116
συμβασιλεύσας μὲν τῷ Μιχαὴλ ἔτος ἕν, αὐταρχήσας δ' ἐννεακαίδεκα, τῷ υἱῷ Λέοντι τὴν βασιλείαν λιπών, ὄντι πρεσβυτέρῳ τῶν περιόντων υἱῶν. Αὐτοκράτωρ δὲ γεγονὼς ὁ Λέων αὐτίκα πρὸς ἄμυναν διανέστη τοῦ Σανταβαρηνοῦ. ὑποπτεύων δὲ ὡς ἀντιλήψεται τούτου ὁ πατριάρχης Φώτιος, φιλίως πρὸς αὐτὸν διακείμενος, αἰτίας πλάττει κατὰ τοῦ πατριάρχου καὶ ἐξωθεῖ τῆς ἐκκλησίας αὐτὸν καὶ ἐν τῇ τῶν Ἁρμονιανῶν περιορίζει μονῇ, πατριάρχην δὲ Στέφανον προεχειρίσατο, τὸν οἰκεῖον ὁμαίμονα· καὶ ὅτι μὴ ἦν Ἡρακλείας ἀρχιερεύς, ὑπὸ τοῦ πρωτοθρόνου κεχειροτόνητο. ἀχθῆναι δ' ἐξ Εὐχαΐτων ἐκέλευσε τὸν Σανταβαρηνόν· τῆς ἐκεῖ 441 γὰρ ἐκκλησίας προήδρευε. πέμψας δὲ εἰς τὴν ἐν Χρυσοπόλει μονὴν τοῦ Φιλιππικοῦ, ὅπου ὁ βασιλεὺς Μιχαὴλ ἐτέθαπτο, ἐξάγει τὸ σῶμα τούτου ἐκ τῆς σοροῦ καὶ μετὰ προπομπῆς πολλῆς καὶ βασιλείου τιμῆς εἰς τὸν τῶν ἁγίων ἀποστόλων ναὸν κατατίθησιν ἐν λάρνακι μαρμαρίνῃ, καὶ τῶν ἀδελφῶν αὐτοῦ παρόντων ἐπὶ τῇ προπομπῇ, τοῦ τε Ἀλεξάνδρου καὶ τοῦ πατριάρχου. τῇ δὲ τοῦ Ζαούτζη Στυλιανοῦ θυγατρὶ συμφθειρόμενος ἔτι ζώσης Θεοφανοῦς τῆς αὐτοῦ γαμετῆς τὸν πατέρα ταύτης μάγιστρον ἐτίμησε καὶ λογοθέτην τοῦ δρόμου, μετέπειτα μέντοι καὶ βασιλεοπάτορα, αὐτὸς τὸ ὄνομα εὑρών. Ἐξ ἐμπρησμοῦ δὲ μετὰ τῶν ἄλλων καὶ τοῦ ναοῦ τοῦ ἁγίου ἀποστόλου Θωμᾶ πυρποληθέντος, ὁ βασιλεὺς οὗτος αὐτὸν ἀνεκαίνισεν. ἤδη δὲ καὶ ὁ Σανταβαρηνὸς ἤχθη καὶ εἰς τὰ ἐν ταῖς Πηγαῖς ἐφρουρεῖτο βασίλεια, ἔνθα πέμψας ὁ βασιλεὺς καὶ ἀφειδῶς αὐτὸν αἰκισάμενος ἐν Ἀθήναις ὑπερόριον ἔθετο. οὐ πολὺ τὸ ἐν μέσῳ καὶ πέμψας ἐκεῖ ἐξέκοψε τὰ ὄμματα αὐτοῦ. μετὰ δὲ πλείους ἐνιαυτοὺς τῆς ὑπερορίας τε τὸν ἄνθρωπον ἐπανήγαγε καὶ προνοίας ἠξίωσεν. 