κλίσις ἔννοιαν ἔχει σεμνήν. ὁ δὲ αἰδοῖος ἔν τε τῷ οὐδετέρῳ γένει καὶ ταῖς πλαγίαις συνεμπίπτει τῷ σωματικῷ μορίῳ καὶ παρεμφαίνει ἐννοίας οὐκ εὐσχήμονας, καὶ οὕτω γελοιασμοὺς ὑποκινεῖ φίλους κιναιδολόγῳ, οὗ χρῆσις, ὅπου κεῖται καὶ ἡ κιναιδία καὶ τὸ κιναίδισμα. ὅτι δὲ ταῦτα οὐκ ἐκ τῆς ἐναρέτου αἰδοῦς παρῆκται, ἧς παρώνυμος ὁ αἰδοῖος ἱκέτης, ἀλλ' ἐκ τῆς κατὰ σῶμα, ἧς ἐν Ἰλιάδι χρῆσις τὸ, τά τ' αἰδῶ ἀμφικαλύπτει, δῆλον ἐστίν. (ῃερς. 374.) Ἐν δὲ τῷ, οὔτ' ἔπος ἀκοῦσαι οὔτε τι ἔργον, προσυπακουστέον τῷ ἔργῳ τὸ ἰδεῖν ἤ τι τοιοῦτον, ἵνα λέγῃ, ὡς οὔτε ἔπος ἔστιν ἀκοῦσαι μείλιχον, οὔτε τι ἔργον ἰδεῖν ἢ μαθεῖν ἢ γνῶναι μείλιχον. (ῃερς. 376.) Τὸ δὲ ἄνδρες ὑπερφίαλοι, πάνυ στενῶς ἔφη ὁ Εὔμαιος, μιᾷ ταύτῃ λέξει καὶ οὐδὲ πάνυ σφοδρᾷ δηλώσας ἀφελῶς καὶ ἀγροικικῶς τὸ μέγα κακὸν, ὃ τῷ δεσποτικῷ οἴκῳ ἐνέπεσεν. Ἰστέον δὲ ὅτι ἐς τοσοῦτον ἠξιώθη λόγου τοῖς παλαιοῖς ὁ εὐνοϊκὸς οὗτος δοῦλος Εὔμαιος, ὥστε καὶ μητέρα αὐτοῦ ἐξευρίσκουσι. ∆ημόκριτος μὲν Πενίαν, Εὐφορίων δὲ Πάνθειαν, Φιλόξενος δὲ ὁ Σιδόνιος ∆αναὴν, Ὅμηρος δὲ τοῦτο μὲν οὐκ ἀξιώσει λόγου, ἄλλως δέ γε ἱστορήσει τὰ κατ' αὐτὸν ὅθεν τε ἦν καὶ ὅπως περιῆλθε τῷ τοῦ Ὀδυσσέως οἴκῳ, πορισάμενος ἀφορμὴν λόγου, ἐξ ὧν αὐτὸς εἶπεν ὁ Εὔμαιος. ἀκούσας γὰρ ὁ ξένος Ὀδυσσεὺς ὡς ἡ τοῦ Λαέρτου γυνὴ αὐτὸν ἔθρεψεν ἅμα τῇ ὁπλοτάτῃ θυγατρὶ δράττεται ἀφορμῆς ὡς οἷον οἰκτιζόμενος, εἰ οὕτω νεώτατος τῆς πατρίδος ἐξέπεσε, καὶ ἐρωτᾷ τὴν αἰτίαν καὶ μανθάνει τὰ ἐφεξῆς. (ῃερς. 381.) Ὅτι οἶκτος ἐπί τινι ἐκ νέου ᾐχμαλωτισμένῳ ἢ ἄλλως ἐστερημένῳ τῶν οἴκαδε τὸ, ὦ πόποι ὡς ἄρα τυτθὸς ἐὼν πολλὸν ἀπεπλάγχθης σῆς πατρίδος ἠδὲ τοκήων. (ῃερς. 383.) ὁ δὲ τὸν τοιοῦτον ἐρωτῶν, περὶ ὧν ἔπαθεν, ἐρεῖ ἂν, ὡς εἰκὸς, τὸ, ἀλλ' ἄγε μοι τόδε εἰπέ, (ῃερς. 384.) ἠὲ διεπράθετο πτόλις ἀνδρῶν εὐρυάγυια, ᾗ ἔνι ναιετάεσκε πατὴρ καὶ πότνια μήτηρ, τουτέστι διεπράθετό σοι ἡ πατρίς· τοῦτο γὰρ καὶ μόνον περιφραστικῶς οἱ δύο στίχοι φασίν· ἤ σέ γε μουνωθέντα παρ' οἴεσιν ἢ παρὰ βουσὶν ἢ ἀλλαχοῦ που ἄνδρες