δύνανται ἀντιστῆναι τῇ δυνάμει τοῦ πυρός, ἀλλ' εὐθέως κατακαίονται, οὕτως καὶ οἱ δαίμονες, θέλοντες πολεμεῖν ἀνθρώπῳ πνεύματος ἠξιωμένῳ, καίονται καὶ καταναλίσκονται ὑπὸ τῆς θείας δυνάμεως τοῦ πυρός, μόνον ἵνα ὁ ἄνθρωπος πάντοτε προσκολλώμενος ᾖ τῷ κυρίῳ καὶ τὴν πεποίθησιν καὶ τὴν ἐλπίδα πρὸς αὐτὸν ἔχων. καὶ ἐὰν ὦσιν οἱ δαίμονες ἰσχυροὶ ὡς ὄρη σιδηρά, ὑπὸ τῆς εὐχῆς καίονται, καθάπερ ὁ κηρὸς ὑπὸ πυρός. μέγας δὲ ἐν τῷ μεταξὺ κεῖται ἀγὼν καὶ πόλεμος τῇ ψυχῇ πρὸς αὐτούς. ποταμοί εἰσι δρακόντων ἐκεῖ καὶ στόματα λεόντων, πῦρ ἐστι φλεγόμενον εἰς τὴν ψυχήν. Ὥσπερ ὁ τέλειος κακοποιός, μεθύων εἰς τὸ πνεῦμα τῆς πλάνης, ἢ φονεύων ἢ μοιχεύων, ἀκόρεστός ἐστιν εἰς τὸ κακόν, οὕτως καὶ οἱ Χριστιανοὶ βεβαπτισμένοι εἰς τὸ πνεῦμα τὸ ἅγιον, ἄπειροι γίνονται τοῦ κακοῦ. οἱ δὲ ἔχοντες χάριν καὶ ἔτι μεμιγμένοι τῇ ἁμαρτίᾳ, οὗτοι ὑπὸ φόβον εἰσὶ καὶ διὰ φοβερῶν τόπων ὁδεύουσι. Καθάπερ γὰρ οἱ ἔμποροι πλέοντες, κἂν εὕρωσιν ἴδιον ἄνεμον καὶ γαληνιῶσαν τὴν θάλασσαν, μήπω δὲ φθάσωσιν εἰς τὸν λιμένα, ὑπὸ φόβον εἰσί, μήπως ἄφνω ἐναντίου κινηθέντος ἀνέμου κλυδωνισθῇ ἡ θάλασσα καὶ κινδυνεύσῃ τὸ πλοῖον, οὕτω καὶ οἱ Χριστιανοί, εἰ καὶ ἔχουσιν ἐν ἑαυτοῖς αἴσιον ἄνεμον τοῦ ἁγίου πνεύματος πνέοντα, ἀλλ' ἔτι ὑπὸ φόβον εἰσί, μήπως ὁ ἄνεμος τῆς ἐναντίας δυνάμεως πνεύσῃ ἐπελθών, καὶ ταραχήν τινα καὶ κλύδωνα κινήσῃ ταῖς ψυχαῖς αὐτῶν. σπουδῆς οὖν πολλῆς χρεία, ἵνα φθάσωμεν εἰς τὸν λιμένα τῆς καταπαύσεως, εἰς τὸν τέλειον κόσμον, εἰς τὴν αἰωνίαν τρυφήν, εἰς τὴν πόλιν τῶν ἁγίων, εἰς τὴν ἐπουράνιον Ἱερουσαλήμ, εἰς τὴν ἐκκλησίαν τῶν πρωτοτόκων. ἐὰν δὲ μὴ διέλθῃ τις τὰ μέτρα ἐκεῖνα, ὑπὸ φόβον ἐστὶ πολύν, μήπως ἐν τῷ μεταξὺ πτῶσίν τινα ἡ πονηρὰ δύναμις ἐργάσηται. Ὥσπερ δὲ γυνὴ συλλαβοῦσα ἐντὸς ἔχει τὸ βρέφος αὐτῆς, ἐν σκότει ὡς εἰπεῖν καὶ ὑλώδει τόπῳ· εἰ δὲ συμβῇ λοιπὸν ἐξελθεῖν τὸ παιδίον τῷ δέοντι καιρῷ, βλέπει κτίσιν καινοτέραν, ἣν