108
δὲ ἐξελθὼν καὶ τὸν Βασίλειον εὑρὼν ἐπὶ ψιλοῦ τοῦ ἐδάφους ὑπνώττοντα, φάντασμα 410 εἶναι τὸν ὄνειρον ὑπείληφε μάταιον. ὡς δὲ καὶ αὖθις τὸ αὐτὸ ἐδόκει ὁ ἅγιος ἐγκελεύεσθαι, ὁ δὲ καὶ πάλιν ἐξελθὼν οὐχ ἕτερον εὗρεν ἢ τὸν Βασίλειον, ὑπέστρεψεν ὑπειληφὼς τὰ αὐτά. ἐκ τρίτου τοίνυν ὁ μάρτυς τῷ νεωκόρῳ ἐφίσταται καὶ προτρέπεται αὐτὸν εἰσαγαγεῖν τὸν ἐκτὸς κατακείμενον· "οὗτος γάρ ἐστιν" ἔφη "ὁ βασιλεύς." ἐξελθὼν οὖν ὁ νεωκόρος ἀνίστησι τὸν Βασίλειον καὶ ξενίζει τοῦτον παρὰ τῇ κατοικίᾳ αὐτοῦ καὶ μεταδίδωσιν ὧν εὐπόρει. ἦν δὲ τῷ νεωκόρῳ ὁμαίμων τὴν ἰατρικὴν μετιὼν καὶ τῷ Θεοφιλίτζῃ ὑπηρετῶν. ὁ δὲ Θεοφιλίτζης οὗτος τῷ Καίσαρι Βάρδᾳ καὶ τῷ βασιλεῖ Μιχαὴλ κατὰ γένος ᾠκείωτο, διὰ τὸ τῆς ἡλικίας βράχιστον ὑποκοριζόμενος καὶ Θεοφιλίτζης καλούμενος. τούτῳ τοίνυν τῷ ἀδελφῷ ὁ νεωκόρος τὸ ἀπόρρητον ἐκκαλύψας ἐνύπνιον ἠξίωσε συστῆσαι τοῦτόν τινι τῶν ἀρχόντων εἰς ὑπηρέτησιν. ὁ δὲ τῷ οἰκείῳ κυρίῳ τοῦτον συνίστησι. πρότερον δὲ τὸ περὶ τῆς βασιλείας δι' ὀνειράτων χρησμῴδημα τῷ Βασιλείῳ ἀνεκάλυψαν ἄμφω τὼ ἀδελφὼ καὶ μεμνῆσθαι σφῶν ἐν τῇ βασιλείᾳ αὐτοῦ ὅρκοις αὐτὸν προκατέλαβον. ἡσθεὶς οὖν ὁ Θεοφιλίτζης ἐπὶ τῷ Βασιλείῳ (ἦν γὰρ εὐειδής τε καὶ εὐμήκης καὶ τὴν χεῖρα γενναῖος καὶ περιδέξιος, βαθεῖάν τε τρέφων κόμην καὶ ταύτην οὔλην) τοῖς οἰ411 κείοις ἱπποκόμοις τοῦτον ἐπέστησε· πρωτοστράτορα τοῦτον οἶδεν ὀνομάζειν ἡ διάλεκτος ἡ κοινή. ἐζητήθη δὲ καὶ τῷ βασιλεῖ γενναῖός τις ἱπποκόμος καὶ περὶ τὴν ὑπηρεσίαν ταύτην εὐφυῶς διακείμενος. κεκόμιστο γάρ ποθεν ἵππος τῷ βασιλεῖ Μιχαήλ, εἰς πᾶσαν μὲν ἀρετὴν ἵππῳ πρέπουσαν ἐπιτήδειος, σκληραύχην δὲ καὶ μὴ ῥᾳδίως ἀναβαινόμενος. τούτου εἰς θέαν ἥκων ὁ βασιλεὺς ἀναβῆναί τινι τοῦτον ἐπέτρεπε. πλειόνων δ' ἐπικεχειρηκότων, ἐκεῖνος ἐθρασύνετό τε καὶ ἐγαυρία καὶ τὸν ἀναβαίνοντα ἀπεσείετο. ἐχαλέπηνεν ἐπὶ τούτοις ὁ βασιλεὺς καὶ ὅτι μὴ ἔχοι ἱπποκόμον περιδέξιον ἤσχαλλε. παρὼν δὲ ὁ Θεοφιλίτζης ἔχειν εἶπεν αὐτὸς τοιοῦτον, καί "εἰ βούλει" φησί, "βασιλεῦ, παρίτω." καὶ ὃς ἐπέτρεψε· καὶ ὁ Βασίλειος μετεκέκλητο καὶ τοῦ χαλινοῦ τοῦ ἵππου λαβόμενος καὶ περιποππύσας καὶ καταψήσας αὐτὸν κούφως τε μετεωρίσας ἑαυτὸν ἐπιβέβηκε καὶ 412 παρακαλπάσας μικρόν, εἶτα καὶ ὅλον αὐτῷ τὸν ῥυτῆρα ἐνδέδωκέ τε καὶ ἐξιππάσατο. ἥσθη τούτοις ὁ βασιλεὺς καὶ τὸν Βασίλειον προσελάβετο καὶ τοῖς βασιλικοῖς ἱπποκόμοις συνέταξε καὶ προϊὼν καὶ πρωτοστράτορα τὸν ἄνδρα ἐτίμησεν (ἡ ἀξία δὲ τῶν ἐπισήμων καὶ τῶν ᾠκειωμένων τῷ βασιλεῖ)· καὶ ἐπεδίδου καθ' ἑκάστην ἡ περὶ τὸν Βασίλειον τοῦ βασιλέως διάθεσις, καὶ τοσοῦτον ὡς καὶ εἰς φθόνον κινῆσαι τὸν Καίσαρα. Ποτὲ δὲ τῆς τοῦ βασιλέως μητρὸς συνεστιωμένης τῷ βασιλεῖ ὁ πρωτοστράτωρ εἰσεκλήθη Βασίλειος τοῦτο τοῦ βασιλέως κελεύσαντος. καὶ ἡ βασίλισσα συνεχῶς αὐτῷ ἐνητένιζε καὶ ἑώρα τὸν ἄνδρα περιεργότερον, εἶτα καὶ ἀπεφοίβασε τοῦτον εἶναι τὸν ὀλετῆρα τοῦ γένους αὐτῆς, ἔκ τινων σημείων τοῦτο γνοῦσα, ὡς ἔλεγε, πάλαι αὐτῇ γνωρισθέντων ἐκ τοῦ οἰκείου ἀνδρός. ἀλλὰ τῷ Μιχαὴλ ταῦτα λῆρος ἐδόκει καὶ οὐδὲν ἀπῆγεν αὐτὸν τῆς εὐνοίας τῆς περὶ τὸν Βασίλειον, ἤδη δὲ καὶ παρακοιμώμενον αὐτὸν προεβάλετο. καὶ τοῦτο δὲ τῆς κατὰ τοῦ Βασιλείου βασκανίας ἐπίδοσις τῷ Καίσαρι γέγονε, καὶ ἐπεβούλευε τῷ ἀνδρὶ καὶ παρ' αὐτοῦ ἀντεπεβουλεύετο. 413 Ἐκστρατείας δὲ κατὰ τῶν τὴν Κρήτην ἐχόντων Ἀγαρηνῶν κηρυχθείσης τῷ Μιχαήλ, ὁ Καῖσαρ πρὸς τὸν τῆς θεοτόκου νεὼν τὸν τῶν Ὁδηγῶν κεκλημένον ἀπῆλθε, τῇ θεομήτορι συνταξόμενος· καὶ ἤδη τῷ θυσιαστηρίῳ αὐτοῦ προσεγγίσαντος ἐξ οὐδεμιᾶς ἐμφανοῦς αἰτίας ἡ χλαμὺς τῶν ὤμων αὐτοῦ ἐξωλίσθησεν. ὅπερ σημεῖον καὶ τῷ Καίσαρι καὶ τοῖς ἰδοῦσιν ἀπαίσιον ἔδοξε. πολλῶν δὲ τὸν βασιλέα κακιζόντων, ὅτι πᾶσαν ἐνέδωκε τὴν ἐξουσίαν τῷ Καίσαρι, ὥστε ἐκεῖνον ἅττα βούλεται πράττειν καὶ πολλὰ παρὰ τὸ δέον ποιεῖν, τῇ τῶν ὀνειδῶν ἐνδελεχείᾳ ἔδοξέ ποτε μικρὸν ἀνανῆψαι τοῦ βαθυτάτου κάρου ἐκεῖνος ὁ ἀβέλτερος ἄνθρωπος καί τινα τῶν ᾠκονομημένων τῷ Καίσαρι καὶ διωρθοῦτο καὶ ἀνεσκεύαζεν·