Κύριος, τότε καὶ ἡμεῖς, νοητὴ ὑπάρ χοντες γῆ, τοὺς πνευματικοὺς καρποὺς ἀποδώσομεν τῆς δικαιοσύνης. ∆ικαιοσύνη ἐνώπιον αὐτοῦ προπορεύσεται. Εἰπὼν, ὡς δώσει ἡ νοητὴ γῆ τὸν καρπὸν, διδάσκει πῶς δώσει. Πῶς δὲ δώσει, ἢ ὅταν αὐτοῦ τοῦ ἐργα ζομένου τὸ ἀγαθὸν ἡ δικαιοσύνη, προβαδίσασα εἰς τὴν ἄνω ἄγουσαν ὁδὸν, κατευθύνῃ τοῦ αὐτὴν πορευομέ νου τὰ διαβήματα; Προσευχὴ τῷ ∆αυΐδ. ΨΑΛΜΟΣ ΠΕʹ. Ὑπόθεσις. Φωτισθεὶς διὰ τοῦ Πνεύματος τὰ περὶ τῆς παρουσίας τοῦ Μονογενοῦς ὁ μακάριος ∆αυῒδ, καὶ τὴν ἐσο μένην παντὶ τῷ καταφεύγοντι πρὸς αὐτὸν τῶν ἁμαρτημάτων ἄφεσιν, εἰκότως ἀναπέμπει προσ ευχὴν, ἕνα καὶ αὐτὸν ἀξιῶν εὑρεθῆναι τῶν σωζομένων διὰ τῆς χάριτος. Κλῖνον, Κύριε, τὸ οὖς σου καὶ ἐπάκουσόν μου. Μέγα γὰρ ὡς ἀληθῶς ἐφόδιον πρὸς τὸ εὐχόμενον ἐπακούεσθαι ἡ ταπεινοφροσύνη. Ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγώ. Ταπεινοφρονήματος τῆς προσ ευχῆς τὸ προοίμιον. Τῆς γὰρ δικαιοσύνης ἄμφω κεκτημένοι τὸν πλοῦτον, ὅ τε ∆αυῒδ καὶ ὁ Ἐζεκίας πρὸς τοῦτον μὲν οὐχ ἑώρων, εἰς δὲ τὴν τῆς φύσεως πενίαν ἀπέβλεπον, καὶ τὸν Θεὸν ἠντιβόλησαν οἰκτεῖραι ταύτην πτωχείᾳ συνεζευγμένην. Τὸ δὲ, Κλῖνον, Κύριε, τὸ οὖς σου, ἐκ μεταφορᾶς τέθεικεν ἀῤῥώ στου τινὸς ὑπὸ ἀσθενείας γεγωνότερον οὐ δυναμένου λαλεῖν, καὶ τὸν ἰατρὸν προσκλίνειν τῷ στόματι τὴν ἀκοὴν ἀναγκάζοντος. Φύλαξον τὴν ψυχήν μου, ὅτι ὅσιός εἰμι. Ἀφ' ὧν κατώρθωσεν ἀγαθῶν ἐπακουσθῆναι ἐξαιτεῖ. Σῶσον τὸν δοῦλόν σου, ὁ Θεός μου, τὸν ἐλπίζοντα ἐπὶ σοί. Ἐπειδὴ ὅσιον ἑαυτὸν ἀνηγόρευσεν, ἐπὶ τὸ ταπεινὸν πάλιν καταφέρει τὸν λόγον, δοῦλον ἑαυτὸν ἀπογραφόμενος τοῦ Θεοῦ, καὶ ἐπ' αὐτῷ μόνῳ τὴν ἐλπίδα τῆς σωτηρίας ἔχειν ἐπαγγειλάμενος. 27.376 Ἐλέησόν με, Κύριε, ὅτι πρὸς σὲ κεκράξομαι· ∆ιδάσκει ἡμᾶς ὁ λόγος, ὡς τὸν βουλόμενόν τι παρὰ τοῦ Θεοῦ λαβεῖν ἀγαθὸν, ἀδιάλειπτον δεῖ εἶναι ἐν προσ ευχαῖς. Ὅτι σὺ, Κύριε, χρηστὸς καὶ ἐπιεικής. ∆ιδάσκει τοὺς προσερχομένους Θεῷ μὴ ἀκηδιᾷν, εἰ καὶ πρὸς ὀλίγον τὴν δόσιν ἀναβάλλεται. Ἔσται γὰρ πάντως αὐτοῖς ἐπήκοος, ἅτε χρηστὸς ὣν καὶ πολὺ λίαν εἰς ἔλεος πλούσιος. Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε. Θεοὺς μὲν γὰρ τοὺς ἁγίους προφήτας φησὶ, πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο. Λέγει δὲ, ὅτι οὐδεὶς τῶν προφητῶν ἐξελέσθαι τοὺς ἀνθρώπους τῆς ἁμαρτίας ἴσχυσεν ἢ μόνος αὐτὸς ὁ Κύριος, κατὰ τὸ εἰρημένον ἀλλαχοῦ· Οὐ πρέσβυς, οὐκ ἄγγελος, ἀλλ' αὐτὸς ὁ Κύριος ἔσωσεν ἡμᾶς. Εὐφρανθήτω ἡ καρδία μου, τοῦ φοβεῖσθαι τὸ ὄνομά σου. Ὁ τὴν περὶ Θεὸν εὐλάβειαν κεκτημένος τὴν ἔννομον ἀσπάζεται πολιτείαν. Μήτηρ δὲ εὐφρο σύνης ἡ τοιαύτη ζωή. Εἰκότως τοίνυν ὁ προφήτης τῷ φόβῳ τὴν οἰκείαν εὐφρανθῆναι καρδίαν ὑπώπτευ σεν. Οὕτω γὰρ καὶ ἀλλαχοῦ φησιν· Εὐφρανθήτω καρδία ζητούντων τὸν Κύριον· καὶ πάλιν· Ἐμνή σθην τοῦ Θεοῦ, καὶ εὐφράνθην. Ἐξομολογήσομαί σοι, Κύριε ὁ Θεός μου, ἐν ὅλῃ καρδίᾳ μου. Μεταβαλὼν τὴν προσευχὴν εὐθὺς εἰς ἐξομολόγησιν, ἐφ' οἷς ἐῤῥύσθη τοῦ ᾅδου, τὴν αἰ τίαν ἐξαγορεύει δι' ἣν ἥμαρτε, λέγων ἐπιβουλὴν πολ λῶν τε καὶ κραταιῶν, αἰνιττόμενος τὰς ἀοράτους δυ νάμεις, μὴ θεμένας πρὸ τῶν ὀφθαλμῶν τὸν Θεόν. Σὺ δὲ, Κύριε, φησὶν, ἅπερ ἐκεῖνοι μὴ προσεδόκησαν συνεχώρησας, ῥυσάμενος τὴν ψυχήν μου ἐξ ᾄδου κατωτάτου φιλανθρωπία τῇ σῇ. Λέγει δὲ ταῦτα Χρι στὸς, παραστάντων τῶν βασιλέων τῆς γῆς, καὶ τῶν ἀρχόντων συναχθέντων ἐπὶ τὸ αὐτὸ κατ' αὐτοῦ. Ὅτι τὸ ἔλεός σου μέγα ἐπ' ἐμέ. Ὡς ἤδη εἰς πέρας αὐτῶν ἀχθείσης τῆς προσευχῆς, τὸ μέγα ἔλεος τοῦ Θεοῦ εἰς τοὺς αἰῶνας αἰνέσειν φησίν· ὅτι δὴ καὶ αὐτῶν ἐκ χειρὸς ᾅδου τὰς ψυχὰς ἠλευθέρωσεν. Ὁ Θεὸς, παράνομοι ἐπανέστησαν ἐπ' ἐμέ. ∆είκνυσι διὰ τούτων, ὡς εἰς τὴν ἁμαρτίαν ἐκείνην κατέπεσεν. Πῶς δὲ, ἢ ἐκ τοῦ συναγωγήν τινα πονηρῶν πνευμά των ἐπαναστῆναι καὶ ὑποσκελίσαι αὐτὸν τοῦ κατ' ἀρετὴν δρόμου; Καὶ σὺ, Κύριε ὁ Θεός μου, οἰκτίρμων καὶ ἐλεήμων. Εἰ καὶ, ἐπαναστάντων μοι τῶν πονηρῶν πνευμάτων, φησὶ, κατηνέχθην εἰς
107