προσερχομένοις, εἴτε ἀγαθοῖς εἴτε πονηροῖς, χρηστοὶ τυγχάνουσιν, ὥς φησιν ὁ κύριος· «γίνεσθε χρηστοὶ ὡς ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος». τὸ γὰρ βλάπτον καὶ μιαῖνον τὸν ἄνθρωπον ἔνδοθέν ἐστι, καθὼς ὁ κύριος λέγει ὅτι «τὰ κοινοῦντα τὸν ἄνθρωπον ἔνδοθέν ἐστιν· ἐκ γὰρ τῆς καρδίας ἐκπορεύονται διαλογισμοὶ πονηροί». ἔνδοθεν οὖν ἐστιν ἐν τῇ ψυχῇ ἕρπον καὶ προϊὸν πνεῦμα πονηρίας, λογιστικόν, κινητικόν, ὅπερ ἐστὶ τὸ κάλυμμα τοῦ σκότους, ὁ παλαιὸς ἄνθρωπος, ὃν δεῖ τοὺς τῷ θεῷ προσφεύγοντας ἀποδύσασθαι, καὶ ἐνδύσασθαι τὸν ἐπουράνιον καὶ καινὸν ἄνθρωπον, ὅς ἐστι Χριστός. οὐδὲν οὖν τῶν ἔξωθεν βλάπτειν δύναται τὸν ἄνθρωπον, εἰ μὴ τὸ ζῶν καὶ ἐνεργητικόν, τὸ ἐνοικοῦν ἐν τῇ καρδίᾳ πνεῦμα σκότους. ὥστε οὖν τὸν ἀγῶνα ἕκαστος ἐν τοῖς λογισμοῖς ὀφείλει κεκτῆσθαι, ἵνα ἐπιλάμψῃ τῇ καρδίᾳ αὐτοῦ ὁ Χριστός, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν. ΟΜΙΛΙΑ ΜΓ. 1 Ὥσπερ ἀπὸ τοῦ πυρὸς ἅπτονται λύχνοι πολλοὶ καὶ λαμπάδες καιόμεναι, πᾶσαι δὲ αἱ λαμπάδες καὶ οἱ λύχνοι ἀπὸ μιᾶς φύσεως ἀνάπτονται καὶ φαίνουσιν, οὕτως καὶ οἱ Χριστιανοὶ ἀπὸ μιᾶς φύσεως ἀνάπτονται καὶ φαίνουσι, τοῦ πυρὸς τοῦ θείου, τοῦ υἱοῦ τοῦ θεοῦ, καὶ ἔχουσι τὰς λαμπάδας καιομένας εἰς τὰς καρδίας αὐτῶν καὶ φαίνουσι κατενώπιον αὐτοῦ ἐν γῇ ὄντες, καθὼς καὶ αὐτός· λέγει γάρ· διὰ τοῦτο ἔχρισέ σε ὁ θεός, ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως. διὰ τοῦτο Χριστὸς ἐπεκλήθη, ἵνα τῷ αὐτῷ ἐλαίῳ ὡς αὐτὸς ἐχρίσθη, καὶ ἡμεῖς χρισθέντες γενώμεθα Χριστοί, τῆς μιᾶς, ὡς εἰπεῖν, οὐσίας καὶ ἑνὸς σώματος. λέγει πάλιν· «ὅ τε ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες». ἐοίκασιν οὖν οἱ Χριστιανοὶ ἐν ἑνὶ μέρει λυχνίαις ἐχούσαις τὸ ἔλαιον ἐν αὐταῖς, τουτέστι τοὺς καρποὺς τῆς δικαιοσύνης· ἂν δὲ μὴ ἁφθῇ ἐκ τοῦ λύχνου τῆς θεότητος ἐν αὐτοῖς, οὐδέν εἰσιν. ὁ κύριος ἦν ὁ λύχνος