αἰθὴρ νήνεμός ἐστιν. (ῃερς. 297.) Ὅτι ἐν τῷ, ἡ δὲ, τουτέστιν ἡ ναῦς, Φερὰς ἐπέβαλλεν ἐπειγομένη ∆ιὸς οὔρῳ, Φερὰς, τὰς Φηρὰς λέγει, συστείλας τὸ ˉη διὰ τὸ μέτρον, ὁμοίως τῷ, ξηρὸν ξερὸν, οἷον, ποτὶ ξερὸν ἠπείροιο, καὶ νοσηρὸν νοσερόν, καὶ ἀσκηθὴς ἀσκεθὴς, οἷον, ἀσκεθέες καὶ ἄνουσοι. Εἰσὶ δὲ Φεραὶ μὲν περὶ Θετταλίαν, ὡς ἡ Ἰλιὰς δηλοῖ, Φηραὶ δὲ αὗται περὶ τὴν ἐν Πελοποννήσῳ Μεσσηνίαν γῆν καὶ περί που τὴν Ἤλιδα καὶ τοὺς Ἐπειοὺς, ὡς δηλοῖ τὸ, ἠδὲ παρ' Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί. δῆλον δὲ ὅτι οἱ ἐκ Πύλου πρὸς Ἰθάκην πλέοντες διὰ τῶν 2.100 ἐνταῦθα δηλουμένων τόπων ἵενται, τῶν Φερῶν, τῆς Ἤλιδος, καὶ τῶν ἑξῆς. (ῃερς. 297.) Τὸ δὲ ἐπέβαλλεν ἀντὶ τοῦ εὐστόχως καὶ ἐπιτυχῶς ἔπλεεν, ὡς ἐκ τοῦ βάλλειν, ὃ δηλοῖ τὸ ἐπιτυγχάνειν. ἐνταῦθα δὲ μέμνηται καὶ θοῶν νήσων, εἰπών· ἔνθεν δ' αὖ νήσοισιν ἐπιπροέηκε θοῇσιν. αἱ δὲ τοιαῦται τῶν Ἐχινάδων εἰσὶ, καθὰ καὶ τὸ ∆ουλίχιον τὸ πρὸ ὀλίγου ῥηθὲν, ὡς ὁ γεωγράφος φησὶν, ὃς καὶ πλησιάζειν αὐτὰς λέγει τῷ Κορινθιακῷ κόλπῳ. Περὶ δὲ θοῶν νήσων ἀκριβῶς ἐν τοῖς εἰς τὴν Βοιωτίαν γέγραπται. Θοαὶ δέ, φασι, νῆσοι, μεταληπτικῶς αἱ λεγόμεναι ὀξεῖαι. δῆλον δὲ ὅτι τὸ θοὸν καὶ ἐπὶ τοῦ ὀξέως τίθεται, ὅθεν καὶ θοῶσαι τὸ ἀποξῦναι, ὡς τὸ, ἐγὼ δ' ἐθόωσα παραστάς. (ῃερς. 304.) Ὅτι ἀναμενεῖ μὲν ἐξανάγκης Ὀδυσσεὺς τὴν τοῦ υἱοῦ ἐπάνοδον, ὅμως δὲ συβώτεω πειρητίζων, τουτέστιν ἀποπειρώμενος, εἴ περ αὐτὸν ἔτι φιλέοι μεῖναί τε κελεύοι αὐτοῦ ἐνὶ σταθμῷ ἢ ὀτρύνειε πόλινδε, φησὶν, ὅτι ἕωθεν ἐθέλω εἰς ἄστυ ἀπελθεῖν πτωχεύσων, ἤγουν ἐπαιτήσων, ἵνα μή σε κατατρύχω καὶ ἑταίρους. (ῃερς. 310.) ἀλλά μοι εὖ τε ὑπόθευ, ἤγουν συμβούλευσον, καὶ ἅμα ἡγεμόνα ἐσθλὸν ὄπασσον. καὶ ἑρμηνεύων, τίνα φησὶν ἡγεμόνα, ἐπάγει· ὅς κέ με κεῖσε ἀγάγῃ. (ῃερς. 311.) κατὰ δὲ πτόλιν αὐτὸς ἀνάγκῃ, τουτέστιν ἀναγκαίως, πλάγξομαι, αἴ κέν τις κοτύλην καὶ πύρνον ὀρέξῃ. (ῃερς. 313.) λέγει δὲ καὶ ὅτι ἐλθὼν καὶ εἰς τὸν τοῦ Ὀδυσσέως οἶκον ἀγγελίην εἴποιμι τῇ γυναικὶ, καὶ μνηστῆρσι δὲ ἂν μιγείην, εἴ μοι δεῖπνον δοῖεν ὀνείατα μυρί' ἔχοντες. (ῃερς. 