ἐν τῇ νεκυίᾳ γραφέντος, ὃς, ἤγουν ὁ Μελάμπους, πρὶν μέν ποτ' ἔναιε Πύλῳ ἔνι, μητέρι μήλων, ἀφνειὸς Πυλίοισι, μέγ' ἔξοχα δώματα ναίων. (ῃερς. 228.) δὴ τότε, ἄλλων δῆμον ἀφίκετο πατρίδα φεύγων, τουτέστιν εἰς Ἄργος ἦλθε τὴν Πύλον φυγών. Νηλέα τε μεγάθυμον ἀγαυότατον ζωόντων, ὅς οἱ χρήματα πολλὰ τελεσφόρον εἰς ἐνιαυτὸν (ῃερς. 231.) εἶχε ποτὲ βίῃ, διὰ τὸν ἀδελφὸν δηλαδὴ Βίαντα, ὡς καὶ αὐτὸ ἱστορήθη πρὸ τούτων, ὑπὲρ οὗ ἑαυτὸν κινδύνῳ ἐκδοὺς ὁ Μελάμπους τέως μὲν, ὡς προεγράφη, παρὰ τῷ Θετταλῷ Φυλάκῳ δεσμῷ ἐν ἀργαλέῳ δέδετο κρατέρ' ἄλγεα πάσχων, (ῃερς. 233.) εἵνεκα Πηροῦς τῆς Νηλέως θυγατρὸς ἄτης τε βαρείας. (ῃερς. 234.) τήν οἱ ἐπὶ φρεσὶ θῆκε θεὰ δασπλῆτις Ἐριννὺς, κακοθέντι διὰ τιμὴν τοῦ ἀδελφοῦ Βίαντος, καθὰ προδεδήλωται. (ῃερς. 235.) ἀλλ' ὁ μὲν Μελάμπους μαντευσάμενος τῷ Φυλάκῳ, ὅ περ ἐκεῖνος ἤθελεν, ἤθελε δὲ περὶ παιδοποιΐας ὡς προεδηλώθη, μαθεῖν, ἔκφυγε κῆρα μετ' ἐνιαυτὸν, καὶ ἤλασε βοῦς ἐριμύκους τὰς τῆς Πηροῦς, ἐς Πύλον ἐκ Φυλάκης, καὶ ἐτίσατο ἔργον ἀεικὲς ἀντίθεον Νηλῆα, τὸ καὶ τὴν Πηρὼ δηλαδὴ κατεγγυῆσαι τῷ ἀδελφῷ Βίαντι ἄκοντος Νηλέως, καὶ τὰ χρήματα δὲ ἀφελέσθαι τὸν περὶ αὐτὰ ἄδικον. καὶ τοίνυν κασιγνήτῳ ἀγαγόμενος γυναῖκα τὴν Πηρὼ, ἄλλων ἵκετο δῆμον αὐτὸς, ὡς καὶ ἀνωτέρω ἔφη, Ἄργος ἐς ἱππόβοτον. (ῃερς. 239.) αὐτόθι γάρ, φησιν, αἴσιμον ἦν ναίειν πολλοῖσιν ἀνάσσοντ' Ἀργείοισιν. ἔνθα γήμας γυναῖκα καὶ ὑψερεφὲς θέμενος δῶμα γείνατο Ἀντιφάτην καὶ Μάντιον υἷε κραταιώ. ὧν Ἀντιφάτης μὲν τίκτεν Ὀϊκλῆα μεγάθυμον, Ὀϊκλῆς δὲ λαοσσόον Ἀμφιαρήονα, ὃν περὶ κῆρι φίλει Ζεύτ' αἰγίοχος καὶ Ἀπόλλων παντοίην φιλότητα, οὐδ' ἵκετο γήραος οὐδόν. ἀλλ' ὄλετ' ἐν Θήβῃσι γυναίων εἵνεκα δώρων. (ῃερς. 248.) τοῦ δ' υἱεῖς ἐγένοντο, τουτέστι τοῦ Ἀμφιαράου, Ἀλκμάων Ἀμφίλοχός τε. Μάντιος αὖ τέκετο Πολυφείδεά τε Κλεῖτόν τε. ἀλλὰ Κλεῖτον μὲν χρυσόθρονος ἥρπασεν Ἠὼς κάλλεος εἵνεκα οἷο, ἵν' ἀθανάτοισι μετείη. αὐτὰρ ὑπέρθυμον Πολυφείδεα μάντιν Ἀπόλλων θῆκε βροτῶν ὄχ' ἄριστον, ἐπεὶ θάνεν Ἀμφιάρηος. (ῃερς. 254.) ὃς, ὁ Πολυφείδης δηλαδὴ, Ὑπερησίηνδε, τουτέστιν εἰς Ὑπερησίαν πόλιν Ἄργους ἀπενάσσατο, πατρὶ χολωθείς. καὶ ἐκεῖ κατοικῶν ἐμαντεύετο πᾶσι βροτοῖς, τοῖς εἰς αὐτὸν δηλαδὴ φοιτῶσι. τούτου υἱὸς ἐπῆλθεν, Θεοκλύμενος δ' ὄνομ' ἦεν, κλῆσιν ταύτην λαχὼν, οἰκείαν μάντεϊ, ὡς τὰ ἐκ θεῶν κλύων, ὅ περ ἐν Ἰλιάδι Ἕλενός που αὐχεῖ ἔχειν, εἰπών· ὡς γὰρ ἐγὼν ὄπ' ἄκουσα θεῶν. εἶτα ἐνταῦθα στήσας τὴν τοιαύτην ἱστορίαν ὁ ποιητὴς καὶ πλάσας εὐμεθόδως τὸν Θεοκλύμενον μὲν ἐρώτησιν θέσθαι πρὸς τὸν Τηλέμαχον τίς καὶ πόθεν καὶ τίνων γονέων ἐστὶ, τὸν δὲ Τηλέμαχον ἀπολογήσασθαι τὰ δοκοῦντα, ἐπάγει καὶ τὰ ἐφεξῆς καὶ συγκολλᾷ δεξιώτατα. (ῃερς. 272.) μαθὼν γὰρ ὁ Θεοκλύμενος ἀποδημεῖν τῆς πατρίδος ἄρτι ἄκοντα τὸν Τηλέμαχον, φησὶν αὐτὸς ἀφηγηματικῶς· οὕτω τοι καὶ ἐγὼν ἐκ πατρίδος, ἤγουν μακρὰν τῆς πατρίδος, ἄκων εἰμὶ δηλαδὴ, ἄνδρα κατακτὰς ἔμφυλον, τουτέστι φυλέτην, ὁμόφυλον. πολλοὶ δὲ αὐτῷ κασίγνητοί τε ἔται τε Ἄργος ἀν' ἱππόβοτον. μέγα δὲ κρατέουσιν Ἀχαιῶν, ἤγουν Ἀργείων. τῶν ὑπαλευάμενος θάνατον φεύγω. ἐπεί νύ μοι αἶσα κατ' ἀνθρώπους ἀλάλησθαι. (ῃερς. 277.) εἶτα καὶ ἀξιῶν φησίν· ἀλλά με νηὸς ἔφεσσαι, τουτέστιν ἐπὶ τῆς νηὸς κάθισον, ἐπιβίβασον· ἐπεί σε φυγὼν ἱκέτευσα, μή με κατακτείνωσι, διωκέμεναι γὰρ ὀΐω. Καὶ ὅρα τὸ κομματικὸν τῆς ἀξιώσεως, ἐναγωνίως προαχθὲν, ὡς εἴ περ ἐπνευστία ὁ λέγων. 2.98 δυσὶ γὰρ στίχοις ἔννοιαι τέσσαρες ἔγκεινται. ὧν αἱ δύο μὲν προτάσεις εἰσὶν, αἱ δὲ δύο κατασκευαὶ αὐτῶν. οὕτω δὲ καὶ ἡ ἀρχὴ τοῦ ἱστορικοῦ διηγήματος κομματικῶς προήχθη, συνεξομοιουμένη τῷ προσώπῳ περὶ οὗ τὸ διήγημα. ἔφη γὰρ οὕτω· (ῃερς. 223.) σχεδόθεν δέ οἱ ἦλθεν ἀνὴρ, τηλεδαπὸς, φεύγων ἐξ Ἄργεος, ἄνδρα κατακτὰς, μάντις. (ῃερς. 272.) Πάνυ δὲ πολλὴ τῷ Θεοκλυμένῳ ἡ δειλία διὰ τὸ κρατερὸν τῶν τοῦ πεφονευμένου συγγενῶν, εἴ γε καὶ ὡς διώκοντας αὐτοὺς φαντάζεται. Ἡ δὲ ῥηθεῖσα περὶ Μελάμποδος καὶ Βίαντος τῶν ἀδελφῶν ἱστορία καὶ περὶ Νηλέως καὶ Πηροῦς