σώματα διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος ἐν ὑμῖν. καὶ πάλιν πρὸς Τιμόθεον γράφων· τὴν καλὴν παρακαταθήκην φύλαξον διὰ πνεύματος ἁγίου τοῦ δοθέντος ἡμῖν. 17.33 Ὅτι δὲ τὸ πνεῦμα τὸ ἅγιον ὑφέστηκε καὶ ζῇ καὶ λαλεῖ καὶ προλέγει, πολλάκις μὲν ἡμῖν ἐν τοῖς ἔμπροσθεν εἴρηται, γράφει δὲ σαφῶς πρὸς Τιμόθεον ὁ Παῦλος· τὸ δὲ πνεῦμα ῥητῶς λέγει, ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως. ἅπερ οὐ μόνον ἐν τοῖς πρὸ ἡμῶν, ἀλλὰ καὶ ἐν τοῖς ἐφ' ἡμῶν σχίσμασιν ὁρῶμεν, ποικίλης καὶ πολυτρόπου τῆς τῶν αἱρετικῶν πλάνης οὔσης. Καὶ πάλιν ὁ αὐτός φησιν· ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις αὐτοῦ ἀποστόλοις καὶ προφήταις ἐν πνεύματι, καὶ τὰ ἑξῆς. καὶ πάλιν· διὸ καθὼς λέγει τὸ πνεῦμα τὸ ἅγιον. καὶ πάλιν· μαρτυρεῖ δὲ ἡμῖν καὶ τὸ πνεῦμα τὸ ἅγιον. καὶ πάλιν τοῖς τῆς δικαιοσύνης ὁπλίταις προσφωνεῖ λέγων· καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστι ῥῆμα θεοῦ, διὰ πάσης προσευχῆς καὶ δεήσεως. καὶ πάλιν· μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἔστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν πνεύματι, λαλοῦντες ἑαυτοῖς ἐν ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς. καὶ πάλιν· ἡ χάρις τοῦ κυρίου Ἰησοῦ καὶ ἡ ἀγάπη τοῦ θεοῦ καὶ ἡ κοινωνία τοῦ ἁγίου πνεύματος μετὰ πάντων ὑμῶν. 17.34 ∆ι' ὧν ἁπάντων καὶ τῶν παραλειφθέντων πλειόνων συνίσταται τοῖς νοοῦσιν ἡ ἐνυπόστατος καὶ ἁγιοποιὸς καὶ ἐνεργητικὴ τοῦ ἁγίου πνεύματος δύναμις. ἐπιλείψει γάρ με διηγούμενον ὁ χρόνος, εἰ ἐβουλόμην λέγειν τὰ λείποντα περὶ ἁγίου πνεύματος ἐκ τῶν Παύλου τεσσαρεσκαίδεκα ἐπιστολῶν ἐν αἷς ποικίλως καὶ ἀνελλιπῶς καὶ εὐλαβῶς ἐδίδαξεν. ἔργον δ' ἂν εἴη τῆς δυνάμεως αὐτοῦ τοῦ ἁγίου πνεύματος, ἡμῖν μὲν ἐφ' οἷς ἐνελείπομεν διὰ τὸ τὸν ἡμερῶν ὀλίγον δοῦναι συγγνώμην, ὑμῖν δὲ τοῖς ἀκροαταῖς τῶν λειπόντων τελειοτέραν ἐνθεῖναι τὴν γνῶσιν, τῶν σπουδαίων ἐν ὑμῖν ἐκ τῆς πυκνοτέρας τῶν θείων γραφῶν ἀναγνώσεως ταῦτα μανθανόντων, ἤδη δὲ καὶ ἐκ τῶν παρουσῶν τούτων κατηχήσεων καὶ ἐκ τῶν πρότερον εἰρημένων ἡμῖν βεβαιοτέραν τὴν πίστιν ἐχόντων τὴν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα, καὶ εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ, καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον τὸν παράκλητον. τῆς μὲν λέξεώς τε καὶ ὀνομασίας αὐτῆς τῆς τοῦ πνεύματος ἐν ταῖς θείαις γραφαῖς κειμένης ἐπικοίνως (λέγεται γὰρ περὶ τοῦ πατρὸς, πνεῦμα ὁ θεός, ὡς ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ γέγραπται, καὶ περὶ τοῦ υἱοῦ, πνεῦμα πρὸ προσώπου ἡμῶν Χριστὸς κύριος, ὥς φησιν Ἱερεμίας ὁ προφήτης, καὶ περὶ τοῦ ἁγίου πνεύματος, ὁ δὲ παράκλητος, τὸ πνεῦμα τὸ ἅγιον, ὡς εἴρηται), τῆς δὲ ἐν τῇ πίστει τάξεως εὐσεβῶς νοουμένης καὶ τὴν Σαβελλίου πλάνην ἀπελαυνούσης, ἐπανέλθωμεν τῷ λόγῳ πρὸς τὸ νῦν κατεπεῖγον καὶ ὑμῖν συμφέρον. 17.35 Βλέπε μήποτε κατὰ τὸν Σίμωνα προσέρχῃ τοῖς βαπτίζουσιν ὑποκρινόμενος, ἡ δὲ καρδία σου οὐ ζητῇ τὴν ἀλήθειαν. ἡμέτερον τὸ διαμαρτύρασθαι, σὸν δὲ τὸ ἀσφαλίζεσθαι. εἰ ἕστηκας ἐν πίστει, μακάριος τυγχάνεις. εἰ πέπτωκας ἐν ἀπιστίᾳ, ῥίψον τὴν ἀπιστίαν ἀπὸ τῆς σήμερον καὶ πληροφορήθητι. κατὰ γὰρ τὸν καιρὸν τοῦ βαπτίσματος, ὅταν προσέλθῃς ἐπὶ τῶν ἐπισκόπων ἢ πρεσβυτέρων ἢ διακόνων (ἁπανταχοῦ γὰρ ἡ χάρις, καὶ ἐν κώμαις καὶ ἐν πόλεσιν, καὶ ἐπὶ ἰδιωτῶν καὶ ἐλλογίμων, καὶ ἐπὶ δούλων καὶ ἐλευθέρων, ἐπειδὴ οὐκ ἐξ ἀνθρώπων ἡ χάρις, ἀλλ' ἐκ θεοῦ δι' ἀνθρώπων ἡ δόσις), σὺ μὲν προσέρχου τῷ βαπτίζοντι, προσέρχου δὲ μὴ προσέχων τῷ προσώπῳ τοῦ φαινομένου, ἀλλὰ μέμνησο τοῦ πνεύματος τοῦ ἁγίου τούτου, περὶ οὗ νῦν ὁ λόγος. τοῦτο γὰρ ἕτοιμον πάρεστι σφραγίσαι σου τὴν ψυχήν, καὶ δίδωσι σφραγίδα, ἣν τρέμουσι δαίμονες, ἐπουράνιόν τινα καὶ θείαν, καθὼς καὶ γέγραπται· ἐν ᾧ καὶ πιστεύσαντες ἐσφραγίσθητε τῷ πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ. 17.36 Ἀλλὰ δοκιμάζει τὴν ψυχήν, οὐ βάλλει τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων. εἰ ὑποκρίνῃ, νῦν ἄνθρωποί σε βαπτίζουσι, τὸ δὲ πνεῦμά σε οὐ βαπτίσει. ἐὰν δὲ ἐκ πίστεως προσέλθῃς, ἄνθρωποι μὲν ὑπηρετοῦσιν εἰς τὸ φαινόμενον, πνεῦμα δὲ ἅγιον