κρείττων γε νήσεται, οὔτε μὴν ἐκ χειρὸς ᾅδου τὴν ψυχὴν αὐτοῦ ῥύσεται, εἰ μὴ σὺ, φησὶν, ὦ ∆έσποτα, τὴν ἀνάστασιν ἐπιδῷς. Ποῦ εἰσι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε; Ἀρ χαῖα ἐλέη τοῦ Θεοῦ, φησὶν, ἡ πρὸ καταβολῆς κόσμου ὡρισμένη εἰς ἀφθαρσίαν ἀναστοιχείωσις. Μνήσθητι, Κύριε, τοῦ ὀνειδισμοῦ τῶν δούλων σου. Ἐπειδὴ ὠνείδισάν με, Κύριε, οἱ ἐχθροί σου, φάσκοντες ψευδεῖς εἶναι τὰς περὶ ἐμοῦ τοῖς ἔθνεσι δεδομένας ἐπαγγελίας· αὗται δὲ ἦσαν τὸ σωθῆναι αὐτὰ, καὶ ἀπαλλαγῆναι θανάτου καὶ ἁμαρτίας· ὠνεί δισαν δὲ ἀφορῶντες εἰς τὸν θάνατον τὸν ἐμόν· καὶ ματαίους αὐτὰς εἶναι ἀπέφηναν· τούτου χάριν αἰτῶ σοι μνησθῆναι· τὸ γὰρ ἀντάλλαγμα τοῦ Χριστοῦ σου ὠνείδισαν, φησίν. Εἴη δὲ τὸ ἀντάλλαγμα αὐτοῦ ὁ θάνατος αὐτοῦ καὶ τὸ αἷμα, τὸ ἀντίλυτρον δεδομέ 27.396 νον τῆς τοῦ κόσμου σωτηρίας· ὃ καὶ ὠνείδισαν, ὑπο λαμβάνοντες αὐτὸν κεκρατῆσθαι θανάτῳ. Ἀλλ' οὐκ ἀπέμεινεν ὁ ἐν νεκροῖς ἐλεύθερος· ἀνέστη δὲ μᾶλλον τριήμερος. ∆ιὸ καὶ ἐπισφραγίζει ὁ ψαλμὸς τό· Εὐλογητὸς Κύριος εἰς τὸν αἰῶνα, γένοιτο, γέ νοιτο. Ὡς ἀναστάντος ἤδη αὐτοῦ καὶ ἀνελθόντος εἰς τοὺς οὐρανοὺς, καὶ εὐλογουμένου, ἤτοι ἐξομολογου μένου εἰς τοὺς αἰῶνας μετὰ τοῦ ἰδίου Πατρός. Προσευχὴ Μωϋσέως ἀνθρώπου τοῦ Θεοῦ. ΠΘʹ. Ὑπόθεσις. Ταύτην, φησὶ, τὴν προσευχὴν ἐν ἀποῤῥήτοις ἀναγε γραφότα τὸν Μωσέα παραδοῦναι· ὅπως ἂν ἔχοιεν οἱ κατὰ καιροὺς εἰδέναι, πῶς δεῖ αὐτοὺς ἐξομολο γεῖσθαι περιπεσόντας ταῖς συμφοραῖς, αἳ γεγόνα σιν αὐτοῖς ἐπ' ἐσχάτων τῶν χρόνων μετὰ τὴν κατὰ τοῦ Κυρίου ἀπείθειάν τε καὶ μιαιφονίαν γενομένην. Ὅπως δὲ μὴ λήθῃ παραδοθῇ τῷ χρόνῳ, ἐντέτακται ἐν τοῖς Ψαλμοῖς· καὶ εἰκότως μετὰ τὸν πηʹ, ὃς καὶ τὸ πάθος τοῦ Κυρίου κατασημαίνει. