112
πολεμιστηρίους νῆας ἐκπέπομφεν, ἃς ἐπιέναι σφίσι μαθόντες οἱ πολιορκοῦντες Ἀγαρηνοὶ λύσαντες τὴν πολιορκίαν τοῦ Ῥαουσίου τῇ Λογγιβαρδίᾳ προσέβαλον· καὶ τὸ ἄστυ τῆς Βάρεως εἷλον καὶ οὕτω κεχρημένοι ὁρμητηρίῳ πάσης τῆς Λογγιβαρδίας ἐκράτησαν. γνόντα δὲ καὶ τὰ λοιπὰ ἔθνη τὰ παρὰ τῶν Ἀγαρηνῶν τούτων, ὡς εἴρηται, πιεζόμενα τὸ γεγονὸς κατὰ τὸ Ῥαούσιον, καὶ ὅτι τὴν ἐκ βασιλέως συμμαχίαν δείσαντες οἱ πολέμιοι τῆς πολιορκίας ἀπέστησαν, πρεσβεύουσι καὶ αὐτοὶ συμμαχίαν αἰτοῦντες καὶ ἑαυτοὺς τῇ τῶν Ῥωμαίων ἡγεμονίᾳ ὑποτιθέμενοι. καὶ ὁ βασιλεὺς τὴν πρεσβείαν προσήκατο καὶ ἐπε426 κούρησε τοῖς αἰτήσασι διά τε τοῦ προειρημένου στόλου καὶ διὰ τοῦ τῶν Φράγγων ῥηγός. ἐπέστειλε γὰρ ἐκείνῳ συλλαβέσθαι τοῦ κατὰ τῶν Ἀγαρηνῶν πολέμου τῷ τῶν Ῥωμαίων στρατεύματι· ὑφ' ὧν ἡ τῶν Ἀγαρηνῶν κατεπολεμήθη στρατιὰ καὶ ὁ ἀρχηγὸς αὐτῶν ἑάλω σουλδάνος καλούμενος, ὃν ὁ ῥὴξ τῶν Φράγγων ἐν Καπύῃ ἀπήγαγεν. ὅπου δύο διατρίψας ἐνιαυτοὺς οὐκ ὤφθη παρά του μειδιάσας οὐδέποτε, ὥστε τὸν ῥῆγα θαυμάζειν καὶ εἴ τις ἀπαγγείλῃ αὐτῷ γελῶντα τὸν βάρβαρον, δώσειν τι ἐπαγγέλλεσθαι τῆς ἀγγελίας μισθόν. εἶπεν οὖν τίς ποτε ἰδεῖν τὸν σουλδάνον γελάσαντα. καλέσας οὖν τὸν βάρβαρον ὁ ῥὴξ τὴν αἰτίαν τοῦ γέλωτος ἤρετο. ὁ δὲ τροχὸν εἶπεν ἁμάξης ὁρᾶν, οὗ τὸ μὲν πρόσγειον ἦν, τὸ δ' ἦρτο μετέωρον, εἶτα τὸ μὲν μετέωρον κατῆκτο πρὸς γῆν, τὸ δὲ πρόσγειον μετεώριστο. "οὕτω δ' εἰκάσας καὶ τὰ ἀνθρώπινα πράγματα κινεῖσθαι καὶ μεταφέρεσθαι ἐξεγέλασα, λογισάμενος ὡς οὐκ ἀδύνατον οὕτω διατεθῆναι καὶ τὰ κατ' ἐμαυτόν, καὶ ὥσπερ ἐξ ὕψους κατηνέχθην εἰς ταπεινότητα, οὕτως αὖθις ἴσως ἐκ χθαμαλότητος εἰς ὕψος ἐπαρθῆναι καὶ γενέσθαι μετάρσιος." ταῦτα μὲν εἶπεν ἐκεῖνος. ὁ δὲ ῥὴξ καὶ τὴν τῶν λόγων ἀλήθειαν εἰς νοῦν εἰλη427 φὼς καὶ τὸν σουλδάνον τῆς μεταβολῆς κατοικτείρας ᾠκειώσατό τε αὐτὸν καὶ παρρησίας μετέδωκε, καὶ συνετὸν τὸν ἄνδρα οἰόμενος ἐκοινώνει καὶ βουλευμάτων αὐτῷ. ὁ δὲ περίεργος ὢν δόλῳ τὸν ῥῆγα μετέρχεται. ὁ μὲν γὰρ ῥὴξ τήν τε Καπύην καὶ τὸν Βενεβενδὸν τὰς πόλεις νέον κτησάμενος, ἐδεδοίκει περὶ αὐταῖς μήποτε τῆς ἐλευθερίας ἀντιποιήσωνται. ὁ δὲ βάρβαρος ἐκεῖνος τοῦτ' ἐγνωκὼς πρόσεισι τῷ ῥηγὶ καί φησιν "εἰ βούλει σοι τὴν τῶν πόλεων τούτων ἀρχὴν βεβαίαν προσεῖναι, τοὺς λογιμωτέρους τῶν ἐν αὐταῖς μετάγαγε ἀλλαχοῦ, καὶ οὐκέτι τὸ πλῆθος καθ' ἑαυτὸ γεγονὸς οὐδὲν φρονήσει νεώτερον." συνοίσουσαν οὖν τὴν συμβουλὴν ὁ ῥὴξ οἰηθεὶς ἔθετο τῷ σκοπῷ, καὶ ἀσυμφανῶς δεσμὰ ἐχαλκεύοντο. εἶτα καὶ τοῖς ἐξόχοις τῶν ἐν ταῖς πόλεσιν ὡμίλει ὁ πονηρὸς ἐκεῖνος ἀνὴρ καὶ ὥσπερ φιλικώτερον προσεφέρετο καὶ ἐν ἀπορρήτοις λέγει αὐτοῖς ὡς "ὁ ῥὴξ βούλεται τοὺς ἀξιολογωτέρους τῶν πολιτῶν ὑπὸ δεσμοῖς ποιησάμενος εἰς τὴν ἑαυτοῦ χώραν μεταγαγεῖν, καὶ πίστεις," 428 ἔφη, "τῶν λόγων τὸ τὰς σιδηρέας ἁλύσεις χαλκεύειν καὶ χειροπέδας καὶ ἄλλα δεσμά." τοῦτο τοίνυν ἐκεῖνοι ἀληθὲς εὑρηκότες, εὐνοεῖν αὐτοῖς αὐτὸν ὑπειλήφασι, καὶ ἐξελθόντι πρὸς κυνηγέσιον τῷ ῥηγὶ τὰς πύλας τῶν πόλεων ἐπεζύγωσαν καὶ οὐκέτι τοῦτον ἐντὸς εἰσεδέξαντο. καὶ ὁ μὲν ἀπῆλθε πρὸς ἑαυτόν, ὁ δὲ σουλδάνος παρὰ τῶν πολιτῶν ἐκείνων ἀντιμισθίαν εὕρατο τὴν ἐλευθερίαν. ἀπελθὼν οὖν καὶ τὴν πρότερον ἀρχὴν αὖθις κατακτησάμενος, ἐκστρατεύει κατὰ τῶν εἰρημένων πόλεων τῆς τε Καπύης καὶ τῆς Βενεβενδοῦ. οἱ δὲ τῇ πολιορκίᾳ πιεζόμενοι στέλλουσι πρὸς τὸν ῥῆγα, συγγνωμονῆσαι σφίσι καὶ συμμαχῆσαι θερμῶς ἐξαιτούμενοι. ὡς δ' ἐκεῖνος τὴν πρεσβείαν οὐ προσήκατο, ἐπιχαίρειν εἰπὼν τῇ ἀπωλείᾳ αὐτῶν, πρὸς τὸν βασιλέα Βασίλειον ἑτέραν πρεσβείαν ἐστάλκασι, παρακαλοῦντες ἐπαρῆξαι αὐτοῖς κινδυνεύουσι. καὶ ὃς ὑπέσχετο, καὶ ὁ πρεσβευτὴς ἐπανῄει, θαρρεῖν παρεγγυήσων τοῖς συμπολίταις αὐτοῦ. ἑάλω δ' ὑπὸ τῶν πολεμίων, καὶ μαθὼν ὁ σουλδάνος ὅπῃ τε ἦν καὶ οἷα κομίζει τοῖς ἀστοῖς εὐαγγέλια, φησὶ πρὸς αὐτόν "εἰ ζῆν ἐθέλεις, ἀπαγορεῦσαι τὸν βασιλέα τὴν συμμαχίαν τοῖς πέμψασί σε ἀπάγγειλον ἐκ τοῦ τείχους προκύπτουσιν· εἰ γὰρ μὴ οὕτω 429 ποιήσεις, ἴσθι αὐτίκα δὴ τεθνηξόμενος. ὁ δὲ