317.) εἶτα καὶ συνιστῶν ἑαυτὸν πτωχικῶς, ὡς χρήσιμον δῆθεν τοῖς μνηστῆρσιν ἐσόμενον, καταλέγει ἃ δύναται δρᾶν, εἰπών· αἶψά κεν εὖ δρώοιμι μετὰ σφίσιν ὅττι θέλοιεν. ἐκ γάρ τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον. Ἑρμείαο ἕκητι διακτόρου, ὅς ῥά τε πάντων ἀνθρώπων ἔργοισι χάριν καὶ κῦδος ὀπάζει, δρηστοσύνῃ οὐκ ἄν μοι ἐρίσσειε βροτὸς ἄλλος, πῦρ τ' εὖ νηῆσαι, διά τε ξύλα δανὰ κεάσαι, δαιτρεῦσαί τε καὶ ὀπτῆσαι καὶ οἰνοχοῆσαι, οἷά τε τοῖς ἀγαθοῖσι παραδρώωσι χέρῃες. καὶ τοιαῦτα μὲν Ὀδυσσεὺς, πειρητίζων, ὡς ἐῤῥέθη, τοῦ δούλου. (ῃερς. 326.) ὁ δὲ δεινοπαθήσας ἐφ' οἷς ἤκουεν, ᾤ μοι, ξεῖνε, φησὶ, τί σοι ἐνὶ φρεσὶ τοῦτο νόημα ἔπλετο; ἦ σύ γε πάγχυ λιλαίεαι αὐτόθι ὀλέσθαι, εἰ δὴ μνηστήρων ἐθέλεις καταδῦναι ὅμιλον, ὧν ὕβρις τε βίη τε σιδήρεον οὐρανὸν ἵκει, οὔ τοι τοιοίδ' εἰσὶν ὑποδρηστῆρες ἐκείνων, κατὰ σὲ δηλαδὴ τὸν καὶ ῥωγαλέα φοροῦντα καὶ ῥυσὸν, ἀλλὰ νέοι χλαίνας εὖ εἱμένοι ἠδὲ χιτῶνας. αἰεὶ δὲ λιπαροὶ κεφαλὰς καὶ καλὰ πρόσωπα, οἵ σφιν ὑποδρώωσιν. ἐΰξεστοι δὲ τράπεζαι σίτου καὶ κρειῶν ἠδ' οἴνου βεβρίθασι. τρυφώντων δὲ καὶ πολυτελῶν χαρακτῆρες ταῦτα ἀνθρώπων. εἶτα καὶ δεικνὺς ὡς οὐκ ἄχθεται παρόντι τῷ ξένῳ, φησίν· ἀλλὰ μένε, οὐ γάρ τίς τοι ἀνιᾶται παρεόντι. οὔτ' ἐγὼ οὔτε τις ἄλλος ἑταίρων οἵ μοι ἔασιν. (ῃερς. 309.) Καὶ ὅρα ὅτι Ὀδυσσεὺς μὲν ἐν τῷ, μή σε κατατρύχω καὶ ἑταίρους, ὤκνησε συνδούλους ἤ τι τοιοῦτον εἰπεῖν, θεραπεύων, οἷα εἰκὸς, τὸν ξενοδόχον δοῦλον. ὁ δὲ Εὔμαιος ἄλλως ἑταίρους τοὺς συνδούλους λέγει διὰ τὸ τοῦ ἤθους μέτριον. (ῃερς. 336.) Τὸ δὲ οἵ μοι ἔασι πρὸς ἀκρίβειαν εἶπεν. εἰ γὰρ καὶ τυχὸν ἄλλος τις τῶν ἐμοὶ ἑταίρων ἀνιάσεται ἐπὶ σοὶ, ἀλλ' οὐχὶ καὶ οὗτοι οἵ πέρ εἰσιν ὑπ' ἐμοί. (ῃερς. 337.) εἶτα καὶ καιρὸν τίθησι τοῦ μένειν, ὁποῖον ὁ Ὀδυσσεὺς ἐθέλει, εἰπὼν ὡς ἐπειδὰν ὁ Τηλέμαχος ἔλθοι, ἐκεῖνος χλαῖνάν τε χιτῶνά τε δοὺς πέμψει ὅππῃ σε κραδίη θυμός τε κελεύει. (ῃερς. 339.) Καὶ ὅρα τὸ πέμψει, οὗ περ οὐκ ἔχει καιριωτέραν λέξιν ἐν τοῖς τοιούτοις ὁ ποιητής. (ῃερς. 312.) Τὸ δὲ, αἴ κέν τις κοτύλην παρέξῃ, καὶ τὸ, εἴ μοι