δίδωσι τὸ μὴ φαινόμενον. εἰς μεγάλην ἐξέτασιν ἔρχῃ, εἰς μεγάλην στρατολογίαν κατὰ τὴν μίαν ὥραν, ἣν ἐὰν ἀπολέσῃς, ἀκατόρθωτόν σοι τὸ κακόν. ἐὰν δὲ καταξιωθῇς τῆς χάριτος, φωτίζεταί σου ἡ ψυχή, λαμβάνεις δύναμιν ἣν οὐκ εἶχες. λαμβάνεις ὅπλα φρικώδη τοῖς δαίμοσιν. καὶ ἐὰν μὴ ῥίψῃς τὰ ὅπλα, ἔχῃς δὲ τὴν σφραγίδα ἐπὶ ψυχῆς, οὐ προσέρχεται δαίμων· πτήσσει γάρ· καὶ δὴ ἐν πνεύματι θεοῦ ἐκβάλλεται τὰ δαιμόνια. 17.37 Ἐὰν πιστεύσῃς, οὐ μόνον λαμβάνεις ἄφεσιν ἁμαρτιῶν, ἀλλὰ καὶ ποιεῖς τὰ ὑπὲρ ἄνθρωπον. γένοιτο δέ σε ἄξιον εἶναι καὶ προφητικοῦ χαρίσματος. λαμβάνεις γὰρ τοσοῦτον τῆς χάριτος ὅσον χωρεῖς, καὶ οὐχ ὅσον ἐγὼ λέγω. ἐγχωρεῖ γὰρ ἐμὲ μὲν μικρὰ λέγειν, σὲ δὲ μείζονα λαμβάνειν, ἐπειδὴ πραγματεία πλατεῖα ἡ πίστις. παραμένει σοι διὰ παντὸς ὁ φρουρὸς ὁ παράκλητος. περὶ σοῦ μεριμνᾷ ὥσπερ ἰδίου στρατιώτου, περὶ τῶν εἰσόδων σου καὶ περὶ τῶν ἐξόδων σου καὶ περὶ τῶν ἐπιβουλευόντων, καὶ δίδωσί σοι παντοίας χαρισμάτων δόσεις, ἐὰν μὴ δι' ἁμαρτίας αὐτὸν λυπήσῃς. γέγραπται γάρ· καὶ μὴ λυπῆτε τὸ πνεῦμα τὸ ἅγιον τοῦ θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως. τί οὖν ἐστιν, ἀγαπητοί, τὸ διατηρῆσαι τὴν χάριν; ἕτοιμοι γίνεσθε εἰς τὸ ὑποδέξασθαι τὴν χάριν, καὶ δεξάμενοι μὴ ἀποβάλητε ταύτην. 17.38 Αὐτὸς δὲ ὁ τῶν ὅλων θεός, ὁ λαλήσας ἐν πνεύματι ἁγίῳ διὰ τῶν προφητῶν, ὁ ἐξαποστείλας αὐτὸ ἐπὶ τοὺς ἀποστόλους ἐν ἡμέρᾳ πεντηκοστῆς ἐνταῦθα, τοῦτο καὶ νῦν αὐτὸς ἐφ' ὑμᾶς ἐξαποστείλειε, καὶ διὰ τοῦτο καὶ ἡμᾶς τηρήσειε, κοινὴν ἅπασιν ἡμῖν παρασχὼν τὴν εὐεργεσίαν, ἵνα πάντοτε τοὺς καρποὺς τοῦ ἁγίου πνεύματος ἀποδιδῶμεν, ἀγάπην, χαράν, εἰρήνην, μακροθυμίαν, χρηστότητα, ἀγαθωσύνην, πίστιν, πραΰτητα, ἐγκράτειαν, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, δι' οὗ καὶ μεθ' οὗ σὺν ἁγίῳ πνεύματι δόξα τῷ πατρὶ καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. 18.