27.409 νει, ἀλλὰ μεταβαλεῖται· τοῖς μὲν ἡ θλίψις εἰς αἰώ νιον ἀπόλαυσιν ἀγαθῶν, τοῖς δὲ μετὰ τὸ δοκοῦν τὰ χρηστὰ εἰς ἀτελευτήτους αἰῶνας ἡ κόλασις. Τε τράδα δὲ Σαββάτων ἐπιγέγραπται, διὰ τὸ ἐν τῷ τετάρτῳ μηνί· ἀντὶ γὰρ τοῦ μηνὸς τὴν ἡμέραν τέθεικεν ἐν ᾗ τῇ τοῦ Θεοῦ πόλει τὴν ἀρχὴν γενέ σθαι τῶν συμφορῶν, ἐν τούτῳ ἐπιστρατευσάντων Βαβυλωνίων, ὡς Ἱερεμίας ἱστορεῖ. Θεὸς ἐκδικήσεων Κύριος, ὁ Θεὸς ἐκδικήσεων ἐπαῤῥησιάσατο. Ὥσπερ Θεὸς οἰκτίρμων ἐστὶ, καὶ Θεὸς παρακλήσεων, οὕτω καὶ Θεὸς ἐκδικήσεων. Καὶ πάλιν, τοῦτο δὲ ἐν προοιμίῳ παραμυθίαν μεγάλην τοῖς ἐκ τῶν θλίψεων ἀκηδιάσασιν ἀπεργαζόμενος. Τὸ δὲ, ἐπαῤῥησιάσατο, τὴν μετὰ ταῦτα ἐπὶ τοῦ θείου δικαστηρίου γενομένην ἀπόφασιν κατὰ τῶν ἀσεβῶν δηλοῖ, ᾗ φησι· Πορεύεσθε ἀπ' ἐμοῦ, οἱ κατηραμέ νοι. Ἀπόδος ἀνταπόδοσιν τοῖς ὑπερηφάνοις. Εὐ χὴν ὑπὲρ τῶν θλιβομένων ἀναπέμπει, αἰτῶν αὐτοῖς ἐπικουρίαν τὴν παρὰ τοῦ μόνου ἰσχύοντος Θεοῦ. Ἕως πότε ἁμαρτωλοὶ καυχήσονται; Τὴν σφο δρὰν ἀμνησικακίαν καὶ ὑπερβάλλουσαν διὰ τούτων κατασημαίνει τοῦ Θεοῦ. Τὸν λαόν σου, Κύριε, ἐταπείνωσαν. Εἰς ζῆλον τὸν κατὰ τῶν ἐχθρῶν διεγείρει τὸν Θεὸν, λαὸν αὐτοῦ καὶ κληρονομίαν εἶναι λέγων τὴν κακουμένην παρὰ τῶν ἐχθρῶν. Χήραν καὶ ὀρφανὸν ἀπέκτειναν. Τούτων εἴρηται ἡ ἑρμηνεία ἐν τῷ ἀνωτέρῳ στίχῳ, ὅμως λεχθήσεται καὶ αὖθις. Χήραν ψυχὴν καὶ προσήλυτον νοῦν ἀπο κτείνει ὁ κακῶς τὰς θείας Γραφὰς ἐξηγούμενος. Ὀρ φανὸς δέ ἐστι νοῦς ἐστερημένος οὐρανίου Πατρός. Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν ἀνθρώ πων, ὅτι εἰσὶ μάταιοι. Πῶς γὰρ οὔκ εἰσι ματαιό τητος πλήρεις αἱ αἰσθήσεις ἐκεῖναι, αἱ τῆς προνοίας τὸ ὠφέλιμον ἐξορίζειν ἐπιχειροῦσαι τοῦ λόγου; Μακάριος ἄνθρωπος ὃν ἂν παιδεύσῃς, Κύριε. Ἐκεῖνοι μὲν ἄθλιοι καὶ ταπεινοὶ, φησὶν, οἱ τὴν σὴν μὴ δεχόμενοι παιδείαν. Μακάριοι δὲ οἱ παρὰ σοῦ παιδευ θέντες, καὶ ἐκ τοῦ σοῦ διδαχθέντες νόμου. Οὗτοι γὰρ δὴ καὶ ἐν ταῖς θλίψεσι πραϋνθέντες κουφισθήσονται τῶν ἀνιαρῶν, εἰδότες, ὅτι