εἶναι τοῦ Κυ ρίου φησίν. Ἔτι πληθυνθήσονται ἐν γήρᾳ πίονι, καὶ εὐ παθοῦντες ἔσονται. Τὸ, εὐπαθοῦντες, ἀντὶ τοῦ, εὖ πάσχοντες. Ἀποδοθήσεται γὰρ αὐτοῖς ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσεν. Ὅτι εὐθὴς ὁ Κύριος ὁ Θεὸς ἡμῶν. Ἐπειδὰν ἐν ταῖς ἄνω μοναῖς γενόμενοι ἀπολαύωσι τὰ ἡτοιμα σμένα ἀγαθὰ, τότε δὴ τότε καὶ ταύτην ἀναγγελοῦσι τὴν φωνὴν, ὡς δίκαιος καὶ εὐθὴς ἔσται ὁ Κύριος, ὃς τοὺς μὲν παρανόμους καὶ ἀσεβεῖς δίκην χόρτου ἀπο ξηρανθῆναι παρεσκεύασε· τοὺς δὲ δικαίους καὶ εὐσε βεῖς οἷα κέδρους καὶ φοίνικας ἐν ταῖς ἄνω κατεφύτευσε σκηναῖς. Ἀδικία οὐκ ἔστι παρὰ τῷ Θεῷ, διὰ τὸ εἶναι αὐτὸν κακίας ἀνεπίδεκτον. Εἰς τὴν ἡμέραν τοῦ πρὸ τοῦ Σαββάτου, ὅτε κατ ῴκιστο ἡ γῆ, αἶνος ᾠδῆς τῷ ∆αυΐδ. Βʹ. Ὑπόθεσις. Εἰς τὸ Σάββατον ἐν τῷ προλαβόντι ψαλμῷ δηλοῦται ἡ δευτέρα παρουσία τοῦ Κυρίου, καθ' ἣν καὶ βα σιλεύσει τοῦ νέου αἰῶνος μετὰ τῶν ἁγίων αὐτοῦ. ∆ηλονότι τὸ, πρὸ Σαββάτου, ἂν εἴη ἡ πρώτη αὐ τοῦ παρουσία, ὅτε καὶ ἡ γῆ κατῴκισται, τουτέστιν ὅτε ἡ Ἐκκλησία πάσῃ τῇ οἰκουμένῃ τεθεμελίωται, τῶν ἁγίων ἀποστόλων δηλονότι καὶ εὐαγγελιστῶν τὸν περὶ Χριστοῦ καταγγειλάντων τῇ γῇ λόγον. 27.408 Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο. Ἐπειδὴ τὸ ἀνθρώπινον γένος, ἀποστὰν τῆς ὑπὸ Θεοῦ βασιλείας, ὑπὸ τὴν τυραννίδα γέγονε τοῦ Σατανᾶ, τούτου χάριν ἐπεδήμησεν ὁ Μονογενὴς, ἵνα πάλιν αὐτὸ τοῖς ἰδίοις ὑποτάξῃ σκήπτροις, ὃ καὶ ἐγένετο· Θεοῦ εὐπρέπειαν δὲ τὴν σωτηρίαν αὐτοῦ τοῦ γένους φησίν. Εἰ μὴ γὰρ σεσάρκωται, τὴν ἡμετέραν δίχα τῆς ἁμαρτίας λαβὼν φύσιν, δηλονότι οὐκ ἂν ἡμῖν ἡ σωτηρία ἐγένετο. ∆εῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρις οὗ ἂν θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. Ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο. ∆ιὰ τούτων τὴν καθαίρεσιν ἡμῖν τῶν ἀντικειμένων σημαίνει δυνάμεων, ἣν πεποίηται, ὥσπερ στρατιωτικὸν σχῆμα ἀναλαβών. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσε ται. Ἐκείνους προανελὼν, τοὺς ἀντικειμένους δηλον ότι δαίμονας, ἔστησεν ἐπὶ πέτραν τὴν Ἐκκλησίαν, ἧς οὐδὲ αὐταὶ κατισχύσουσιν αἱ τοῦ ᾅδου πύλαι. Ἕτοιμος ὁ θρόνος σου ἀπὸ τότε. Τοῦτό φησι, διὰ τὸ προωρίσασθαι ἀπὸ καταβολῆς κόσμου τὴν τοῦ ἀν θρωπίνου γένους σωτηρίαν ἐσομένην διὰ τῆς σωτη ρίας αὐτοῦ. Θρόνον γὰρ τὴν εἰς τὸ κρίνειν τοὺς ἀδι κήσαντας ἡμᾶς δαίμονας· ἀνάστασιν δὲ σημαίνει τοῦ Μονογενοῦς. Σὺ οὖν αὐτὸς, φησὶν, ὦ ∆έσποτα, ὁ νῦν εἰς τοῦτο ὥσπερ ἐπὶ δικαστικοῦ θρόνου καθίσας, εἰς τὸ κρίνειν δηλονότι καὶ ἐκδικεῖν ἡμᾶς, ὑπάρχεις ὁ πρὸ τῶν αἰώνων Θεός. Ἐπῆραν οἱ ποταμοὶ, Κύριε, ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν. Ποταμοὺς ἐνταῦθα τοὺς ἁγίους ἀπο στόλους καὶ εὐαγγελιστάς φησιν, οἳ καὶ τὴν τοῦ Θεοῦ Ἐκκλησίαν τοῖς πνευματικοῖς κατεύφραναν νάμασιν. Εἴρηται γὰρ πρὸς αὐτούς· Ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θαλάσσης. Αἱ πολλαὶ, φησὶ, μυσταγωγίαι, καὶ τὰ νοήματα τῶν ἀποστόλων καὶ εὐαγγελιστῶν νάματα, θαυμαστοὺς πεποίηκε τῆς θαλάσσης τοὺς μετεωρισμούς. Θάλασ σαν δὲ λέγει τῶν ἐθνῶν τῶν πιστευσάντων τὰ πλήθη, ὧν καὶ οἱ μετεωρισμοὶ, τουτέστιν αἱ ὑψώσεις τοῦ φρονήματος, θαυμασταὶ γεγόνασιν. Οὐκέτι γὰρ μι κρὰ καὶ ταπεινὰ φρονοῦσι περὶ Θεοῦ, ἀλλὰ μεγάλα καὶ θαυμαστά. Τὰ μαρτύριά σου ἐπιστώθησαν σφόδρα. Μαρ τύρια τὰς ἐπαγγελίας φησὶν ἃς διὰ τῶν ἁγίων προ φητῶν τοῖς ἔθνεσιν ἐπηγγείλατο, ἃς καὶ πιστὰς ἐπ' ἐσχάτων ἐπεδείξατο τῶν ἡμερῶν, τῇ οἰκείᾳ παρουσίᾳ ἔργῳ πληρῶν. Τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύ ριε. Οἶκος μὲν αὐτοῦ ἡ Ἐκκλησία, πρέπει δ' αὐτῇ τὸ ἁγία εἶναι, ἅτε τὸν μόνον ἅγιον ἔχουσα ἐνοικοῦντα· ἐπειδὰν δὲ τοῦτο γένηται, καὶ ἀτελευτήτου μεταλα βοῦσα ἀπολαύσει τοῦ ἁγιάσματος. ΨΑΛΜΟΣ τῷ ∆αυῒδ τετράδι Σαββάτων. Γʹ. Ὑπόθεσις. Τὸν περὶ προνοίας ἐν τούτῳ εἰσάγει λόγον, διδάσκων μὴ θλίβεσθαι καὶ ἀδημονεῖν, κἂν εἰ πρὸς καιρὸν γένοιτο καὶ τοῖς ἁμαρτάνουσιν εὐημερία, καὶ τοῖς εὐσεβέσι διωγμός. Οὐδὲν γὰρ τούτων ὡσαύτως μέ
118