τ Κατήχησις ὀκτωκαιδεκάτη φωτιζομένων, ἐν Ἱεροσολύμοις σχεδιασθεῖσα εἰς τὸ καὶ εἰς μίαν ἁγίαν καθολικὴν ἐκκλησίαν, καὶ εἰς σαρκὸς ἀνάστασιν, καὶ εἰς ζωὴν αἰώνιον. καὶ ἀνάγνωσις ἐκ τοῦ Ἰεζεκιήλ· καὶ ἐγένετο ἐπ' ἐμὲ χεὶρ κυρίου, καὶ ἐξήγαγέ με ἐν πνεύματι κυρίου καὶ ἔθηκέ με ἐν μέσῳ τοῦ πεδίου, καὶ τοῦτο ἦν μεστὸν ὀστέων ἀνθρώπων, καὶ τὰ ἑξῆς. 18.1 Ῥίζα πάσης τῆς ἀγαθοεργίας ἡ τῆς ἀναστάσεως ἐλπίς. ἡ γὰρ προσδοκία τῆς μισθαποδοσίας νευροῖ τὴν ψυχὴν εἰς ἐργασίαν ἀγαθήν. ἕτοιμος μὲν γὰρ ἅπας ἐργάτης εἰς τὸ ὑπομεῖναι τοὺς καμάτους, ἐὰν προβλέπῃ τῶν καμάτων τὸν μισθόν· τοῖς δὲ ἀμισθὶ κάμνουσι προκαταπίπτει καὶ ἡ ψυχὴ μετὰ τοῦ σώματος. στρατιώτης ἔπαθλα προσδοκῶν εἰς πολέμους ἕτοιμος· οὐδεὶς δὲ ἀκρίτῳ βασιλεῖ στρατευόμενος τῷ μὴ παρέχοντι βραβεῖα τῶν καμάτων ἕτοιμος εἰς τὸ ὑπεραποθανεῖν. οὕτω καὶ πᾶσα ψυχὴ πιστεύουσα μὲν εἰς ἀνάστασιν φείδεται ἑαυτῆς εἰκότως, ἀπιστοῦσα δὲ τῇ ἀναστάσει γίνεται ἔκδοτος εἰς ἀπώλειαν. ὁ πιστεύων ὅτι μένει τὸ σῶμα εἰς ἀνάστασιν φείδεται τῆς στολῆς καὶ οὐ μολύνει τοῦτο πορνείαις, ὁ δὲ ἀπιστῶν τῇ ἀναστάσει δίδωσιν ἑαυτὸν εἰς πορνείας, ὡς ἀλλοτρίῳ παρακεχρημένος τῷ ἰδίῳ σώματι. Μέγα τοίνυν τῆς ἁγίας καθολικῆς ἐκκλησίας παράγγελμα καὶ δίδαγμα πίστις περὶ νεκρῶν ἀναστάσεως. μέγα καὶ ἀναγ καιότατον, ὑπὸ πολλῶν μὲν ἀντιλεγόμενον, ὑπὸ δὲ τῆς ἀληθείας πιστοποιούμενον. ἀντιλέγουσιν Ἕλληνες, ἀπιστοῦσι Σαμαρεῖται, διασύρουσιν αἱρετικοί. πολυειδὴς ἡ ἀντίῤῥησις, ἀλλὰ μονοειδὴς ἡ ἀλήθεια. 18.2 Καὶ λέγουσι πρὸς ἡμᾶς ταῦτα Ἕλληνες ὁμοῦ καὶ Σαμαρεῖται. πέπτωκεν ὁ ἄνθρωπος ὁ τελευτήσας καὶ σέσηπε καὶ εἰς σκώληκας ὅλος ἀνελύθη, καὶ οἱ σκώληκες τεθνήκασιν. σηπεδὼν τοιαύτη καὶ ἀπώλεια διεδέξατο τὸ σῶμα· πῶς οὖν ἐγείρεται; τοὺς ναυαγήσαντας ἰχθύες καταβεβρώκασι, καὶ αὐτοὶ κατεβρώθησαν. τῶν θηριομαχησάντων ἄρκτοι καὶ λέοντες καὶ αὐτὰ τὰ ὀστέα λεπτύναντες ἀνήλωσαν. γῦπες καὶ κόρακες τῶν χαμαὶ ῥιφέντων νεκρῶν τὰς σάρκας φαγόντες εἰς πάντα τὸν κόσμον ἀπέπτησαν. πόθεν συνάγεται τὸ σῶμα; ἐγχωρεῖ γὰρ τῶν ὀρνίθων τῶν φαγόντων τὸν μὲν ἐν Ἰνδικῇ τελευτῆσαι, τὸν δὲ ἐν Περσίδι, τὸν δὲ