αἱ θλίψεις εἰς ἀγαθὸν τελευτῶσαι ἐκβήσονται. Ἡμέρας πονηρὰς τὰς ἡμέρας τῆς κρίσεως λέγει. Ἕως οὗ ὠρυγῇ τῷ ἁμαρτωλῷ βόθρος. Μέχρι τοσούτου, φησὶν, οἱ παιδευθέντες θαῤῥοῦντες ὑπομε νοῦσι τὰς θλίψεις, μέχρις οὗ τῷ ἁμαρτωλῷ ὠρυγῇ βόθρος, τουτέστιν, εἰς τὸ ἡτοιμασμένον αὐτῷ κολα στήριον ὁ ἁμαρτωλὸς βαδίσῃ. Ἁμαρτωλὸν δὲ τὸν Σα τανᾶν φησιν, ἤτοι πᾶσαν ἀντικειμένην δύναμιν. Ὅτι οὐκ ἀπώσεται Κύριος τὸν λαὸν αὐτοῦ Τοῦτο ἐκείνου ἂν εἴη ἀπόδοσις τοῦ εἰρημένου ἐν τοῖς ἀνωτέρω· Τὸν λαόν σου, Κύριε, ἐταπείνωσαν καὶ τὴν κληρονομίαν σου ἐκάκωσαν. Καὶ τὴν κλη ρονομίαν αὐτοῦ οὐκ ἐγκαταλείψει. Τοῦτο τοῦ ἄνω 27.412 στίχου ἤρτηται, τοῦ, Ὅτι οὐκ ἀπώσεται Κύριος τὸν λαὸν αὐτοῦ. Ὡσεὶ λέγοι· Φυλάξει, φησὶ, τὸν λαὸν αὐτοῦ πάντα τῆς θλίψεως τὸν καιρόν. Καὶ μέ χρι τοσούτου διακυβερνήσει καὶ καθοδηγήσει, ἕως τὸ θεῖον καθίσῃ δικαστήριον. Ἐπειδὰν δὲ εἰς τοῦτο ἡ δικαιοσύνη καθίσῃ, τουτέστι Χριστὸς, πάντες πλη σίον αὐτῆς γενήσονται οἱ εὐθεῖς τῇ καρδίᾳ, κατὰ τὸ, Ὅτι οὗτοι τὸν Θεὸν ὄψονται. Οὕτω γὰρ δηλοῖ τὰ ἑπόμενα. Ἕως οὗ δικαιοσύνη ἐπιστρέψῃ εἰς κρίσιν. Ἕως οὗ ὁ Χριστὸς κρινεῖ τὴν οἰκουμένην. Αὐτὸς γὰρ ἡμῖν ἐγενήθη σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγια σμὸς καὶ ἀπολύτρωσις· καὶ τὴν κρίσιν δὲ πᾶ σαν αὐτῷ δέδωκεν ὁ Πατήρ. Τίς ἀναστήσεταί μοι ἐπὶ πονηρευομένοις; Αὕτη τῶν θλιβομένων ἡ φωνή. Λέγει δέ· Τίς μοι γένηται σύμμαχος κατὰ τῶν εἰς ἐμὲ πονηρευομένων; Εἶτα δεξάμενος αἴσθησιν ταχέως τοῦ βοηθοῦ, φησὶν, ὡς πάλαι ἂν αὐτοῦ εἰς ᾅδην κατήχθη ἡ ψυχὴ, εἰ μὴ τῆς παρὰ Θεοῦ ἀντιλήψεως ἔτυχεν. Εἰ ἔλεγον· Σεσάλευται ὁ ποῦς μου. Θλιβόμενος, φησὶν, ὁρῶν ἐμαυτὸν ὀλισθαίνοντα, εἶπον· Πότε ὁ ποῦς μου σεσάλευται; τουτέστι, τῆς κατὰ Θεὸν ἐκ πεσοῦμαι στάσεως· εὐθὺς τὴν ἀντίληψιν καὶ τὸ ἔλεός σου ᾐσθόμην ἐπίκουρον ἐμοί. Αἱ παρακλήσεις σου εὔφραναν τὴν ψυχήν μου. Οὐκ ἀφῆκας, φησὶν, ἀπαραμύθητον· ἀλλ' ὅσας θλί ψεις ἔσχον, τοσαύτας καὶ παραμυθίας ἐδεχόμην παρὰ
119