παρεικάσωμεν τὴν ψυχὴν καὶ τὴν ἁμαρτίαν μιγεῖσαν, ὥσπερ ὅταν ᾖ δένδρον μέγιστον, ἔχον πολλοὺς κλῶνας, ἔχῃ δὲ καὶ τὰς ῥίζας ἐν τοῖς βαθυτάτοις τῆς γῆς, οὕτω τὰς νομὰς τῶν βαθυτάτων τῆς ψυχῆς ταμιείων ἡ παρεισελθοῦσα ἁμαρτία κατασχοῦσα, ἐν συνηθείᾳ γέγονε καὶ προλήψει, ἑκάστῳ νηπιόθεν συναυξανομένη καὶ συνανατρεφομένη καὶ τὰ κακὰ ἐκδιδάσκουσα. Ἐπὰν τοίνυν χάριτος θείας ἐνέργεια ἐπισκιάσῃ τῇ ψυχῇ κατὰ τὸ μέτρον τῆς ἑκάστου πίστεως, καὶ δέξηται ἄνωθεν βοήθειαν, ἀκμὴν ἐν μέρει τινὶ ἐπεσκίασεν ἡ χάρις, μὴ νομίσῃ οὖν τις ὅλην τὴν ψυχὴν πεφωτίσθαι. ἀκμὴν πολλὴ νομὴ τῆς κακίας ἔνδον ἐστί, καὶ πολλοῦ πόνου χρεία καὶ καμάτου τῷ ἀνθρώπῳ συμφωνοῦντος τῇ πρὸς αὐτὸν χάριτι. διὰ τοῦτο γὰρ καὶ ἀπὸ μέρους ἤρξατο ἡ θεία χάρις ἐπιφοιτᾶν τῇ ψυχῇ, δυναμένη ῥοπῇ ὥρας τὸν ἄνθρωπον καθαρίσασα τελειῶσαι, ἀλλ' ἵνα δοκιμάσῃ τὴν προαίρεσιν τοῦ ἀνθρώπου, εἰ τὴν ἀγάπην πρὸς θεὸν ὁλόκληρον ἀποσῴζει, μὴ συνδυάζων τῷ πονηρῷ ἐν μηδενί, ἀλλ' ὅλον τῇ χάριτι ἑαυτὸν ἐκδιδούς· καὶ οὕτως εὐδοκιμοῦσα ἡ ψυχὴ χρόνοις καὶ καιροῖς καὶ τὴν χάριν ἐν μηδενὶ λυποῦσα μήτε ἐνυβρίζουσα ἐκ τοῦ κατ' ὀλίγον βοηθεῖται. καὶ αὐτὴ δὲ ἡ χάρις νομὴν λαμβάνει ἐν τῇ ψυχῇ καὶ ἕως τῶν βαθυτάτων αὐτῆς μερῶν καὶ διαλογισμῶν ἐρριζοῦται, ἐν καιροῖς πλείοσιν εὐδοκιμούσης καὶ συμφωνούσης τῆς ψυχῆς τῇ χάριτι, ἕως οὗ ὅλη ἡ ψυχὴ περιληφθῇ ὑπὸ τῆς ἐπουρανίου χάριτος, λοιπὸν βασιλευούσης ἐν αὐτῷ τῷ σκεύει. Ἐὰν δέ τις μὴ ᾖ ἐν ταπεινοφροσύνῃ πολλῇ, παραδίδοται οὗτος τῷ σατανᾷ καὶ ἀπογυμνοῦται τῆς πρὸς αὐτὸν γενομένης θείας χάριτος καὶ πειράζεται ἐν θλίψεσι πολλαῖς, καὶ τότε φανεροῦται αὐτοῦ ἡ οἴησις, ὅτι γυμνὸς καὶ ταλαίπωρος ὑπάρχει. ὀφείλει οὖν ὁ πλουτῶν τῇ χάριτι τοῦ θεοῦ ἐν πολλῇ ταπεινοφροσύνῃ καὶ συντριμμῷ καρδίας ὑπάρχειν, καὶ ὡς πτωχὸν καὶ μηδὲν ἔχοντα ἑαυτὸν ἡγεῖσθαι· ἀλλότριον γὰρ αὐτοῦ ἐστι, καὶ ἄλλος ἔδωκεν αὐτῷ, καὶ ὅτε βούλεται