ὁ καιόμενος διὰ τὸ πνεῦμα τῆς θεότητος τὸ μένον οὐσιωδῶς ἐν αὐτῷ καὶ ἐκκαῖον αὐτοῦ τὴν καρδίαν κατὰ τὸ ἀνθρώπινον. Ὥσπερ ἐὰν ᾖ βαλάντιον σαπρὸν πεπληρωμένον μαργαριτῶν, οὕτω καὶ οἱ Χριστιανοὶ τῷ ἔξωθεν ἀνθρώπῳ ταπεινοὶ ὀφείλοντες εἶναι καὶ εὐκαταφρόνητοι, ἔνδοθεν εἰς τὸν ἔσω ἄνθρωπον ἔχουσι τὸν πολύτιμον μαργαρίτην. ἕτεροι δέ εἰσι τάφοις κεκονιαμένοις ἐοικότες, ἔξωθεν μὲν ἐζωγραφημένοι καὶ περικαλλεῖς, «ἔσωθεν δὲ γέμοντες ὀστέων νεκρῶν» καὶ δυσωδίας πολλῆς καὶ πνευμάτων ἀκαθάρτων· νεκροί εἰσιν ἀπὸ θεοῦ, καὶ πᾶσαν αἰσχύνην καὶ ῥυπαρίαν καὶ τὸ σκότος τοῦ ἀντικειμένου ἐνδεδυμένοι. ὁ ἀπόστολος λέγει, ὅτι ὁ νήπιος, ἕως ὅτε μικρός ἐστιν, «ὑπὸ ἐπιτρόπους καὶ οἰκονόμους» τῶν πονηρῶν πνευμάτων ἐστίν, ἅτινα πνεύματα οὐ θέλουσι τὸ νήπιον αὐξῆσαι, ἵνα μὴ γενόμενος ἀνὴρ τέλειος ἄρξηται ἐπιζητεῖν τὰ κατὰ τὸν οἶκον καὶ ἐκδικεῖν τὴν κυριότητα. Ὁ Χριστιανὸς πάντοτε ὀφείλει τὴν μνήμην τοῦ θεοῦ ἔχειν· γέγραπται γάρ· ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, ἵνα μὴ μόνον ὅτε εἰσέρχηται εἰς τὸ εὐκτήριον, ἀγαπᾷ τὸν κύριον, ἀλλὰ καὶ περιπατῶν καὶ ὁμιλῶν καὶ ἐσθίων ἔχῃ τὴν μνήμην τοῦ θεοῦ καὶ τὴν ἀγάπην καὶ τὴν στοργήν· λέγει γάρ· «ὅπου ὁ νοῦς σου, ἐκεῖ καὶ ὁ θησαυρός σου»· εἰς ὃ γὰρ πρᾶγμα ἡ καρδία τινὸς δέδεται καὶ ὅπου ἡ ἐπιθυμία ἕλκει αὐτόν, ἐκεῖνό ἐστιν αὐτοῦ θεός. ἐὰν ἐπιθυμῇ ἡ καρδία πάντοτε τοῦ θεοῦ, αὐτός ἐστι κύριος τῆς καρδίας αὐτοῦ. εἰ δὲ ἀποταξάμενός τις καὶ γενόμενος ἀκτήμων καὶ ἄπολις καὶ νηστεύων, οὗτος εἰς τὸν ἑαυτοῦ ἄνθρωπον ἀκμὴν δέδεται ἢ εἰς τὰ κοσμικὰ πράγματα ἢ εἰς οἰκίαν ἢ εἰς φίλτρον γονέων. ὅπου ἐδέθη αὐτοῦ ἡ καρδία καὶ ὁ νοῦς ἐξῃχμαλωτίσθη, ἐκεῖνο αὐτοῦ ἐστι θεός· καὶ εὑρίσκεται διὰ μὲν τῆς πλατείας θύρας ἐξελθὼν τοῦ κόσμου, διὰ δὲ τῆς παραθύρου εἰσελθὼν καὶ ἐμπεσὼν εἰς τὸν κόσμον. Ὥσπερ τὰ φρύγανα ἐπιρριπτόμενα εἰς τὸ πῦρ οὐ