εἶναι τὸ αὐτὸ τὸ πνεῦμα τὸ ἅγιον καὶ τὸν παράκλητον εἴρηται ὁ δὲ παράκλητος τὸ πνεῦμα τὸ ἅγιον. περὶ δὲ τοῦ τὸ αὐτὸ εἶναι καὶ τὸν παράκλητον καὶ τὸ πνεῦμα τῆς ἀληθείας εἴρηται καὶ ἄλλον παράκλητον δώσω ὑμῖν, ἵνα μεθ' ὑμῶν μένῃ εἰς τὸν αἰῶνα, τὸ πνεῦμα τῆς ἀληθείας. καὶ πάλιν ὅταν δὲ ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ πνεῦμα τῆς ἀληθείας. Καλεῖται καὶ πνεῦμα θεοῦ, καθὼς γέγραπται· καὶ εἶδον τὸ πνεῦμα τοῦ θεοῦ καταβαῖνον, καὶ πάλιν, ὅσοι γὰρ πνεύματι θεοῦ ἄγονται, οὗτοι υἱοὶ θεοῦ εἰσιν. καλεῖται καὶ πνεῦμα πατρός, καθώς φησιν ὁ σωτήρ· οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ πνεῦμα τοῦ πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν. καὶ πάλιν ὁ Παῦλος· τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν πατέρα, καὶ ἑξῆς, ἵνα δῷ ὑμῖν κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ. καλεῖται καὶ πνεῦμα κυρίου, καθὼς Πέτρος εἶπε· τί ὅτι συνεφωνήθη ὑμῖν πειράσαι τὸ πνεῦμα κυρίου; καλεῖται καὶ πνεῦμα θεοῦ καὶ Χριστοῦ, καθὼς γράφει Παῦλος· ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκί, ἀλλ' ἐν πνεύματι, εἴπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν. εἰ δέ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. καλεῖται καὶ πνεῦμα τοῦ υἱοῦ τοῦ θεοῦ, καθὼς εἴρηται· ὅτι δέ ἐστε υἱοί, ἐξαπέστειλεν ὁ θεὸς τὸ πνεῦμα τοῦ υἱοῦ αὐτοῦ. καλεῖται καὶ πνεῦμα Χριστοῦ, καθὼς γέγραπται· εἰς τίνα ἢ ποῖον καιρὸν ἐδήλου τὸ ἐν αὐτοῖς πνεῦμα Χριστοῦ. καὶ πάλιν· διὰ τῆς ὑμῶν δεήσεως καὶ ἐπιχορηγίας τοῦ πνεύματος [τοῦ] Ἰησοῦ Χριστοῦ. 17.5 Πρὸς δὲ τούτοις καὶ ἄλλας πάλιν τοῦ ἁγίου πνεύματος ὀνομασίας εὑρήσεις. καλεῖται μὲν γὰρ πνεῦμα ἁγιωσύνης, ὡς γέγραπται· κατὰ πνεῦμα ἁγιωσύνης. καλεῖται καὶ πνεῦμα υἱοθεσίας, ὡς Παῦλός φησιν· οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ' ἐλάβετε πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν ἀββᾶ ὁ πατήρ. καλεῖται καὶ πνεῦμα ἀποκαλύψεως, καθὼς γέγραπται· δῴη ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως ἐν ἐπιγνώσει αὐτοῦ. καλεῖται καὶ πνεῦμα ἐπαγγελίας, καθὼς ὁ αὐτός φησιν· ἐν ᾧ καὶ ὑμεῖς πιστεύσαντες ἐσφραγίσθητε τῷ πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ. καλεῖται καὶ πνεῦμα χάριτος, ὡς ὅτε πάλιν λέγει· καὶ τὸ πνεῦμα τῆς χάριτος ἐνυβρίσας. καὶ ἄλλαις δὲ προσηγορίαις πλείοσιν ὀνομάζεται τοιαύταις. ἤκουσας δὲ σαφῶς καὶ ἐν τῇ πρὸ ταύτης κατηχήσει, ὅτι ἐν μὲν τοῖς ψαλμοῖς ποτὲ μὲν ἀγαθόν, ποτὲ δὲ ἡγεμονικὸν ὀνομάζεται, ἐν δὲ τῷ Ἡσαΐᾳ σοφίας καὶ συνέσεως καὶ βουλῆς καὶ ἰσχύος καὶ γνώσεως καὶ εὐσεβείας καὶ φόβου θεοῦ προσηγορεύετο. ∆ι' ὧν ἁπάντων, τῶντε πρότερον εἰρημένων καὶ τῶν νῦν, συνίσταται, διαφόρους μὲν εἶναι τὰς προσηγορίας, ἓν δὲ καὶ τὸ αὐτὸ πνεῦμα τὸ ἅγιον, ζῶν καὶ ὑφεστός, καὶ πάντοτε πατρὶ καὶ υἱῷ συμπαρόν, οὐκ ἀπὸ στόματος καὶ χειλέων πατρὸς ἢ υἱοῦ λαλούμενον ἢ ἀναπνεόμενον, οὔτε εἰς ἀέρα διαχεόμενον, ἀλλ' ἐνυπόστατον, λαλοῦν αὐτὸ καὶ ἐνεργοῦν καὶ οἰκονομοῦν καὶ ἁγιάζον, ἀδιαστάτου δηλαδὴ καὶ συμφώνου καὶ μιᾶς οὔσης τῆς σωτηριώδους οἰκονομίας εἰς ἡμᾶς τῆς ἐκ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, καθὼς καὶ πρώην εἰρήκαμεν. μνημονεύειν γὰρ ὑμᾶς ἐκείνων ἄρτι λεγομένων βούλομαι, καὶ εἰδέναι σαφῶς, ὅτι οὐχ ἕτερον μὲν ἐν νόμῳ καὶ προφήταις, ἕτερον δὲ ἐν εὐαγγελίοις καὶ ἀποστόλοις, ἀλλ' ἕν ἐστι καὶ τὸ αὐτὸ πνεῦμα ἅγιον τὸ ἐν παλαιᾷ τε καὶ καινῇ διαθήκῃ τὰς θείας λαλῆσαν γραφάς. 17.6 Τοῦτο τὸ πνεῦμα τὸ ἅγιόν ἐστι τὸ ἐλθὸν ἐπὶ τὴν ἁγίαν παρθένον Μαρίαν. ἐπειδὴ γὰρ Χριστὸς ἦν ὁ μονογενὴς ὁ γεννώμενος, δύναμις ὑψίστου ἐπεσκίαζεν αὐτῇ, καὶ πνεῦμα ἅγιον ἐπελθὸν ἐπ' αὐτὴν ἡγίαζεν αὐτὴν πρὸς τὸ δυνηθῆναι δέξασθαι τὸν δι' οὗ τὰ πάντα ἐγένετο. οὐ χρεία δέ μοι πολλῶν λόγων, ἵνα μάθῃς ὅτι ἀῤῥύπαρος καὶ ἄχραντος ἡ γέννησις· ἔμαθες γάρ. Γαβριήλ ἐστιν ὁ λέγων πρὸς αὐτήν· ἐγὼ κήρυξ εἰμὶ τῶν γενησομένων, ἀλλ' οὐ συνεργός. εἰ γὰρ καὶ ἀρχάγγελος, ἀλλ' οἶδά μου τὴν τάξιν. καὶ τὸ μὲν χαίρειν ἐγὼ εὐαγγελίζομαι σοι, τὸ δὲ πῶς τέξῃ οὐκ ἀπὸ τῆς ἐμῆς χάριτος. πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι. διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς θεοῦ. 17.7 Τοῦτο τὸ πνεῦμα τὸ ἅγιον ἐνήργησεν ἐν τῇ Ἐλισάβετ. οὐ γὰρ μόνον παρθένους