αἴρει αὐτό. ὁ οὕτως ταπεινῶν ἑαυτὸν ἐπὶ θεοῦ καὶ ἀνθρώπων δύναται διαφυλάξαι τὴν πρὸς αὐτὸν γενομένην χάριν, καθὼς ὁ κύριός φησιν· ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται. καίπερ ὢν ἐκλεκτὸς θεοῦ, παρ' ἑαυτῷ ἀποδεδοκιμασμένος ἤτω, καὶ ὢν πιστὸς ὡς ἀνάξιον ἑαυτὸν ἡγείσθω. τοιαῦται γὰρ ψυχαὶ εὐαρεστοῦσι θεῷ καὶ ζωοποιοῦνται ἐν Χριστῷ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. 42 {1ΟΜΙΛΙΑ ΜΒ.}1 Ὥσπερ ἐὰν ᾖ πόλις μεγάλη, ἔρημος δὲ ᾖ τῶν τειχέων διαλελυμένων, καὶ ὑπὸ ἐχθρῶν ληφθῇ, οὐδὲν τῆς μεγαλειότητος ὄφελος· ζητητέον οὖν κατὰ τὸ μέγεθος, ἵνα ἔχῃ καὶ τείχη ὀχυρὰ πρὸς τὸ μὴ τοὺς ἐχθροὺς εἰσιέναι, οὕτω δὴ καὶ ψυχαὶ αἱ κεκοσμημέναι γνώσει καὶ συνέσει καὶ νῷ ὀξυτάτῳ ὡς πόλεις εἰσὶ μεγάλαι. ἀλλὰ ζητητέον εἰ ὠχύρωνται τῇ δυνάμει τοῦ πνεύματος, μήποτε οἱ ἐχθροὶ εἰσελθόντες ἐρημώσωσιν αὐτάς. οἱ γὰρ σοφοὶ τοῦ κόσμου Ἀριστοτέλης ἢ Πλάτων ἢ Ἰσοκράτης, φρόνιμοι ὄντες ἐν γνώσει, ὥσπερ πόλεις μεγάλαι ἐτύγχανον, ἀλλ' ἔρημοι ἦσαν ὑπὸ ἐχθρῶν διὰ τὸ μὴ εἶναι πνεῦμα θεοῦ ἐν αὐτοῖς. Ὅσοι δέ εἰσιν ἰδιῶται, μέτοχοι τῆς χάριτος, ὥσπερ πόλεις μικραί εἰσιν ὠχυρωμέναι τῇ δυνάμει τοῦ Χριστοῦ· ἐκπίπτουσαι δὲ τῆς χάριτος ἀπὸ δύο πραγμάτων ἀπόλλυνται, ἢ ὅτι τὰς ἐπιφερομένας θλίψεις οὐχ ὑπομένουσιν ἢ ὅτι εἰς τὰς ἡδονὰς τῆς ἁμαρτίας ἐνηδυνθεῖσαι ἀπέμειναν. οὐ δύνανται γὰρ οἱ διοδεύοντες ἄνευ πειρασμῶν διελθεῖν. ὥσπερ δὲ ἐν τῷ τοκετῷ ἡ προσαῖτις καὶ ἡ βασιλὶς τὰς αὐτὰς ὠδῖνας ἔχουσιν· ὁμοίως καὶ ἡ γῆ τοῦ πλουσίου καὶ τοῦ πένητος, εἰ μὴ τὴν δέουσαν ἐργασίαν λάβῃ, οὐ δύναται καρποὺς ἀξίους ἐνεγκεῖν, οὕτως καὶ ἐν τῇ ἐργασίᾳ τῆς ψυχῆς οὐ σοφός, οὐ πλούσιος ἐν τῇ χάριτι βασιλεύει, εἰ μὴ δι' ὑπομονῆς καὶ θλίψεων καὶ καμάτων πολλῶν· ὁ γὰρ Χριστιανῶν βίος ὀφείλει τοιοῦτος εἶναι. Ὥσπερ τὸ μέλι γλυκὺ τυγχάνον, οὐδὲν ἐπιδέχεται τῶν πικρῶν ἢ τῶν ἰοβόλων μεταλαβεῖν, οὕτως αὐτοὶ πᾶσι τοῖς