷ ἤδη καὶ Φαραὼ κατείληφεν. περὶ γὰρ Μωυσέως καὶ τῶν ἐπ' αὐτοῦ θαυμασίων ἐκ πνεύματος ἐνεργειῶν ἤκουσας πολλάκις. τοῦτο καὶ ὁ ἀνδρειότατος εἶχεν Ἰώβ, καὶ πάντες οἱ ἅγιοι, κἂν τὰ ὀνόματα πάντων μὴ διέλθωμεν. τοῦτο καὶ ἐν τῇ κατασκευῇ τῆς σκηνῆς ἀποσταλὲν ἐνέπλησε σοφίας τοὺς περὶ τὸν Βεσελεὴλ σοφούς. 16.28 Ἐν τῇ δυνάμει τούτου τοῦ πνεύματος, καθὼς ἔχομεν ἐν κριταῖς, Γοθονιὴλ μὲν ἔκρινε, Γεδεὼν δὲ ἐνεδυναμώθη, ἐνίκησε δὲ Ἰεφθάε, ∆εββῶρα δὲ ἡ γυνὴ ἐπολέμει καὶ Σαμψὼν ἔτι δικαιοπραγῶν καὶ μὴ λυπῶν αὐτὸ τὰ ὑπὲρ ἄνθρωπον ἐνήργησεν. περὶ γὰρ Σαμουὴλ καὶ ∆αβὶδ φανερῶς ἐν ταῖς τῶν βασιλειῶν ἔχομεν βίβλοις, ὅπως ἐν ἁγίῳ πνεύματι ἐπροφήτευον αὐτοί, καὶ προφητῶν ἦσαν ἔξαρχοι. καὶ ὁ μὲν Σαμουὴλ ὁ ὁρῶν ἐκαλεῖτο, ὁ δὲ ∆αβὶδ σαφῶς, πνεῦμα κυρίου, φησίν, ἐλάλησεν ἐν ἐμοί. καὶ ἐν ψαλμοῖς· καὶ τὸ πνεῦμα τὸ ἅγιόν σου μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ. καὶ πάλιν· τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