442 Ὁ δὲ Λογγιβαρδίας δοὺξ Ἀγίων, τοῦ ῥηγὸς Φραγγίας τυγχάνων γαμβρός, ἐπεὶ τὸν θάνατον τοῦ Βασιλείου ἐπύθετο, τὰς πρὸς Ῥωμαίους συνθήκας ἠθέτησε καὶ τὴν χώραν ἅπασαν ᾠκειώσατο. διὸ τὸν ἐπὶ τῆς τραπέζης ἔπεμψεν ὁ βασιλεὺς κατ' αὐτοῦ μετὰ τῶν δυτικῶν ταγμάτων· ὃς συμμίξας αὐτῷ ἡττήθη καὶ πάντας σχεδὸν οὓς ἐπήγετο ἀπεβάλετο, μόλις αὐτὸς διαδράς. τοῦ δὲ πατριάρχου Στεφάνου ἐκλελοιπότος Ἀντώνιος προκεχείριστο πατριάρχης, ὃς Καυλέας ὠνόμαστο. Τῶν δὲ Βουλγάρων ἐνσπόνδων ὄντων καὶ ἐμπορίας ποιουμένων μετὰ Ῥωμαίων, οἱ τοῖς τελωνήμασιν ἐφεστῶτες ἄδικα αὐτοὺς εἰσέπραττον τέλη. τοῦτο τῷ αὐτῶν ἄρχοντι Συμεὼν λαβὰς ζητοῦντι τοῦ κατὰ Ῥωμαίων πόλεμον ἄρασθαι εἰς πρόφασιν ἤρκεσε. καὶ μέντοι καὶ ἤρατο· καὶ Ῥωμαϊκὸν αὐτῷ ἀνθοπλισάμενον στράτευμα ἥττητο, καὶ πολλοὶ μὲν ἔπεσον τῶν Ῥωμαίων καὶ ὁ στρατηλάτης αὐτός· πολλοὶ δ' ἑάλωσαν, ὧν τὰς ῥῖνας ὁ Συμεὼν ἐκτεμὼν ἐπανελθεῖν ἀφῆκε πρὸς τὸ Βυζάντιον. τούτοις περιαλγήσας ὁ βασιλεὺς δώροις τοὺς Τούρ443 κους ἔπεισε τοὺς περὶ τὸν Ἴστρον, οἳ καὶ Οὖγγροι καλοῦνται, τοῖς Βουλγάροις ἐπεξελθεῖν καὶ ὅση δύναμις κακῶσαι αὐτούς. καὶ αὐτὸς δὲ ὁ βασιλεὺς διά τε θαλάσσης καὶ διὰ γῆς ἡτοίμαστο ὅπλα κινῆσαι κατὰ τῶν Βουλγάρων, τῷ πατρικίῳ Νικηφόρῳ τῷ Φωκᾷ τὸν κατ' αὐτῶν ἀναθέμενος πόλεμον, δομέστικον τῶν σχολῶν αὐτὸν προβαλόμενος. πρὸ τοῦ πολέμου δὲ τὸν κοιαίστωρα στέλλει ὁ αὐτοκράτωρ πρὸς Συμεὼν περὶ εἰρήνης πρεσβεύσοντα. ὁ δὲ βάρβαρος δόλῳ τοῦτον ὑποτοπήσας ἐλθεῖν καθείργνυσι καὶ δεσμεῖ καὶ τῷ Φωκᾷ ἀντεμάχετο. ἐκείνου δὲ περὶ τοῦτον ἀσχολουμένου οἱ Οὖγγροι τὴν χώραν αὐτοῦ ἐληίσαντο. διὸ τὸν Φωκᾶν λιπὼν κατ' ἐκείνων ἐξώρμησε καὶ συμβαλὼν αὐτοῖς ἥττητο, πολλῶν μὲν σφαγέντων Βουλγάρων, πλειόνων δ' ἁλόντων, αὐτοῦ δὲ τοῦ Συμεὼν μόλις ἐν ∆οροστόλῳ φυγόντος· τοῦτο δ' ἡ ∆ρίστρα ἐστί. τοὺς δ' αἰχμαλώτους Βουλγάρους ὁ βασιλεὺς παρὰ τῶν Οὔγγρων ἐπρίατο καὶ ὁ Συμεὼν περὶ εἰρήνης ἱκέτευε. καὶ πιστεύσας τοῖς λόγοις ἐκείνου ὁ βασιλεὺς τὸν Χοιροσφάκτην ἀπέστειλε σπονδὰς ποιη444 σόμενον, ὃν ὁ βάρβαρος κατέσχε τε καὶ ἐδέσμησεν. αὐτὸς δὲ τοῖς Τρύρκοις ἐπῆλθε καὶ ἐτρέψατό τε αὐτοὺς καὶ τῇ χώρᾳ σφῶν ἐλυμήνατο. εἶτα ἐπέστειλε τῷ Λέοντι μὴ ἄν ποτε σπείσασθαι, εἰ μὴ τοὺς