οὐδέποτε εἶδεν, οὐρανοῦ καὶ γῆς καὶ ἡλίου, καὶ εὐθὺς οἱ φίλοι καὶ συγγενεῖς ἱλαρῷ τῷ προσώπῳ δέχονται αὐτὸ εἰς τὰς ἀγκάλας· εἰ δὲ συμβῇ ὑπὸ ἀταξίας τινὸς σπασθῆναι ἔνδον τὸ παιδίον, ἀνάγκη λοιπὸν τοὺς εἰς τοῦτο τεταγμένους ἰατροὺς ξίφει χρήσασθαι, καὶ λοιπὸν εὑρίσκεται τὸ παιδίον ἀπὸ θανάτου εἰς θάνατον χωροῦν, καὶ ἀπὸ σκότους εἰς σκότος, οὕτως ἀνάλαβε καὶ εἰς τὸ πνευματικόν. ὅσοι ὑπεδέξαντο τὸν σπόρον τῆς θεότητος, οὗτοι ἀοράτως ἔχουσιν αὐτόν, καὶ διὰ τὴν σύνοικον ἁμαρτίαν ἐν σκοτεινοῖς καὶ φοβεροῖς τόποις κρύπτουσιν. ἐὰν οὖν ἀσφαλίσωνται ἑαυτοὺς καὶ τηρήσωσι τὸ σπέρμα, οὗτοι τῷ δέοντι καιρῷ ἀναγεννῶνται εἰς τὸ φανερόν, καὶ λοιπὸν ἐν τῇ διαλύσει τοῦ σώματος οἱ ἄγγελοι καὶ πάντες οἱ ἄνω χοροὶ ἱλαροῖς προσώποις προσδέχονται αὐτούς. ἐὰν δὲ ὑποδεξάμενος τὰ ὅπλα τοῦ Χριστοῦ εἰς τὸ πολεμῆσαι ἀνδρείως χαυνωθῇ, εὐθέως ὁ τοιοῦτος παραδίδοται τοῖς ἐχθροῖς, καὶ ἐν τῇ διαλύσει τοῦ σώματος ἀπὸ σκότους τοῦ νῦν περιέχοντος αὐτὸν εἰς ἄλλο χαλεπώτερον σκότος χωρεῖ καὶ ἀπώλειαν. Ὥσπερ δὲ ἐὰν ᾖ παράδεισος ἔχων δένδρα καρποφόρα καὶ ἄλλα φυτὰ εὐώδη, καὶ ὅλος ᾖ καλῶς εἰργασμένος καὶ πεφιλοκαλημένος, ἔχει δὲ καὶ μικρὸν τεῖχος ἀντὶ τριγχίου τὸ φυλάσσον αὐτόν· συμβῇ δὲ ἐκεῖ ποταμὸν ὁρμητιαῖον διέρχεσθαι, εἰ καὶ μικρὸν τοῦ ὕδατος προσκρούσει τῷ τοίχῳ καὶ ὑποφθείρει τὸν θεμέλιον, λαμβάνει ἀγωγὴν καὶ κατὰ μικρὸν μικρὸν λύει τὸν θεμέλιον, καὶ εἰσελθὼν διαρρήσσει καὶ ἐκριζοῖ πάντα τὰ φυτά, καὶ ὅλην τὴν ἐργασίαν ἀφανίζει καὶ ἄκαρπον ποιεῖ, οὕτως ἐστὶ καὶ ἡ καρδία τοῦ ἀνθρώπου. ἔχει τοὺς λογισμοὺς τοὺς καλούς, πλησιάζουσι δὲ πάντοτε καὶ οἱ ποταμοὶ τῆς κακίας τῇ καρδίᾳ, θέλοντες αὐτὴν καταβαλεῖν καὶ ῥίψαι εἰς τὸ ἴδιον μέρος. λοιπὸν ἐὰν ᾖ μικρὸν κοῦφος ὁ νοῦς καὶ εἴξῃ τοῖς ἀκαθάρτοις λογισμοῖς, ἰδοὺ ἔλαβον νομὴν τὰ πνεύματα τῆς πλάνης καὶ εἰσῆλθον καὶ κατέστρεψαν τὰ ἐκεῖ κάλλη καὶ ἠφάνισαν τοὺς ἀγαθοὺς λογισμοὺς καὶ