ἀπὸ τοῦ νῦν λαμβάνουσιν οἱ Χριστιανοὶ δόμα καὶ ἔνδυμα ἀόρατον καὶ οὐράνιον. ὥσπερ δὲ τὰ πρόβατα ἢ αἱ κάμηλοι χόρτον εὑρίσκοντα λάβρως καὶ ὀξέως προσέρχονται τοῖς βρώμασι καὶ ἐγκλείουσι τροφὴν ἑαυτοῖς, ἐν δὲ καιρῷ πείνης αὐτὸ ἐκεῖνο ἐκ τῆς κοιλίας ἀναφέρουσι καὶ ἀναμαρυκῶνται καὶ ἔχει ὡς τροφήν, ἅπερ ἐνεθηκίασε πρότερον, οὕτως καὶ ὅσοι νῦν ἥρπασαν τὴν βασιλείαν τῶν οὐρανῶν καὶ ἐγεύσαντο τῆς ἐπουρανίου βρώσεως, ἐν πνεύματι ζήσαντες, ἐν τῷ καιρῷ τῆς ἀναστάσεως αὐτὸ ἐκεῖνο ἔχουσι σκεπάζον καὶ θάλπον αὐτῶν ὅλα τὰ μέλη. Καθὼς οὖν εἴπομεν τὴν διαφορὰν τῶν σπερμάτων, ὅτι πολλὰ ἐν μιᾷ γῇ σπείρεται καὶ διαφόρους καρποὺς δίδωσι μὴ ἐοικότας ἀλλήλοις, ὁμοίως καὶ περὶ τῶν δένδρων, ὅτι τὰ μὲν αὐτῶν εἰσι μείζω, τὰ δὲ μικρότερα, μία δὲ γῆ τὰς ῥίζας ὅλων κατέχει, οὕτως καὶ ἡ ἐπουράνιος ἐκκλησία, μία οὖσα ἀναρίθμητός ἐστιν, ἕκαστος δὲ ἰδίως κεκόσμηται ὑπὸ τῆς δόξης τοῦ πνεύματος. ὥσπερ γὰρ τὰ πετεινὰ ἀπὸ τοῦ σώματος τὰ ἐνδύματα τῶν πτερῶν ἐκφέρει, διαφορὰ δέ ἐστιν ἐν αὐτοῖς πολλή· τὰ μὲν γὰρ προσγειότερον πέτανται, τὰ δὲ ἐν ἀέρι ἵπτανται· ἢ ὥσπερ ὁ οὐρανὸς εἷς ἐστι καὶ ἔχει πολλοὺς ἀστέρας ἐν ἑαυτῷ, τοὺς μὲν λαμπροτέρους, τοὺς δὲ μείζονας, τοὺς δὲ μικροτέρους, ὅλοι δὲ ἐν οὐρανῷ πεπηγμένοι εἰσίν, οὕτως καὶ οἱ ἅγιοι ἐν ἑνὶ οὐρανῷ τῆς θεότητος καὶ ἐν τῇ ἀοράτῳ γῇ διαφόρως ἐρριζωμένοι εἰσίν. ὁμοίως δὲ καὶ εἰς αὐτὸν τὸν Ἀδὰμ οἱ λογισμοὶ ἐρχόμενοι διάφοροί εἰσι, τὸ δὲ πνεῦμα ἐν τῇ καρδίᾳ ἐρχόμενον ἕνα λογισμὸν ποιεῖ καὶ μίαν καρδίαν· οἱ κάτω γὰρ καὶ οἱ ἄνω ὑπὸ ἑνὸς πνεύματος κυβερνῶνται. Τί δέ ἐστι τὰ διχηλοῦντα ζῷα; ἐπειδὴ τοῖς δυσὶν ὄνυξιν εὐθέτως περιπατεῖ τὴν ὁδόν, εἰς τύπον κεῖται τῶν ἐν νόμῳ πορευομένων ὀρθῶς. ὥσπερ δὲ ἡ σκιὰ τοῦ σώματος ἐξ αὐτοῦ τοῦ σώματός ἐστιν, ἀλλὰ διακονίαν σαρκικὴν πληρῶσαι οὐ δύναται (σκιὰ γὰρ τραύματα ἐπιδῆσαι οὐ δύναται, τροφὴν δοῦναι ἢ λαλῆσαι) ἐξ αὐτοῦ δέ ἐστι τοῦ σώματος καὶ προλαμβάνουσα δηλοῖ τὴν παρουσίαν τοῦ σώματος, οὕτως καὶ ὁ νόμος ὁ παλαιὸς σκιά ἐστι τῆς καινῆς διαθήκης. προδηλοῖ δὲ ἡ σκιὰ τὴν ἀλήθειαν, ἀλλὰ «διακονίαν πνεύματος» οὐκ εἶχεν. οὐ γὰρ ἠδύνατο Μωϋσῆς, σάρκα περιβεβλημένος, εἰσελθεῖν εἰς τὴν καρδίαν καὶ ἀφελέσθαι τὰ ῥυπαρὰ ἐνδύματα τοῦ σκότους, εἰ μὴ πνεῦμα ἐκ πνεύματος καὶ πῦρ ἐκ πυρὸς λύει τὴν δύναμιν τοῦ πονηροῦ σκότους. περιτομὴ γὰρ ἡ ἐν τῇ σκιᾷ τοῦ νόμου δηλοῖ προσεγγίζουσαν τὴν ἀληθινὴν περιτομὴν τῆς καρδίας, καὶ τὸ βάπτισμα τοῦ νόμου σκιά ἐστι τῶν ἀληθινῶν πραγμάτων. ἐκεῖνο γὰρ σῶμα ἀπέπλυνεν, ὧδε δὲ τὸν ἐρρυπωμένον νοῦν βάπτισμα πυρὸς καὶ πνεύματος καθαρίζει καὶ ἀποπλύνει. ἐκεῖ ἱερεὺς ἀσθένειαν περιβεβλημένος εἰσῄει εἰς τὰ ἅγια, ὑπέρ τε ἑαυτοῦ καὶ τοῦ λαοῦ προσφέρων θυσίας, ὧδε ἀληθινὸς ἀρχιερεὺς ὁ Χριστὸς ἅπαξ εἰσῆλθεν εἰς τὴν ἀχειροποίητον σκηνὴν καὶ τὸ ἄνω θυσιαστήριον, τοὺς αἰτοῦντας αὐτὸν ἕτοιμος καθαρίσαι καὶ τὴν μεμολυσμένην συνείδησιν. λέγει γάρ· «μεθ' ὑμῶν ἔσομαι ἕως τῆς συντελείας τοῦ αἰῶνος». εἶχεν ὁ ἀρχιερεὺς ἐπὶ τοῦ στήθους δύο τιμίους λίθους, καὶ εἶχον τὰ ὀνόματα τῶν δώδεκα πατριαρχῶν. τὸ γενόμενον ἐκεῖ τύπος ἐστίν. οὕτως γὰρ καὶ ὁ κύριος, ἐνδυσάμενος τοὺς ἀποστόλους, ἀπέστειλεν αὐτοὺς εὐαγγελιστὰς καὶ κήρυκας ὅλου τοῦ κόσμου. ὁρᾷς πῶς ἡ σκιὰ προσεγγίζουσαν τὴν ἀλήθειαν δείκνυσιν. ὃν δὲ τρόπον ἡ σκιὰ διακονίαν οὐκ ἔχει οὔτε πόνους ἰᾶται, οὕτως οὐδὲ ὁ παλαιὸς νόμος τὰ τραύματα τῆς ψυχῆς καὶ τοὺς πόνους ἰάσασθαι ἠδυνήθη· οὐδὲ γὰρ εἶχε ζωήν. ∆ύο γὰρ πρόσωπα συναπτόμενα τέλειόν τι πρᾶγμα ἀπεργάζεται, οἷον δύο διαθῆκαι. «κατ' εἰκόνα καὶ ὁμοίωσιν» θεοῦ γέγονεν ὁ ἄνθρωπος, δύο ὀφθαλμοὺς ἔχει, δύο ὀφρύας, δύο χεῖρας, δύο πόδας, καὶ ἐὰν συμβῇ μονόφθαλμον εἶναι ἢ μονόχειρα ἢ μονόπουν, ὥσπερ ἐπίμωμός ἐστιν· ἢ ὥσπερ πετεινὸν ἐὰν ἔχῃ πτερὸν ἕν, ἐν τῷ ἑνὶ πετασθῆναι οὐ δύναται, οὕτω καὶ ἡ φύσις τῆς ἀνθρωπότητος ἐὰν καθ' ἑαυτὴν γυμνὴ