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Μέλλων ἐπικαλεῖσθαι τὸν Θεὸν εἰς ἔλεον, εἰκό τως ἐξ ὧν ἤδη πολλάκις εὐηργέτησε ποιεῖ τὸ προοί μιον. Πῶς δὲ κατὰ γενεὰν εὐηργέτησε, τοῦτο ἴδοι τις εἴς τε τὰ ἐπὶ τοῦ Φαραὼ ἀποβλέψας εἴς τε τὰ ἐπὶ Ἰησοῦ, εἴς τε τὰ ἐπὶ Βαβυλῶνος. Πρὸ τοῦ ὄρη γενηθῆναι, καὶ πλασθῆναι τὴν γῆν. Ἐπειδὴ εἰς τὴν σάρκα ὁρῶντες τοῦ Κυρίου, ψιλὸν ἄνθρωπον ἐνόμιζον λέγοντες· Οὔπω τριακον ταετὴς γέγονας, καὶ Ἀβραὰμ ἑώρακας; Καὶ τοῦτο αὐτοῖς μάλιστα αἴτιον τῆς ἐκπτώσεως γέγονε, τὸ ἀγνοεῖν τὴν θεότητα. ∆ιὰ τοῦτο νῦν ἐξομολογούμενοι, σαφῶς αὐτὸν εἶναι λέγουσι τὸν πρὸ πάσης κτίσεως συνόντα τῷ Πατρί. Μὴ ἀποστρέψῃς ἄνθρωπον εἰς ταπείνωσιν. Ἐντεῦθεν ἡ ἐξομολόγησις. Ἀξιοῖ δὲ ἀφ' ὧν πάντα τὰ ἔθνη εἰς ἐπίγνωσιν ἀληθείας ἐκάλεσε, καὶ αὐτὸς ἐπιστραφῆναι. Σὺ εἶπας, φησὶν, ὦ ∆έσποτα· Ἐπι στρέψατε, υἱοὶ ἐπιστρέφοντες, καὶ ἰάσομαι τὰ συν τρίμματα ὑμῶν. Ἐπειδὴ τοίνυν ἐπεστρέψαμεν, μὴ ἀποστρέψῃς ἡμᾶς εἰς ταπείνωσιν. Ὅτι χίλια ἔτη ἐν ὀφθαλμοῖς σου, Κύριε. Τὸν καιρὸν τῆς ἐν νόμῳ λατρείας φησὶ, καθ' ὃν μάλιστα ἐπιτελεσθέντος τοῦ θείου ναοῦ ἤνθησεν. Ἀπὸ γὰρ Σολομῶντος τοῦ τὸν οἶκον ἐγείραντος μέχρι τῆς πο λιορκίας τῆς μετὰ τὸν τίμιον γενομένης σταυρὸν εἰς τοῦτο συντείνει ἔτη χίλια. Ἀλλὰ ταῦτα, φησὶ, τὰ χί λια ἔτη μία ἡμέρα λογισθείη ἐνώπιόν σου· μᾶλλον μὲν οὖν μικρὸν ἡμέρας μόριον. Εἰκότως δὲ νυκτὶ παρεικάζει τὸν πρὸ τῆς ἐπιδημίας τοῦ Σωτῆρος και ρόν· ἅτε ὡς ἐν ἀωρίᾳ καὶ συγχύσει πάντων ἀνθρώ πων ὄντων, διὰ τὸ μήπω αὐτοῖς ἀνατεῖλαι τὸν ἥλιον τῆς δικαιοσύνης. 27.397 Τὰ ἐξουδενώματα αὐτῶν ἔτη ἔσονται τὸ πρωΐ. Ὡσεὶ σαφέστερον ἔλεγε· Τὰ ἔτη αὐτῶν, τῶν ἀρνη σαμένων σε δηλονότι, ἐν ἐξουθενήσει ἔσται πολλῇ. Γεγόνασι γὰρ καταπάτημα καὶ ἀνθρώπων καὶ δαιμό νων, ἅτε τὸν λυτρούμενον καὶ σώζοντα αὐτοὺς ἀρνη σάμενοι. Τὸ πρωῒ ἀνθήσαι καὶ παρέλθοι. Πρωΐ μὲν τὸν καιρὸν τῆς γενομένης αὐτοῖς ἐπιφανείας Χριστοῦ ἐν τῷ ὄρει Σινᾶ κατασημαίνουσι. Χλόην δὲ τὴν νομικὴν λατρείαν δηλοῖ, ἅτε μικρὸν ὕστερον μαραίνεσθαι μέλ λουσαν. Τὸ ἑσπέρας ἀποπέσοι, σκληρυνθείη καὶ
114