δαιμόνια. καὶ ἑξῆς εὐθύς· διὰ τοῦτο λέγω ὑμῖν, πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις, ἡ δὲ τοῦ πνεύματος βλασφημία οὐκ ἀφεθήσεται. καὶ ὃς ἂν εἴπῃ λόγον κατὰ τοῦ υἱοῦ τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ, ὃς δ' ἂν εἴπῃ λόγον κατὰ τοῦ πνεύματος τοῦ ἁγίου, οὐκ ἀφεθήσεται αὐτῷ οὔτε ἐν τῷ αἰῶνι τούτῳ οὔτε ἐν τῷ μέλλοντι. Καὶ πάλιν φησί· κἀγὼ ἐρωτήσω τὸν πατέρα, καὶ ἄλλον παράκλητον δώσει ὑμῖν, ἵνα μεθ' ὑμῶν ᾖ εἰς τὸν αἰῶνα, τὸ πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτὸ οὐδὲ γινώσκει αὐτό. ὑμεῖς δὲ γινώσκετε αὐτό, ὅτι παρ' ὑμῖν μένει καὶ ἐν ὑμῖν ἔσται. καὶ πάλιν λέγει· ταῦτα λελάληκα ὑμῖν παρ' ὑμῖν μένων. ὁ δὲ παράκλητος, τὸ πνεῦμα τὸ ἅγιον, ὃ πέμψει ὁ πατὴρ ἐν τῷ ὀνόματί μου, ἐκεῖνος διδάξει ὑμᾶς πάντα καὶ ὑπομνήσει ὑμᾶς πάντα ἃ εἶπον ὑμῖν. καὶ πάλιν φησίν· ὅταν δὲ ἔλθῃ ὁ παράκλητος, ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ. καὶ πάλιν ὁ σωτήρ· ἐὰν γὰρ ἐγὼ μὴ ἀπέλθω, ὁ παράκλητος οὐ μὴ ἔρχεται πρὸς ὑμᾶς. ἐὰν δὲ πορευθῶ, πέμψω αὐτὸν πρὸς ὑμᾶς. καὶ ἐλθὼν ἐκεῖνος ἐλέγξει τὸν κόσμον περὶ ἁμαρτίας καὶ περὶ δικαιοσύνης καὶ περὶ κρίσεως. καὶ ἑξῆς πάλιν· ἔτι πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ' οὐ δύνασθε βαστάζειν ἄρτι. ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ πνεῦμα τῆς ἀληθείας, διηγήσεται ὑμῖν τὴν ἀλήθειαν πᾶσαν. οὐ γὰρ ἀφ' ἑαυτοῦ λαλήσει, ἀλλ' ὅσα ἂν ἀκούσῃ λαλήσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν. ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν. πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν. διὰ τοῦτο εἶπον ὑμῖν ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν. Αὐτοῦ τοῦ μονογενοῦς νῦν ἀνέγνων σοι τὰς φωνάς, ἵνα μὴ προσέχῃς ἀνθρωπίνοις ῥήμασιν. 17.12 Τούτου τοῦ ἁγίου πνεύματος τὴν κοινωνίαν ἐχαρίσατο τοῖς ἀποστόλοις. γέγραπται γάρ· καὶ τοῦτο εἰπὼν ἐνεφύσησε, καὶ λέγει αὐτοῖς· λάβετε πνεῦμα ἅγιον. ἐάν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς, ἐάν τινων κρατῆτε, κεκράτηνται. δεύτερον ἐμφύσημα τοῦτο, ἐπειδὴ τὸ πρῶτον ἠμαυρώθη διὰ τὰς ἑκουσίους ἁμαρτίας. ἵνα πληρωθῇ τὸ γεγραμμένον· ἀνέβη ἐμφυσῶν εἰς πρόσωπόν σου, ἐξαιρούμενός σε ἐκ θλίψεως. τὸ δὲ ἀνέβη πόθεν; ἐκ τοῦ ᾅδου. οὕτω γὰρ διηγήσατο τὸ εὐαγγέλιον, ὅτι μέτα τὴν ἀνάστασιν τότε ἐνεφύσησεν. Ἀλλὰ δίδωσι μὲν νῦν τὴν χάριν, ἐπιδαψιλεύεται δὲ ἐπὶ πλεῖον. καί φησι πρὸς αὐτούς· ἕτοιμος μέν εἰμι τοῦ δοῦναι καὶ νῦν, οὔπω δὲ τὸ ἀγγεῖον χωρεῖ. τέως μὲν οὖν λάβετε τὴν χάριν ὅσην χωρεῖτε, ἐκδέχεσθε δὲ καὶ πλείονα. ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει Ἱερουσαλήμ, ἕως ἂν ἐνδύσησθε δύναμιν ἐξ ὕψους. νῦν λάβετε μερικῶς, τότε φορέσετε αὐτοτελῶς. ὁ μὲν γὰρ δεχόμενος πολλάκις μερικῶς ἔχει τὸ διδόμενον, ὁ δὲ ἐνδυόμενος ὑπὸ τῆς στολῆς πανταχόθεν περιέχεται. μὴ φοβηθῆτε, φησίν, ὅπλα διαβόλου καὶ βέλη· φορέσετε γὰρ δύναμιν πνεύματος ἁγίου. μνημονεύετε δὲ τῶν ἀρτίως εἰρημένων, ὅτι πνεῦμα οὐ μεμέρισται, ἀλλ' ἡ δι' αὐτοῦ χάρις. 17.13 Ἀνῆλθε τοίνυν ὁ Ἰησοῦς εἰς οὐρανοὺς καὶ τὴν ἐπαγγελίαν ἐπλήρωσεν. εἶπε γὰρ πρὸς αὐτούς· ἐγὼ ἐρωτήσω τὸν πατέρα, καὶ ἄλλον παράκλητον δώσει ὑμῖν. ἐκαθέζοντο ἐκδεχόμενοι τὴν παρουσίαν τοῦ ἁγίου πνεύματος, καὶ ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς πεντηκοστῆς ἐνταῦθα ἐν τῇ πόλει ταύτῃ Ἱερουσαλήμ-ἡμέτερον γὰρ καὶ τοῦτο τὸ ἀξίωμα, καὶ λαλοῦμεν οὐ περὶ τῶν παρ' ἑτέροις γεγενημένων ἀγαθῶν, ἀλλὰ περὶ τῶν παρ' ἡμῖν κεχαρισμένων-τῆς πεντηκοστῆς οὖν οὔσης ἐκαθέζοντο, καὶ κατήρχετο ὁ παράκλητος ἐξ οὐρανοῦ, ὁ φρουρὸς καὶ ἁγιοποιὸς τῆς ἐκκλησίας, ὁ διοικητὴς τῶν ψυχῶν, ὁ κυβερνήτης τῶν χειμαζομένων, ὁ φωταγωγὸς τῶν πεπλανημένων καὶ ἀθλοθέτης τῶν ἀγωνιζομένων καὶ στεφανωτὴς τῶν νενικηκότων. 17.14 Κατήρχετο δέ, ἵνα ἐνδύσῃ δύναμιν καὶ ἵνα βαπτίσῃ τοὺς ἀποστόλους. λέγει γὰρ ὁ κύριος· ὑμεῖς βαπτισθήσεσθε ἐν πνεύματι ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας. οὐ μερικὴ ἡ χάρις, ἀλλὰ αὐτοτελὴς ἡ δύναμις. ὥσπερ γὰρ ὁ ἐνδύνων ἐν τοῖς ὕδασι καὶ βαπτιζόμενος πανταχόθεν ὑπὸ τῶν ὑδάτων περιβάλλεται, οὕτω καὶ ὑπὸ τοῦ πνεύματος ἐβαπτίσθησαν ὁλοτελῶς. ἀλλὰ τὸ μὲν