ἔνδον παράκλητον καὶ ἀνενέγκας εἰς τὴν βασιλείαν αὐτοῦ. συμβασιλεύσωμεν οὖν αὐτῷ καὶ ἡμεῖς εἰς τὴν Ἱερουσαλὴμ τὴν πόλιν αὐτοῦ, εἰς τὴν ἐπουράνιον ἐκκλησίαν, εἰς τὸν χορὸν τῶν ἁγίων ἀγγέλων. Οἱ δὲ ἐπὶ πολὺν χρόνον γυμνασθέντες ἀδελφοὶ καὶ δοκιμασθέντες, οὗτοι δύνανται τοῖς ἀπείροις βοηθῆσαι καὶ συμπαθῆσαι. τινὲς γὰρ ἀσφαλισάμενοι ἑαυτοὺς καὶ ὑπὸ χάριτος θεοῦ ἐνεργηθέντες μεγάλως, οὕτως εὗρον τὰ μέλη αὐτῶν ἡγιασμένα, ὥστε λογίζεσθαι αὐτοὺς ὅτι οὐ συμβαίνει εἰς Χριστιανισμὸν γίνεσθαι ἐπιθυμίαν, ἀλλὰ κέκτηνται νοῦν σώφρονα καὶ ἁγνόν· καὶ ἔστι λοιπὸν ὁ ἔσω ἄνθρωπος μετέωρος εἰς τὰ θεῖα καὶ ἐπουράνια, ὥστε νομίσαι τὸν τοιοῦτον ἤδη ἐφθακέναι εἰς τὰ τέλεια μέτρα. καὶ ὡς ἐνόμιζε προσηγγικέναι ἤδη τῷ εὐδίῳ λιμένι, ἐπανέστησαν αὐτῷ κλύδωνες, ὥστε πάλιν εὑρεθῆναι εἰς τὸ μέσον τοῦ πελάγους καὶ εἰσενεχθῆναι ὅπου ἡ θάλασσα, οὐρανὸς καὶ θάνατός ἐστιν ἕτοιμος. οὕτως ἡ ἁμαρτία ἐπεισελθοῦσα «κατειργάσατο πᾶσαν ἐπιθυμίαν» κακήν. αὖθις δὲ οἱ τοιοῦτοι χάριτός τινος ἀξιωθέντες καὶ ὥσπερ εἰπεῖν ἀπὸ ὅλου βυθοῦ τῆς θαλάσσης ψεκάδα τινὰ δεξάμενοι, εὑρίσκουσιν αὐτοὶ ἐκεῖνοι καθ' ὥραν καὶ καθ' ἡμέραν τοσαύτην θαυματουργίαν γινομένην, ὥστε τὸν ἐνεργούμενον ἐπὶ τῇ παραδόξῳ καὶ ξένῃ καὶ θεϊκῇ ἐργασίᾳ θαμβεῖσθαι καὶ ἐκπλήττεσθαι πῶς ἐσοφίσθη. φωτίζει γὰρ αὐτὸν ἡ χάρις, λοιπὸν ὁδηγεῖ, εἰρηνεύει, ἀγαθύνει τὰ πάντα, οὖσα θεία καὶ ἐπουράνιος, ὥστε πρὸς σύγκρισιν ἐκείνου βασιλεῖς καὶ δυνάστας, σοφοὺς καὶ ἀξιωματικοὺς ὡς ἐλαχίστους καὶ εὐτελεῖς ἡγεῖσθαι. μετὰ δὲ καιρὸν καὶ ὥραν μεταβάλλεται τὰ πράγματα, ὥστε ἐξ ἀληθείας τὸν τοιοῦτον ἑαυτὸν ἡγεῖσθαι ἁμαρτωλότερον πάντων ἀνθρώπων, καὶ πάλιν ἄλλῃ ὥρᾳ ὁρᾶν ἑαυτὸν οἷον βασιλέα μέγιστον ἐξαίσιον ἢ δυνάστην φίλον βασιλέως, πάλιν ἄλλῃ ὥρᾳ ἑαυτὸν ὁρᾶν ἀσθενῆ καὶ πτωχόν. λοιπὸν εἰς ἀμηχανίαν ἐμπίπτει