δυσμενέες λάβον. ὁ δὲ Ὀδυσσεὺς ἐνταῦθα προστίθησι καὶ τὸ, (ῃερς. 387.) ἠδ' ἐπέρασαν ἀντὶ τοῦ, καὶ πέραν ἐνταῦθα κατὰ τὴν Ἰθάκην ἀπέδοντο τοῦδ' ἀνδρὸς πρὸς δώματα, ὁ δ' ἄξιον ὦνον ἔδωκεν, ὅ περ ἐν ἄλλοις ἄσπετον ὦνον ἔφη, μετὰ δὲ ὀλίγα μυρίον ὦνον. (ῃερς. 386.) Τὸ δὲ παρ' οἴεσι διὰ διφθόγγου γράφεται πρὸς εὐγενείας δήλωσιν. εἰ γὰρ καὶ ὑφορβός ἐστιν ἄρτι ὁ Εὔμαιος, ἀλλὰ τοῦτο μὲν δουλικὸν καὶ οὐδὲ ἄλλως εὐγενές. ὄϊας μέντοι νέμειν οὐδὲ βασιλέων παῖδες ἀπηξίουν, ὥς περ οὐδὲ βουκολεῖν. (ῃερς. 391.) Ὅτι ὁ κελευόμενος ἐν τῷ ἐπιδόρπια ἐσθίειν, καθῆσθαι ἡσυχῇ καὶ ἀκούειν καὶ μᾶλλον ὅτε μακραὶ νύκτες εἰσὶν, ἀκούσοι ἂν τὸ, σιγῇ νῦν ξυνίει καὶ τέρπεο, πῖνέ τε οἶνον ἥμενος. αἵδε δὲ νύκτες (ῃερς. 392.) ἀθέσφατοι, ὡς καὶ προϊστόρηται, τουτέστι πάνυ μακραί. διὸ καὶ ἑρμηνεύων φησίν· ἔστι μὲν εὕδειν, ἔστι δὲ τερπομένοισιν ἀκουέμεν. οὐδέ τί σε χρὴ, πρὶν ὥρη, καταλέχθαι. ἀνίη καὶ πολὺς ὕπνος. τῶν δ' ἄλλων ὅ τινα κραδίη καὶ θυμὸς ἀνώγει, εὑδέτω ἐξελθών. 2.104 Εὔμαιος δὲ ταῦτα πρὸς τὸν δεσπότην ξένον λαλεῖ. ἔνθα φαίνεται, ὡς καὶ ἀλλαχοῦ, ὁ τῆς ἐπανόδου καιρὸς τῷ Ὀδυσσεῖ οὔτε ἐαρινὸς εἶναι οὔτε θερινὸς, ἀλλ' ὅτε νύκτες ἀθέσφατοι. (ῃερς. 391.) Τὸ δὲ σιγῇ, ἐκτείνει μὲν τὴν ἄρχουσαν, ὠνοματοπεποίηται δὲ ἐκ τοῦ σίζω, οὗ μέσος παρακείμενος σέσιγα, ἐξ οὗ ἡ σιγή. ὡς τῶν ἐγκελευομένων σιγᾶν τῷ σιγμῷ ἔστιν ὅτε χρωμένων. Τὸ δὲ, πῖνέ τε οἶνον, ἐκ μέρους καὶ τὸ ἔσθιε συμπαραδηλοῖ. μετ' ὀλίγα οὖν φησί· πίνοντέ τε δαινυμένω τε. (ῃερς. 393.) Τὸ δὲ μὴ χρῆναι πρὸ ὥρας κοιμᾶσθαι γνωμικῶς κεῖται, καὶ μάλιστα τὸ, ἀνία καὶ πολὺς ὕπνος, ἀφοριστικῶς λεχθὲν κατὰ συντομίαν ἀποφθεγματικήν. (ῃερς. 394.) ∆ῆλον δὲ, ὡς οὐ μόνον ἄλλως ἀνία ὁ μακρὸς ὕπνος, ἀλλὰ καὶ ἡμισεύει τὸ ζῆν ἡμῖν. διὸ καὶ θανάτῳ ἄγχιστα ἔοικε. (ῃερς. 395.) Τὸ δὲ ὅ τινα, ποιητικὸν δύσχρηστον κατὰ τὸ, ὅ τινας. Σημείωσαι δὲ ὅτι, ὥς περ νῦν ἀνία ὁ μακρὸς λέγεται ὕπνος, οὕτως ἑτέρωθι ἀνίη καὶ τὸ φυλάσσειν παννύχιον ἐγρήσοντα. (ῃερς. 396.) Ὅτι ἀγροτικὸν τὸ, ἅμα ἠοῖ