ὁ νοῦς διὰ τί οὕτως καὶ πάλιν οὕτως; Ὅτι ὁ σατανᾶς μισόκαλος ὢν τὰ πονηρὰ ὑποβάλλει τοῖς τὴν ἀρετὴν κατορθοῦσι, καὶ ἀγωνίζεται αὐτοὺς μεταστρέψαι· ἔργον γὰρ ἔχει τοῦτο. ἀλλὰ σὺ τούτῳ μὴ ὑποταγῇς, τὴν ἐν τῷ ἔσω ἀνθρώπῳ ἐπιτελουμένην δικαιοσύνην ἐργαζόμενος, ἐν ᾧ τὸ τοῦ Χριστοῦ βῆμα ἕστηκεν ἅμα τῷ ἀχράντῳ ἁγιαστηρίῳ, ὅπως τὸ μαρτύριον τῆς συνειδήσεως σοῦ καυχήσηται ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ τοῦ καθαρίσαντός σου «τὴν συνείδησιν ἀπὸ νεκρῶν ἔργων», ἵνα τῷ πνεύματί σου θεῷ λατρεύσῃς, ἵνα γνῷς τί προσκυνεῖς, κατὰ τὸν εἰπόντα· ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν. πείσθητι τῷ ὁδηγοῦντί σε θεῷ, κοινωνησάτω ἡ ψυχή σου τῷ Χριστῷ ὡς κοινωνεῖ νύμφη νυμφίῳ· «τὸ γὰρ μυστήριον τοῦτο μέγα ἐστί» φησίν, «ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἄμωμον ψυχήν». ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν. ΟΜΙΛΙΑ ΛΘ. 1 Ὥσπερ βασιλεὺς γράψας ἐπιστολάς, οἷς βούλεται κωδικέλλους καὶ δωρεὰς ἰδίας χαρίσασθαι, σημαίνει πᾶσιν ὅτι ταχέως σπουδάσατε ἐλθεῖν πρός με, ἵνα λάβητε παρ' ἐμοῦ δωρεὰς βασιλικάς. καὶ εἰ μὴ ἀπέλθωσι καὶ λάβωσιν, οὐδὲν ὠφελήθησαν ἀναγνόντες τὰς ἐπιστολάς, μᾶλλον δὲ καὶ θανάτου εἰσὶν ἔνοχοι, μὴ θελήσαντες ἀπελθεῖν καὶ ἐκ χειρὸς βασιλέως τιμῆς ἀξιωθῆναι, οὕτως καὶ τὰς θείας γραφὰς ὥσπερ ἐπιστολὰς ἀπέστειλεν ὁ βασιλεὺς θεὸς τοῖς ἀνθρώποις, δηλώσας δι' αὐτῶν, ἵνα παρακαλέσαντες τὸν θεὸν καὶ πιστεύσαντες αἰτήσωσι καὶ λάβωσι δωρεὰν οὐράνιον ἐκ τῆς ὑποστάσεως τῆς θεότητος αὐτοῦ· γέγραπται γάρ· «ἵνα γενώμεθα θείας κοινωνοὶ φύσεως». εἰ δὲ μὴ προσέλθῃ καὶ αἰτήσει καὶ λάβῃ ὁ ἄνθρωπος, οὐδὲν ὠφελήθη ἀναγνοὺς τὰς γραφάς, μᾶλλον δὲ καὶ θανάτου ἔνοχός ἐστιν, ὅτι παρὰ βασιλέως οὐρανίου οὐκ ἠθέλησε λαβεῖν ζωῆς δωρεάν, ἧς ἄνευ ἀδύνατόν ἐστι ζωῆς ἀθανάτου